Перейти к содержанию

Исповедание Досифея (Иерусалимский собор 1672), греческий текст · Ὅρος 16

Вид текста

Размер шрифта: 19px

Перейти к месту
То же место в другом издании

Опорное место: DOS1672.16

Сравнить рядом

Нажмите на номер или текст фрагмента, чтобы выбрать его.

Ὁμολογία Δοσιθέου

Πιστεύομεν τὸ ἅγιον βάπτισμα, τὸ διαταγὲν μὲν παρὰ τοῦ κυρίου, γινόμενον δὲ ἐν ὀνόματι τῆς ἁγίας τριάδος, εἶναι τῶν ἀναγκαιοτάτων. Χωρὶς γὰρ αὐτοῦ οὐδεὶς δύναται σωθῆναι, ὡς ὁ κύριός φησιν· ὅστις οὐ μὴ γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Καὶ διὰ τοῦτό ἐστιν ἀναγκαῖον καὶ τοῖς νητίοις, ἐπειδὴ κἁκεῖνα ὐπόκεινται τῇ ἀρχεγόνῳ ἁμαρτίᾳ καὶ χωρὶς τοῦ βαπτίσματος οὐ δύναται τυχεῖν τῆς ἀφέσεως· ὅπερ ὁ κύριος δεικνύων οὐκ ἔφη μερικῶς ἀλλ᾿ ἁπλῶς καὶ καθόλου· ὅστις οὐ μὴ γεννηθῇ, ὃ ταὐτόν ἐστι τῷ· πάντας τοὺς μετὰ τὴν ἔλευσιν τοῦ σωτῆρος Χριστοῦ εἰσελευσομένους ἐν τῆ βασιλείᾳ τῶν οὐρανων δεῖ ἀναγεννηθῆναι. Εἰ δὲ τὰ νήπια ἄνθρωποι, εἴπερ καὶ ταῦτα δεῖται σωτηρίας· δεῖται σωτηρίας, δεῖται καὶ τοῦ βαπτίσματος. Καὶ τὰ μὴ ἀναγεννηθέντα, ὡς μὴ τὴν ἄφεσιν τῆς προπατορικῆς ἁμαρτίας λαβόντα, ὑπόκειται τῇ ἀϊδίῳ τῆς ἁμαρτίας ἀνάγκης ποινῇ, καὶ ἑπομένως οὐ σώζεται χωρὶς τοῦ βαπτίσματος· ὥστε δεῖ ἀναγκαίως καὶ τὰ νήπια βαπτίζεσθαι. Ἔτι τὰ νήπια σώζεται, ὡς λέγεται παρὰ τῷ Ματθαίῳ· ὁ δὲ μὴ βαπτισθείς οὐ σώζεται· καὶ τὰ νήπια ἄρα ἀναγκαίως βαπτισθήσονται. Καὶ ἐν ταῖς Πράξεσι λέγεται, ὅτι πᾶσαι αἱ οἰκίαι ἐβαπτίζοντο, ἄρα καὶ τὰ νήπια. Τοῦτο καὶ οἱ πάλαι πατέρες μαρτυροῦσι σαφῶς, ἐν οἷς καὶ Διονύσιος ἐν τῷ περὶ ἐκκλησιαστικῆς ἱεραρχίας. Καὶ Ιουστῖνος πεντεκοστῷ ἕκτῳ ζητήματι, ὃς λέγει ῥητῶς· ἀξιοῦνται δὲ τῶν διὰ τοῦ βαπτίσματος ἀγαθῶν τῇ πίστει τῶν προσφερόντων αὐτὰ τῷ βαπτίσματι. Καὶ Αὐγουστῖνος παράδοσιν εἶναί φησιν ἀποστολικὴν, τὰ παιδία διὰ τοῦ βαπτίσματος σώζεσθαι· καὶ ἀλλαχουσε· ἡ ἐκκλησία τοῖς βρέφεσιν ἑτέρων πόδας ἐντίθησιν, ὅπως ἔρχωνται· ἑτέρων παρδίας, ὅπως πιστεύωσιν· ἑτέρων γλῶσσαν, ὅπως ἐπαγγέλλωνται. Καὶ ἀλλαχοῦ· ἡ μήτηρ ἐκκλησία μερικὴν καρδίαν ἐκείνοις χαρίζεται. Γίνεται δὲ τὸ βάπτισμα δἰ ὕλης μὲν ὕδατος καθαροῦ καὶ οὐδένος ἑτέρου ὑγροῦ. Ἀποτελεῖται δὲ διὰ μόνου τοῦ ἱερέως, καὶ κατ᾿ ἀνάγκην ἀπροφάσιστον ἔχει γίνεσθαι καὶ δἰ ἑτέρου ἀνθρώπου, πλὴν ὀρθοδόξου καὶ σκοπὸν ἔχοντος τὸν ἀρμόδιον τῷ θείῳ βαπτίσματι. Ἀποτελέσματα δὲ τοῦ βαπτίσματος, συνελόντι φάναι, πρῶτον ἡ ἄφεσις τοῦ προπατορικοῦ πλημμελήματος καὶ ὅσων ἄλλων ἁμαρτιῶν πεπραχὼς ἦν ὁ βάπτισθείς. Δεύτερον ῥύεται ἐκεῖνον τῆς ἀϊδίου ποινῆς, ᾕτινι ὑπέκειτο, εἴτε διὰ τὸ ἄρχέγονον ἁμάρτημα εἴτε δἰ ἅ ἰδικῶς