CAG IV.1
γικοῦ ἄλλο ἐποίησεν, ἡ δὲ τοῦ κινεῖσθαι ἀλλοῖον μόνον παρὰ τὸ ἠρεμοῦν ἐποίησεν, ὥστε ἡ μὲν ἄλλο, ἡ δὲ ἀλλοῖον μόνον ἐποίησεν. κατὰ μὲν οὖν τὰς ἄλλο ποιούσας διαφορὰς αἵ τε διαιρέσεις γίνονται τῶν γενῶν εἰς τὰ εἴδη, οἵ τε ὅροι αποδίδονται ἐκ γένους ὄντες καὶ τῶν τοιούτων διαφορῶν, κατὰ δὲ τὰς μόνον ἀλλοῖον ποιούσας αἱ ἑτερότητες μόνον συνίστανται καὶ αἱ τοῦ τῶς ἔχοντος μεταβολαί. Ἄνωθεν οὖν πάλιν ἀρχομένῳ ῥητέον τῶν διαφορῶν τὰς μὲν χωριστὰς εἶναι, τὰς δὲ ἀχωρίστους· τὸ μὲν γὰρ κινεὶσθαι τὸ ἠρεμεῖν καὶ τὸ ὑγιαίνειν καὶ τὸ νοσεῖν ὅσα τούτοις παραπλήσια χωριστά ἐστιν, τὸ δὲ γρυπὸν εῖναι ἢ σιμὸν ἢ λογικὸν ἢ ἄλογον ἀχώριστα. τῶν δὲ ἀχωρίστων αἱ μὲν ὑπάρχουσι κιαθ᾿ αὑτάς, αἱ δὲ κατὰ συμβεβηκός· τὸ μὲν γὰρ λογικὸν καθ᾿ αὑτὸ ὑπάρχει τῷ ἀνθρώπῳ καὶ τὸ θνητόν καὶ τὸ ἐπιστήμης εἶναι δεκτικόν, τὸ δὲ γρυπὸν ἢ σιμὸν εἶναι κατὰ συμβεβηκὸς καὶ οὑ καθ᾿ αὑτό. αἱ μὲν οὖν καθ’ αὑτὰς προσοῦσαι ἐν τῷ τῆς οὐσίας λαμβάνονται λόγῳ καὶ ποιοῦσιν ἄλλο, αἱ δὲ κατὰ συμβεβηκὸς οὔτε ἐν τῷ τῆς οὐσίας λόγῳ λαμβάνονται οὔτε ποιοῦσιν ἄλλο ἀλλὰ ἀλλοῖον. καὶ αἱ μὲν καθ᾿ αὑτὰς οὐκ ἐπιδέχονται τὸ μᾶλλον καὶ τὸ ἧττον, αἱ δὲ κατὰ συμβεβηκός, κἂν ἀχώριστοι ὦσιν, ἐπίτασιν λαμβάνουσιξ καὶ ἄνεσιν· οὔτε γὰρ τὸ γένος μᾶλλον κακὶ ἧττον κατηγορεῖται οὗ ἂν ᾖ γένος οὔτε αἱ τοῦ γένους διαφοραί, καθ᾿ ἃς διαιρεῖται· αὗται μὲν γάρ εἰσιν αἱ τὸν ἑκάστου λόγον συμπληροῦσαι, τὸ δὲ εἶναι ἑκάστῳ ἓν καὶ τὸ αὐτὸ οὔτε ἄνεσιν οὔτε επίτασιν ἐπιδεχόμενόν ἐστιν, | τὸ δὲ γρυπὸν ἢ σιμὸν εἶναι ἢ κεχρῶσθαί πως καὶ ἐπιτείνεται καὶ ἀνίεται. Τριῶν οὖν εἰδῶν τῆς διαφορᾶς θεωρουμένων καὶ τῶν μὲν οὐσῶν χωριστῶν τῶν δὲ ἀχωρίστων καὶ πάλιν τῶν ἀχωρίστων τῶν μὲν οὐσῶν καθ᾿