Перейти к содержанию

Исповедание Досифея (Иерусалимский собор 1672), греческий текст · Ὅρος 15

Вид текста

Размер шрифта: 19px

Перейти к месту
То же место в другом издании

Опорное место: DOS1672.15

Сравнить рядом

Нажмите на номер или текст фрагмента, чтобы выбрать его.

Ὁμολογία Δοσιθέου

Πιστεύομεν τὰ εὐαγγελικὰ μυστήρια ἐν τῇ ἐκκλησίᾳ εἶναι, κἀκεῖνα εἶναι ἑπτά. Ἐλάττονα γὰρ ἢ μείζονα ἀριθμὸν μυστηρίων ἐν τῆ ἐκκλησίᾳ οὐκ ἔχομεν· ἐπειδὴ ὁ παρὰ τὸν ἑπτὰ τῶν μυστηρίων ἀριθμὸς αἱρετικῆς φρενοβλαβείας ἐστὶν ἀποκύημα. Ὁ δὲ τῶν ἑπτὰ παρὰ τοῦ ἱεροῦ εὐαγγελίου νομοθετεῖται καὶ συνάγεται, ὡς καὶ τὰ λοιπὰ τῶς καθολικῆς πίστεως δόγματα. Αὐτὶκα γὰρ ὁ κύριος τὸ μὲν ἅγιον βάπτισμα δια τοῦ· πορευθέντες μαθητεύσατε πάντα τὰ ἐθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ ἁγίου πνεύματος, καὶ τοῦ· ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσεται, παραδέδωκε. Τὸ δὲ τῆς βεβαιώσεως, ταὐτὸν εἰπεῖν, τοῦ ἁγίου μύρου καὶ ἁγίου χρίσματος, διὰ τοῦ· ὑμεῖς δὲ καθήσατε ἐν τῇ πόλει Ἱερουσαλὴμ, ἕως ἂν ἐνδύσησθε δύναμιν ἐξ ὕψους. Ἣν ἐνεδύσαντο τῇ ἐπιδημίᾳ τοῦ ἁγίου πνεύματος, καὶ ταύτην δηλοῖ τὸ τῆς βεβαιώσεως μυστήριον, περὶ οὗ καὶ Παῦλος δευτέρας πρὸς Κορινθίους κεφαλαίῳ πρώτῳ, καὶ τρανώτερον διὰ τοῦ Ἀρεοπαγίτου Διονυσίου διαλέγεται. Τὴν δὲ ἱερωσύνην διὰ τοῦ· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν, καὶ διὰ τοῦ· ὅσα ἂν δήσητε καὶ λύσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα καὶ λελυμένα ἐν τοῖς οὐρανοῖς. Τὴν δὲ ἀναίμακτον θυσίαν διὰ τοῦ· λάβετε, φάγετε· τοῦτά ἐστι τὸ σῶμά μου, καὶ· πίετε ἐξ αὐτοῦ πάντες, τοῦτό ἐστι τὸ αἶμά μου τὸ τῆς καινῆς διαθῆκης, καὶ τοῦ· ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. Τὸν δὲ γάμον μετὰ τὸ εἰπεῖν τὰ ἐν τῇ παλαιᾷ περὶ αὐτοῦ εἰρημένα διὰ τῆς οἷον ἐπισφραγίσεως τοῦ· οὓς ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω, ὃν καὶ ὁ θεῖος ἀπόστολος μέγα ἐπικαλεῖ μυστήριον. Τὴν δὲ μετάνοιαν, ᾗτινί ἐστι σύμμικτος ἡ μυστηριακὴ ἐξομολόγησις, διὰ τοῦ· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται, καὶ τοῦ· ἐὰν μὴ μετανοήσητε, ὡσαύτως ἀπολεῖσθε. Τὸ δὲ ἅγιον ἔλαιον εἴτ᾿ οὖν εὐχέλαιον λέγεται παρὰ τῷ Μάρκῳ, μαρτυρεῖται δὲ ῥητῶς ὑπὸ τοῦ ἀδελφοθέου. Σύγκειται δὲ τὰ μυστήρια ἐκ τοῦ φυσικοῦ καὶ ὑπερφυοῦς· οὐκ εἰσὶ δὲ ψιλὰ σημεῖα τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ. Οὕτω γὰρ οὐκ ἂν διενήνοχε τῆς περιτομῆς, οὗ τί ἀθλιώτερον; Ὁμολογοῦμεν δ᾿ αὐτὰ εἶναι ὄργανα δραστικὰ τοῖς μυουμένοις χάριτος ἐξ ἀνάγκης. Ἀποπτύομεν δὲ ὡς ἀλλότριον τῆς Χριστιανικῆς διδασκαλίας τὸ τὴν ἀκεραιότητα τῶν μυστηρίων ἀπαιτεῖν τὴν χρῆσιν τοῦ γηΐνου πράγματος· ἀντίκειται γὰρ τῷ μυστηρίῳ τῆς προσφορᾶς, ὃ ῥήματι ὑπαρκτικῷ νομοθετηθὲν καὶ τῇ ἐπικλήσει τοῦ ἁγίου πνεύματος ἁγιασθὲν τελειοῦται τῇ ὑπάρξει τοῦ σημαινομένου, τοῦ σωματος δηλαδὴ καὶ αἵματος τοῦ Χριστοῦ. Καὶ προηγεῖται ἡ τούτου τελείωσις ἀναγκαίως τῆς χρήσεως. Εἰ γὰρ πρὸ τῆς χρήσεως μὴ ἦν τέλειον, οὐκ ἂν ὁ κακῶς χρώμενος κρῖμα ἑαυτῷ ἤσθιε καὶ ἔπινεν· ἐπεὶ ψιλοῦ ἄρτου καὶ οἴνου ἦν μετεσχηκώς. Νῦν δ᾿ ἀναξίως μετέχων κρῖμα ἐαυτῷ ἐσθίει καὶ πίνει· ὥστε οὐκ ἐν τῇ χρήσει ἀλλὰ καὶ πρὸ τῆς χρήσεως ἔχει τὸ τῆς εὐχαριστίας μυστήριον τὴν τελείωσιν. Ἔτι ἀποῤῥίπτομεν ὡς κάθαρμά τι καὶ μίασμα τὸ· ἐλλιπῶς γὰρ ἐχούσης τῆς πίστεως ζημιοῦται ἡ ὁλοκληρία τοῦ μυστηρίου. Οἱ γὰρ αἱρετικοὶ, οὓς τὴν αἵρεσιν ἀποσεισαμένους καὶ προστεθέντας τῇ καθολικῇ ἐκκλησίᾳ, δέχεται ἡ ἐκκλησία· καίτοι ἐλλιπῆ ἐσχηκότες τὴν πίστιν τέλειον ἔλαβον τὸ βάπτισμα· ὅθεν τελείαν ὕστερον τὴν πίστιν κεκτημένοι οὐκ ἀναβαπτίζονται.

Источник и условия: Исповедание Досифея (Иерусалимский собор 1672), греческий текст · общественное достояние · The Confession of Dositheus, Greek text (Kimmel, Monumenta fidei Ecclesiae orientalis). In: Philip Schaff, The Creeds of Christendom, vol. 2 (Harper 1877; 4th ed. rev. D. S. Schaff 1919). Digital text: Christian Classics Ethereal Library ThML edition (ccel.org/ccel/schaff/creeds2, Rights: Public Domain). · условия

Закладки, заметки и место чтения хранятся только в этом браузере.