ἔπραξε θανασίμως. Τρίτον δίδωσιν αὐτοῖς τὴν ἀθανασίαν· δικαιοῦν γὰρ αὐτοὺς τῶν προημαρτημένων ναοὺς Θεοῦ ἀποκαθίστησιν. Οὐκ ἔστι δ᾿ εἰπεῖν, μὴ λύεσθαι διὰ τοῦ βαπτίσματος πάσας τάς ὁπωσοῦν πρὸ τούτου ἁμαρτίας, ἀλλὰ μένειν μὲν, οὐκ ἰσχύειν δέ. Τοῦτο γὰρ ἀσεβείας τῶς ἐσχάτης ἐστὶ γέμον καὶ ἄρνησις μᾶλλον ἢ ὅλως ὁμολογία εὐσεβείας· ἀλλ᾿ ὅτι πᾶσα ἁμαρτία πρὸ τοῦ βαπτίσματος οὖσα, ἢ γεγονυῖα ἀφανίζεται, καὶ ὡς μὴ οὖσά ποτε ἢ γεγονυῖα λογίζεται. Οἱ γὰρ τύποι τοῦ βαπτίσματος, πᾶσαι ἑκάτερον καὶ αἱ προμηνύουσαι καὶ τελειοῦσαι ῥήσεις τὸ βάπτισμα τὴν τελείαν ὑπαινίττουσι κάθαρσιν. Τοῦτο αὐτὸ καὶ αὐτά τὰ τοῦ βαπτίσματος ὀνόματα περιστῶσιν. Εἰ γὰρ βάπτισμα διὰ πνεύματος καὶ πυρὸς, δῆλον ὅτι καὶ τελεία πᾶσιν ἡ κάθαρσις· τὸ γὰρ πνεῦμα τελείως καθαίρει. Εἰ φῶς, τὸ σκότος ἒλυσεν· εἰ ἀναγέννησις, παρῆλθε τὰ ἀρχαῖα. Τίνα δὲ ταῦτα, εἰ μὴ τὰ ἁμαρτήματα; Εἰ ἀπεκδύεται ὁ βάπτιζόμενος τὸν παλαιὸν ἄνθρωπον, ἄρα καὶ τὴν ἁμαρτίαν. Εἰ ἐνδύεται τὸν Χριστὸν, ἄρα ἀναμαρτητὸς γίνεται ἐνεργείᾳ διὰ τοῦ βαπτίσματος. Μακρὰν γὰρ ἀπὸ ἁμαρτωλῶν ὁ Θεὸς. Τοῦτο καὶ Παῦλος διδάσκει τρανώτερον λέγων· ὥσπερ διὰ τοῦ ἑνὸς ἁμάρτωλοι κατεστάθημεν οἱ πολλοὶ, οὕτω διὰ τοῦ ἑνὸς δίκαιοι. Εἰ δὲ δίκαιοι, ἄρα ἁμαρτίας ἐλεύθεροι. Οὐ γὰρ δύναται, ἐν ταὐτῷ εἶναι τὴν ζωὴν καὶ τὸν θάνατον. Εἰ ἀληθῶς ἀπέθανεν ὁ Χριστὸς, ἄρα καὶ ἀληθὴς ἡ διὰ τοῦ πνεύματος ἄφεσις. Ἐντεῦθεν δὲ δῆλον, πάντα τὰ βαπτισθέντα καὶ κοιμηθέντα βρέφη ἀναμφιβόλως σώζεσθαι, προορισθέντα διὰ τοῦ θανάτου τοῦ Χριστοῦ. Εἰ γὰρ ἐκτὸς πάσης ἦσαν ἁμαρτίας· κοινῆς μὲν, ὅτι ἐλυτρώθησαν τῷ θείῳ λουτρῷ, ἰδικῆς δὲ, ὅτι τὰ βρέφη μὴ ἔχοντα ἐνεργείᾳ προαίρεσιν οὐχ ἁμαρτάνει· ἄρα καὶ σώζεται. Ἐντίθησι δὲ τὸ βάπτισμα καὶ χαρακτῆρα ἀνεξάλειπτον, ὥσπερ καὶ ἡ ἱερωσύνη. Καθὼς γὰρ ἀδύνατον, τὸν αὐτὸν δὶς ἰερωσύνης τυχεῖν τῆς αὐτῆς· οὕτως ἀδύνατον ἀναβαπτισθῆναι τὸν ἅπαξ ὁρθῶς βαπτισθέντα, κἂν καὶ μυρίαις συμβέβηκεν αὐτὸν ὑποπεσεῖν ἁμαρτίαις, ἢ καὶ αὐτῇ ἐξομομώσει τῆς πίστεως. Θέλων γὰρ ἐπιστρέψαι πρὸς κύριον ἀναλαμβάνει τὴν ἣν ἀπώλεσεν υἱοθεσίαν διὰ τοῦ μυστηρίου τῆς μετανοίας.

Источник и условия: Исповедание Досифея (Иерусалимский собор 1672), греческий текст · общественное достояние · The Confession of Dositheus, Greek text (Kimmel, Monumenta fidei Ecclesiae orientalis). In: Philip Schaff, The Creeds of Christendom, vol. 2 (Harper 1877; 4th ed. rev. D. S. Schaff 1919). Digital text: Christian Classics Ethereal Library ThML edition (ccel.org/ccel/schaff/creeds2, Rights: Public Domain). · условия

Закладки, заметки и место чтения хранятся только в этом браузере.