CAG IV.1
εἶναι ἀχωρίστως τῷ κόρακι καὶ τῷ Αἰθίοπι συμβέβηκεν, δύναται δὲ ἐπινοηθῆναι καὶ κόραξ λευκὸς καὶ Αἰθίοψ ἀποβαλὼν τὴν χροιὰν χωρὶς φθορᾶς τοῦ ὑποκειμένου. ὁρίζονται δὲ καὶ οὕτως· συμβεβηκός ἐστιν ὃ ἐνδέχεται τῷ αὐτῷ ὑπάρχειν ἢ μὴ ὑπάρχειν, ἢ ὃ οὔτε γένος ἐστὶν οὔτε διαφορὰ οὔτε εἶδος οὔτε ἴδιον, ἀεὶ δέ ἐστιν ἐν ὑποκειμένῳ ὑφιστάμενον. Ἀφορισθέντων δὲ πάντων τῶν προτεθέντων, λέγω δὴ γένους, εἴδους, διαφορᾶς, ἰδίου, συμβεβηκότος, ῥητέον τίνα τε καοινὰ πρόσεστιν αὐτοῖς καὶ τίνα ἴδια. Περὶ τῆς κοινωνίας τῶν πέντε φωνῶν. Κοινὸν μὲν δὴ πάντων τὸ κατὰ πλειόνων κατηγορεῖσθαι. ἀλλὰ τὸ μὲν γένος τῶν εἰδῶν τε καὶ τῶν ἀτόμων, καὶ ἡ διαφορὰ ὡσαύτως, τὸ δὲ εἶδος τῶν ὑπ᾿ αὐτὸ ἀτόμων, τὸ δὲ ἴδιον τοῦ τε εἴδους, οὗ ἐστιν ἴδιον, καὶ τῶν ὑπὸ τὸ εἶδος ἀτόμων, τὸ δὲ συμβεβηκὸς καὶ εἰδῶν καὶ ἀτόμων. τό τε γὰρ ζῷον ἵππων τε καὶ βοῶν κατηγορεῖται εἰδῶν ὄντων καὶ τοῦδε τοῦ ἵππου καὶ τοῦδε τοῦ βοὸς ἀτόμων ὄντων, τὸ δὲ ἄλογον ἵππων καὶ βοῶν κατηγορεῖται καὶ τῶν κατὰ μέρος, τὸ μέντοι εἶδος οἷδος οἷον ὁ ἄνθρωπος τῶν κατὰ μέρος μόνον, τὸ δὲ ἴδιον οἷον τὸ γελαστικὸν καὶ τοῦ ἀνθρώπου καὶ τῶν κατὰ μέρος, τὸ δὲ μέλαν τοῦ τε εἴδους τῶν κοράκων καὶ τῶν κατὰ μέρος συμβεβηκὸς ὂν ἀχώριστον, καὶ τὸ κινεῖσθαι ἀνθρώπου τε καὶ ἵππου χωριστὸν ριστὸν ὂν συμβεβηκός, ἀλλὰ προηγουμένως μὲν τῶν ἀτόμων, κατὰ δεύτερον δὲ λόγον καὶ τῶν περιεχόντων τὰ ἄτομα. | Περὶ τῆς κοινωνίας γένους καὶ διαφορᾶς. Κοινὸν δὲ γένους καὶ διαφορᾶς τὸ περιεκτικὸν εἰδῶν εἰδῶν· περιέχει γὰρ καὶ