CAG IV.1
ἂν εἴη μόνον, οὐκέτι δὲ καὶ γένος. ὥσπερ οὖν ἡ οὐσία ἀνωτάτω οὖσα τῷ μηδὲν εἶναι πρὸ αὐτῆς γένος ἦν τὸ γενικώτατον, οὕτως καὶ ὁ ἄνθρωπος εἶδος ὤν, μεθ’ ὃ οὐκ ἔστιν εἶδος οὐδέ τι τῶν τέμνεσθαι δυναμένων εἰς εἴδη, ἀλλά τῶν ἄτομον γὰρ Σωκράτης καὶ Πλάτων καὶ τουτὶ τὸ λευκόν) μόνον ἂν εἴη εἶδος καὶ τὸ ἔσχατον εἶδος καὶ ὡς ἔφαμεν τὸ εἰδικώτατον· τὰ δὲ μέσα τῶν μὲν πρὸ αὐτῶν εἴη ἂν εἴδη, τῶν δὲ μετ᾿ αὐτὰ γένη. ὥστε ταῦτα μὲν ἔχει δύο σχέσεις, τήν τε πρὸς τὰ πρὸ αὐτῶν, καθ᾿ ἣν εἴδη αὐτῶν εἶναι λέγεται, τήν τε πρὸς τὰ μετ’ αὐτά, καθ᾿ ἣν γένη αὐτῶν εἶναι λέγεται· τὰ δὲ ἄκρα μίαν ἔχει σχέσιν· τό τε γὰρ γενικώτατον τὴν μὲν ὡς πρὸς τὰ ὑφ᾿ ἑαυτὸ ἔχει σχέσιν, γένος ὂν πάντων τὸ ἀνωτάτω, τὴν δὲ ὡς πρὸς τὰ πρὸ ἑαυτοῦ οὐκέτι ἔχει, ἀνωτάτω ὂν καὶ ὡς τρώτη ἀρχὴ καί, ὡς ἔφαμεν, ὑπὲρ ὃ οὐκ ἂν εἴη ἄλλο ἐπαναβεβηος γένος· καὶ τὸ εἰδικώτατον δέ μίαν ἔχει σχέσιν τἠν μὲν ὡς πρὸς τὰ πρὸ αὐτοῦ, ὦν ἐστιν εἶδος, τὴν δὲ ὡς πρὸς τὰ μετ᾿ αὐτὸ οὐκ ἀλλοίαν ἔχει, ἀλλὰ καὶ τῶν ἀτόμων εἶδος λέγεται ἀλλ᾿ εἶδος μὲν λέγεται τῶν ἀτόμων ὡς περιέχον αὐτά, εἶδος δὲ πάλιν τῶν πρὸ αὐτοῦ ὡς περιεχόμενον ὑπ᾿ αὐτῶν. Ἀφορίζονται τοίνον τὸ μὲν γενικώτατον οὕτως, ὅ γένος ἂν οὐκ ἔστιν εἶδος, καὶ πάλιν, ὑπὲρ ὃ οὐκ ἂν εἴη ἄλλο ἐπναβεβηκὸς γένος· τὸ δὲ εἰδικώτατον, ὃ εἶδος ὂν οὐκ ἔστιν γένος καὶ ὃ εἶδος ὂν οὐκ ἂν διελοίμεθα ἔτι εἰς εἴδη καὶ ὃν κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορεῖται. τὰ δὲ μέσα τῶ ἄκρων ὑπάλληλά τε καλοῦσι γένη καὶ εἴδη, καὶ ἕκαστον αὐτῶν εἶδος εἶναι καὶ γένος τίθενται, πρὸς ἄλλο μέντοι καὶ ἄλλο λαμβανόμ|μενον. τὰ δὴ πρὸ τῶν εἰδικωτάτων ἄχρι