CAG IV.1
τὸ ἄλογον. αἱ δὲ διαφοραὶ οὐκέτι συνάναιροῦσι τὸ γένος· κἂν γὰρ πᾶσαι ἀναιρεθῶσιν, οὐσία ἔμψυχος αἰσθητικὴ ἐπινοεῖται, ἥτις ἦν τὸ ζῷον. ἔτι τὸ μὲν γένος ἐν τῷ τί ἐστιν, ἡ δὲ διαφορὰ ἐν τῷ ποῖόν τί ἐστιν, ὡς εἴρηται, κατηγορεῖται. ἔτι γένος μὲν ἓν καθ᾿ ἕκαστον εἶδος οἷον ἀνθρώπου τὸ ζῷον, διφοραὶ δὲ πλείους πλείους λογικόν, θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν, αἷς τῶν ἄλλων ζῴων διαφέρει. καὶ τὸ μὲν γένος ἔοικεν ὕλῃ, μορφῇ δὲ ἡ διαφορά. προσόντων δὲ καὶ ἄλλων κοινῶν τε καὶ ἰδίων τῷ γένει καὶ τῇ διαφορᾷ ἀρκείτω ταῦτα. Περὶ τῆς κοινωνίας τοῦ γένους καὶ τοῦ εἴδους. Γένος δὲ καὶ εἶδος κοινὸν μὲν ἔχουσι τὸ κατὰ πλειόνων, ὡς εἴρηται, κατηγορεῖσθαι· εἰλήφθω δὲ τὸ εἶδος ὡς εἶδος, ἀλλ᾿ οὐχὶ καὶ ὡς γένος, ἄνπερ ᾖ τὸ αὐτὸ καὶ εἶδος καὶ γένος. κοινὸν δέ αὐτοῖς καὶ τὸ προτέροις εἶναι ὧν κατηγορεῖται καὶ τὸ ὅλον τι εἶναι ἐκάτερον. Περὶ τῆς διαφορᾶς τοῦ γένους καὶ τοῦ εἴδους. Διαφέρει δὲ ᾗ τὸ μὲν γένος περιέχει τὰ εἴδη, τὰ δὲ εἴδη περιέχεται καὶ οὐ περιέχει τὰ γένη· ἐπὶ πλεῖον γὰρ τὸ γένος τοῦ εἴδυς. ἔτι τὰ γένη προϋποκεῖσθαι δεῖ καὶ διαμορφωθέντα ταῖς εἰδοποιοὶς διαφοραῖς ἀποτελεῖν τὰ εἴδη, ὅθεν καὶ πρότερα τῇ φύσει τὰ γένη. καὶ συνανιροῦντα, ἀλλ᾿ οὐ συναναιρούμενα, καὶ εἴδους μὲν ὄντος πάντως ἔστι καὶ γένος, γένους δὲ ὄντος οὐ πάντως ἔστι καὶ τὸ εἶδος. καὶ τὰ μὲν γένη συνωνύμως κατηγορεῖται τῶν ὑφ᾿ ἐαυτὰ εἰδῶν, τὰ δὲ εἴδη τῶν γενῶν οὐκέτι. ἔτι τὰ μἐν γένη πλεονάζει τῇ τῶν ὑπ᾿ αὐτὰ εἰδῶν περιοχῇ, τὰ δὲ εἴδη τῶν γενῶν πλεονάζει ταῖς οἰκείαις διαφοραῖς. ἔτι οὔτε τὸ εἶδος γένοιτ᾿ ἄν γενικώτατον οὔτε τὸ γένος εἰδικώτατο. |