CAG IV.1
τοῦ γενικωτάτου ἀνιόντα γένη τε λέγεται καὶ εἲδη καὶ ὑπάλληλα γένη ὡς ὁ Ἀγαμέμνων Ἀτρείδης καὶ Πελοπίδης καὶ Τανταλίδης καὶ τὸ τελευταῖον Διός. ἀλλ' ἐπὶ μὲν τῶν γενεαλογιῶν εἰς ἓνα ἀνάγουσι, ψέρε εἰπεῖν τὸν Δία, τὴν ἀρχὴν ὡς ἐπὶ τὸ πλεῖστον, ἐπὶ δὲ τῶν γενῶν καὶ τῶν εἰδῶν οὐκ οὓτως ἒχει· οὐ γάρ ἐστι κοινὸν ἓν γένος πάντων τὸ ὂν οὐδὲ πάντα ὁμογενῆ καθ' ἒν τὸ ἀνωτάτω γένος, ὣς φηδιν ὁ Ἀριστοτέλης. ἀλλὰ κείσθω, ὣσπερ ἐν ταῖς Κατηγορίαις, τὰ πρῶτα δέκα γένη οἶον ἀρχαὶ δέκα πρῶται· κἂν δὴ πάντα τις ὂντα καλῇ, ὁμωνύμως, φησί, καλέσει, ἀλλ' οὐ συνωνύμως. εἰ μὲν γὰρ ἒν ἦν κοινὸν πάντων γένος τὸ ὂν, συνωνύμως ἂν πάντα ὂντα ἐλέγετο· δέκα δὲ ὂντων τῶν πρώτων ἡ κοινωνία κατὰ τοὐνομα μόνον, οὐκέτι μὴν καὶ κατὰ τὸν λόγον τὸν κατὰ τοὒνομα. δέκα μὲν οὖν τὰ γενικώτατα, τὰ δὲ εἰδικώτατα ἐν ἀριθμῷ μέν τινι, οὐ μὴν ἀπείρῳ· τὰ δὲ ἄτομα, ἃπερ ἐστὶ τὰ μετὰ τὰ εἰδικώτατα, ἂπειρα. διὸ ἂχρι τῶν εἰδικωτάτων ἀπὸ τῶν γενικωτάτων κατιόντας παρεκελεύετο ὁ Πλάτων παύεσθαι, κατιέναι δὲ διὰ τῶν διὰ μέσου διαιροῦντας ταῖς εἰδοποιοῖς δαφοραῖσ· τὰ δὲ ἂπειρὰ φησιν ἐᾶν, μὴ γὰρ ἂν γενέσθαι τούτων ἐπιστήμην. κατιόντων μὲν οὖν εἰς τὰ εἰδικώτατα ἀνάγκη διαιροῦντας διὰ πλήδους ἰέναι, ἀνιόντων δὲ εἰς τὰ γενικώτατα ἀνάγκη συναιρεῖν τὸ πλῆδος εἰς ἒν· δυναγωγὸν γὰρ τῶν πολλῶν εἰς μίαν φύσιν τὸ εἶδος καὶ ἔτι μᾶλλον τὸ γένος, τὰ δὲ κατὰ μέρος καὶ καθ' ἒκαστα τοὐναντίον εἰς πλῆθος ἀεὶ διαιρεῖ τὸ ἓν· τῇ γὰρ τοῦ εἲδους μετουσία οἱ πολλοὶ ἂνθρωποι εἶς, δὲ κατὰ μέρος ὁ εἶς καὶ κοινὸς πλείους· διαιρετικὸν μὲν γὰρ ἀεὶ τὸ καθ' ἓκαστον, συλληπτικὸν δὲ καὶ ἐνοποιὸν τὸ κοτνόν. Ἀποδεδομένοο δὲ τοῦ γένους καὶ τοῦ εἲδους τί ἐστιν ἐκάτερον αὐτῶν,