Перейти к содержанию

Порфирий. Исагога, введение к «Категориям» Аристотеля (греч., изд. А. Буссе) · p. 11

Вид текста

Размер шрифта: 19px

Перейти к месту
То же место в другом издании

Опорное место: Porph.Isag.p11

Сравнить рядом

Нажмите на номер или текст фрагмента, чтобы выбрать его.

CAG IV.1

γένους. ὁ γὰρ ἄνθρωπος τοῦ ζῴου πλέον ἔχει τὸ λογικον καὶ τὸ θνητόν· τὸ γὰρ ζῷον οὔτε οἰυδὲν τούτων ἐστίν, ἐπεὶ πόθεν ἂν τὰ εἴδη σχοῖεν διαφορας; οὔτε δὲ πάσας τὰς ἀντικειμένας ἔχει, ἐπεὶ τὸ αὐτὸ ἅμα ἕξει τὰ ἀντικείμενα, ἀλλ᾿ ὡς ἀξιοῦσι, δυνάμει μὲν πάσας ἔχει τὰς τῶν ὑφ᾿ αὑτὸ διαφοράς, ἐνερφγείᾳ δὲ οὐδεμίαν. καὶ οὕτως οὔτε ἐξ οὐκ ὄντων τι γίνεται ουτε τὰ ἀντικείμενα ἅμα περὶ τὸ αὐτὸ ἔσται. Ὁρίζονται αὐτὴν αὐτὴν καὶ οὕτως· διαφορά ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ ποῖόν τί ἐστι κατηγορούμενον· τὸ γὰρ λογικὸν καὶ τὸ θνητὸν τοῦ ἀνθρώπου κατηγορούμενον ἐν τῷ ποῖόν τί ἐστιν ὁ ἄνθρωπος λέγεται αλλ᾿ οὐκ ἐν τῷ τί ἐστιν. τί μὲν γάρ ἐστιν ὁ ἄνθρωπος ἐρωπωμένων ἡμῶν οἰκεῖον εἰπεῖν ζῷον, ποῖον δὲ ζῷον πυνθανομένων λογικὸν καὶ θνητὸν οὐκείως ἀποδώσομεν. τῶν γὰρ πραγμάτων ἐξ ὕλης καὶ εἴδους συνεστώτων ἢ ἀνάλογόν γε ὕλῃ καὶ εἴδει τὴν σύστασιν ἐχόντων, ὥσπερ ὁ ἀνδριὰς ἐξ ὕλης μὲν τοῦ χαλκοῦ, εἴδους δὲ τοῦ σχήματος, οὕτως καὶ ὁ ἄνθρωπος ὁ κοινός τε καὶ εἰδικὸς ἐξ ὕλης μὲν ἀναλόγου συνέστήκεν τοῦ γένους, ἐκ μορφῆς δὲ τῆς διαφορᾶς, τὸ δὲ ὅλον τοῦτο, ζῷον λογικὸν θνητόν, ὁ ἄνθρωπος, ὡς ἐκεῖ ὁ ἀνδριάς. Ὑπογράφουσι δὲ τὰς τοιαύτας διαφορὰς καὶ οὕτως· διαφορά ἐστιν τὸ χωρίζειν πεφυκὸς τὸ ὑπὸ τὸ αὐτὸ γένος· τὸ λογικὸν γὰρ καὶ τὸ ἄλογον τὸν ἄνθρωπον καὶ τὸν ἵππον ὅντα ὑπὸ τὸ αὐτὸ γένος τὸ ζῷον Χωρίζει. ἀποδιδόασι δὲ καὶ οὕτως· διαφορά ἐστιν ὅτῳ διαφέρει ἕκαστα. ἄνθρωπος γὰρ καὶ ἵππος κατὰ μὲν τὸ γένος οὐ διενήνοχεν· θνητὰ γὰρ ζῷα καὶ ἡμεῖς καὶ τὰ αλογα, | ἀλλὰ τὸ λογικὸν προστεθὲν διέστησεν ἡμᾶς ἀπ᾿ ἐκείνων· καὶ λογιακά ἐσμεν καὶ ἡμεῖς καὶ οἱ θεοί, ἀλλά τὸ θνητὸν προστεθὲν

Источник и условия: Порфирий. Исагога, введение к «Категориям» Аристотеля (греч., изд. А. Буссе) · CC BY-SA 4.0 · Porphyry, ed. Adolf Busse, Porphyrii Isagoge et in Aristotelis Categorias commentarium, Commentaria in Aristotelem Graeca IV.1 (Berlin: Reimer, 1887). TEI encoding: First1KGreek, Open Greek and Latin / University of Leipzig and Tufts (OpenGreekAndLatin/First1KGreek), commit 03776b3, file data/tlg2034/tlg006/tlg2034.tlg006.opp-grc1.xml; licensed CC BY-SA 4.0. · условия

Закладки, заметки и место чтения хранятся только в этом браузере.