Перейти к содержанию

Порфирий. Исагога, введение к «Категориям» Аристотеля (греч., изд. А. Буссе) · p. 8

Вид текста

Размер шрифта: 19px

Перейти к месту
То же место в другом издании

Опорное место: Porph.Isag.p8

Сравнить рядом

Нажмите на номер или текст фрагмента, чтобы выбрать его.

CAG IV.1

γένους· ὅλον γάρ τι τὸ γένος, τὸ δὲ ἄτομον μέρος, τὸ δὲ εἶδος καὶ καὶ μέρος, ἀλλὰ μέρος μὲν ἄλλου, ὅλον δὲ οὐκ ἄλλου ἀλλ᾿ ἐν ἄλλοις· ἐν γὰρ τοῖς μέρεσι τὸ ὅλον. Περὶ μὲν οὖν γένους καὶ εἴδους καὶ τί τὸ γενικώτατον καὶ τί τὸ εἰδικώτατον καὶ τίνα καὶ γένη τὰ αὐτὰ καὶ εἴδη τίνα τε τὰ ἄτομα καὶ ποσαχῶς τὸ γένος καὶ τὸ εἶδος, εἴρηται. Περὶ διαφορᾶς. Διαφορὰ δὲ κοινῶς τε καὶ ἰδίως καὶ ἰδιαίτατα λεγέσθω. κοινῶς μὲν γὰρ διαφέρειν ἕρτερον ἑτέρου γέγεται τὸ ἑτερότητι διαλλάττον ὁπωσοῦν ἢ πρὸς αὑτὸ ἢ πρὸς ἄλλο· διαφέρει γὰρ Σωκράτης Πλάτωνος τῇ ἑτερότητι καὶ αὐτὸς Τε ἑαυτοῦ παιδός τε ὄντος καὶ ἀνδρωθέντος καὶ ἐνεργοῦντός τι ἢ παυσαμένου καὶ ἀεί γε ἐν ταῖς τοῦ πῶς ἔχεινκ ἑτερότησιν. ἰδίως δὲ διαφέρειν λέγεται ἕτερον ἑτέρου, ὅταν ἀχωρίστῳ συμβεβηκότι τὸ ἕτερον τοῦ ετέρου διαφέρῃ ἀχώριστον δὲ συμβεβηκὸς οἷον γλαυκότης ἢ γρυπότης ἢ καὶ οὐλὴ ἐκ τραύματος ἐνσκιρωθεῖσα. ιδιαίτατα δὲ διαφέρειν ἕτερον ἑτέρου λέγεται, ὅταν εἰδοποιῷ διαφορᾷ διαλλάττῃ, ὥσπερ ἄνθρωπος ἵππου εἰδοποιῷ διαφορᾷ διενήνοχε τῇ τοῦ λογικοῦ ποιότητι. καθόλου μὲν οὖν πᾶσα διαφορὰ ἑτεροῖον ποιεῖ προσγινομένη τινί· ἀλλ᾿ αἱ μὲν κοινῶς καὶ ἰδίως ἀλλοῖον ποιοῦσιν, αἱ αἱ ἰόιαίτατα ἄλλο. τῶν γὰρ διαφορῶν αἱ μὲν ἀλλοῖον ποιοῦσιν, αἱ δὲ ἄλλο. αἱ μὲν οὖν ποιοῦσάι ἄλλο εἰδοποοιὶ κέκληνται, αἱ δὲ ἀλλοῖον ἁπλῶς διαφοραί. τῷ γὰρ ζῴῳ διαφορὰ προσελθοῦσα ἡ τοῦ λο-

Источник и условия: Порфирий. Исагога, введение к «Категориям» Аристотеля (греч., изд. А. Буссе) · CC BY-SA 4.0 · Porphyry, ed. Adolf Busse, Porphyrii Isagoge et in Aristotelis Categorias commentarium, Commentaria in Aristotelem Graeca IV.1 (Berlin: Reimer, 1887). TEI encoding: First1KGreek, Open Greek and Latin / University of Leipzig and Tufts (OpenGreekAndLatin/First1KGreek), commit 03776b3, file data/tlg2034/tlg006/tlg2034.tlg006.opp-grc1.xml; licensed CC BY-SA 4.0. · условия

Закладки, заметки и место чтения хранятся только в этом браузере.