CAG IV.1
εἰς ὑπόστασιν ἀνθρώπου· εἶδος δὲ εἴδει οὐ συντίθεται, ὥστε ἀπογεννῆσαι ἄλλο τι εἶδος· τὶς μὲν γὰρ ἵππος τινὶ ὄνῳ σύνεισιν εἰς ἡμιόνου γένεσιν, ἵππος δὲ ἁπλῶς ὄνῳ οὐκ ἂν συντεθεὶς ἀποτελέσειεν ἡμίονον. Περὶ τῆς κοινωνίας τῆς διαφορᾶς καὶ τοῦ ἰδίου. Διαφορὰ δὲ καὶ ἴδιον κοινὸν μὲν ἔχουσι τὸ ἐπίσης ἐπίσης μετέχεσθαι ὑπὸ τῶν μετεχόντων· ἐπίσης γὰρ τὰ λογικὰ λογικὰ καὶ τὰ γελαστικὰ γελαστικά. καὶ τὸ ἀεὶ καὶ παντὶ παρεῖναι κοινὸν ἀμφοῖν· κἂν γὰρ κολοβωθῇ ὁ δίπους, ἀλλὰ πρὸς τὸ πεφυκέναι τὸ ἀεὶ λέγεται, ἐπεὶ καὶ τὸ γελαστικὸν τῷ πεφυκέναι ἔχει τὸ ἀεί, ἀλλ' οὐχὶ τῷ γελᾶν ἐί. Περὶ τῆς διαφορᾶς τοῦ ἰδίου καὶ τῆς διαφορᾶς. Ἴδιον δὲ διαφορᾶς ὅτι αὕτη μὲν ἐπὶ πλειόνων εἰδῶν λέγεται πολλάκις, οἰον τὸ λογικὸν καὶ ἐπὶ θεοῦ καὶ ἐπὶ ἀνθρώπου, τὸ δὲ ἴδιον ἐφ' ἑνὸς εἴδους, οὗ ἐστιν ἴδιον. καὶ ἡ μὲν διαφορὰ ἕπεται ἐκείνοις, ὧν ἦν διαφορά, οὐ μὴν καὶ ἀντιστρέφει· τὰ δὲ ἴδια ἀντικατηγορεῖται ὧν ἂν ᾖ ἴδια διὰ το αντιστρεφειν. Περὶ τῆς κοινωνίας τῆς διαφορᾶς καὶ τοῦ συμβεβηκότος. Διαφορᾷ δὲ καὶ συμβεβηκότι κοινὸν μὲν τὸ ἐπὶ πλειόνων λέγεσθαι, κοινὸν δὲ πρὸς τὰ ἀχώριστα συμβεβηκότα τὸ ἀεὶ καὶ παντὶ προσεῖναι· τό τε γὰρ δίπουν ἀεὶ πρόσεστι πᾶσι κόραξι τό τε μέλαν ὁμοίως. Περὶ τῶν ἰδίων διαφορᾶς καὶ συμβεβηκότος. Διαφέρουσι δὲ ὅτι ἡ μὲν διαφορὰ περιέχει, οὐ περιέχεται δέ·