CAG IV.1
Περὶ τῆς κοινωνίας τοῦ γένους καὶ τοῦ ἰδίου. Γένους δὲ καὶ ἰδίου κοινὸν μὲν τὸ ἕπεσθαι τοῖς εἴδεσιν· εἰ γὰρ ἄνθρωπος, ζῷον, καὶ εἰ ἄνθρωπος, γελαστικόν. καί τὸ ἐπίσης κατηγορεῖσθαι τὸ γένος τῶν εἰδῶν καὶ τὸ ἴδιον τῶν αὐτοῦ μετεχόντων ἀτόμων· ἐπίσης γὰρ καὶ ὁ ἄνθρωπος καὶ ὁ βοῦς ζῷον καί Ἄνυτος καὶ Μέλητος γελαστικόν. κοινὸν δὲ καὶ τὸ συνωνύμως κατηγορεῖσθαι τὸ γένος τῶν οἰκείων εἰδῶν καὶ τὸ ἴδιον ὡν ἄν ᾖ ἴδιον. Περὶ τῆς διαφορᾶς τοῦ γένους καὶ τοῦ ἰδίιου. Διαφέρει δὲ ὅτι μὲν γένος πρότερον, ὕστερον δὲ τὸ ἴδιον· δεῖ γὰρ εἶναι ζῷον, εἶτα διαιρεῖσθαι διαφοραῖς καὶ ἰδίοις. καὶ τὸ μὲν γένος κατὰ πλειόνων εἰδῶν κατηγορεῖται, τὸ δὲ ἴδιον ἑνὸς εἴδους, οὗ ἐστιν ἴδιον. καὶ τὸ μὲν ἴδιον ἀξντικατηγορεῖται οὗ ἔστιν ἴδιον, τὸ δὲ γένος οὐκενὸς ἀντικατηγορεῖται· τηγορεῖται· οὔτε γὰρ εἰ ζῷον, ἄνθρωπος, οὔτε εἰ ζῷον, γελαστικόν· εἰ δὲ ἄνθρωπος, γελαστικόν, καί ἔμπαλιν. ἔτι τὸ μὲν ἴδιον παντὶ τῷ εἴδει ὐπαρχει, οὗ ἐστιν ἴδιον, καὶ μόνῳ καὶ ἀεί, τὸ δὲ γένος παντὶ μὲν τῷ εἴδει, οὗ ἂν ᾖ γένος, καὶ ἀεί, οὐ μέντοι καὶ μόνῳ. ἔτι τὰ μὲν ἴδια ἀναιρούμενα οὐ συναναιρεῖ τὰ γένη, τὰ δὲ γένη ἀναιρούμενα συναναιρεῖ τὰ εἴδη, ὧν ἐστιν ἴδια, ὥστε καὶ ὧν ἐστιν ἴδια ἀναιρουμένων καὶ αὐτὰ συναναιρεῖται. Περὶ τῆς κοινωνίας τοῦ γένους καὶ τοῦ συμβεβηκότος. Γένους δὲ καὶ συμβεβηκότος κοινὸν τὸ κατὰ πλειόνων, ὡς εἴρηται, κατηγορεῖσθαι, ἄν τε τῶν χωριστῶν ᾖ ἂν τε τῶν ἀχωρίστων· καὶ γὰρ τὸ