Ἑκούσιον τὸ αὐτοῦ προσαγωγόν· τὸ καθʼ αὑτὸ αἱρετὸν κατὰ διάνοιαν ἀποτελούμενον. Ἐλεύθερον τὸ ἄρχον αὑτοῦ. Μέτριον τὸ μέσον ὑπερβολῆς καὶ ἐλλείψεως καὶ κατὰ τέχνην ἀρκοῦν. Μέτρον τὸ μέσον ὑπερβολῆς καὶ ἐλλείψεως. Ἆθλον ἀρετῆς γέρας τὸ ἑαυτοῦ ἕνεκα αἱρετόν. Ἀθανασία οὐσία ἔμψυχος καὶ ἀίδιος μονή. Ὅσιον θεράπευμα θεοῦ ἀρεστὸν θεῷ. Ἑορτὴ χρόνος ἱερὸς κατὰ νόμους. Ἄνθρωπος ζῷον ἄπτερον, δίπουν, πλατυώνυχον· ὃ μόνον τῶν ὄντων ἐπιστήμης τῆς κατὰ λόγους δεκτικόν ἐστιν.
Θυσία θεῷ δόμα θύματος. Εὐχὴ αἴτησις ἀνθρώποις ἀγαθῶν ἢ δοκούντων παρὰ θεῶν. Βασιλεὺς ἄρχων κατὰ νόμους ἀνυπεύθυνος· πολιτικῆς κατασκευῆς ἄρχων. Ἀρχὴ ἐπιμέλεια τοῦ παντός. Ἐξουσία ἐπιτροπὴ νόμου. Νομοθέτης ποιητὴς νόμων καθʼ οὓς δεῖ πολιτεύεσθαι. Νόμος δόγμα πλήθους πολιτικὸν οὐκ εἴς τινα χρόνον ἀφωρισμένον. Ὑπόθεσις ἀρχὴ ἀναπόδεικτος· συγκεφαλαίωσις λόγου. Ψήφισμα δόγμα πολιτικὸν εἴς τινα χρόνον ἀφωρισμένον. Πολιτικὸς ἐπιστήμων πόλεως κατασκευῆς.
Πόλις οἴκησις πλήθους ἀνθρώπων κοινοῖς δόγμασιν χρωμένων· πλῆθος ἀνθρώπων ὑπὸ νόμον τὸν αὐτὸν ὄντων. Πόλεως ἀρετὴ κατάστασις ὀρθῆς πολιτείας. Πολεμικὴ ἐμπειρία πολέμου. Συμμαχία κοινωνία πολέμου. Σωτηρία περιποίησις ἀβλαβής. Τύραννος ἄρχων πόλεως κατὰ τὴν ἑαυτοῦ διάνοιαν. Σοφιστὴς νέων πλουσίων ἐνδόξων ἔμμισθος θηρευτής. Πλοῦτος κτῆσις σύμμετρος πρὸς εὐδαιμονίαν· περιουσία
χρημάτων εἰς εὐδαιμονίαν συντεινόντων. Παρακαταθήκη δόμα μετὰ πίστεως. Κάθαρσις ἀπόκρισις χειρόνων ἀπὸ βελτιόνων. Νικᾶν κρατεῖν διαφερόμενον. Ἀγαθὸς ἄνθρωπος ὁ τοιοῦτος οἷος ἀνθρώπῳ τἀγαθὰ ἐπιτελεῖν. Σώφρων ὁ μετρίας ἐπιθυμίας ἔχων. Ἐγκρατὴς ὁ κρατῶν ἀντιτεινόντων τῶν τῆς ψυχῆς μορίων τῷ ὀρθῷ λογισμῷ. Σπουδαῖος ὁ τελείως ἀγαθός· ὁ ἔχων τὴν αὑτοῦ ἀρετήν. Σύννοια διάνοια μετὰ λύπης ἄνευ λόγου.
Δυσμαθία βραδυτὴς ἐν μαθήσει. Δεσποτεία ἀρχὴ ἀνυπεύθυνος δικαία. Ἀφιλοσοφία ἕξις καθʼ ἣν ὁ ἔχων μισολόγος ἐστίν. Φόβος ἔκπληξις ψυχῆς ἐπὶ κακοῦ προσδοκίᾳ. Θυμὸς ὁρμὴ βίαιος ἄνευ λογισμοῦ †νοῦς τάξεως† ψυχῆς ἀλογίστου. Ἔκπληξις φόβος ἐπὶ προσδοκίᾳ κακοῦ. Κολακεία ὁμιλία ἡ πρὸς ἡδονὴν ἄνευ τοῦ βελτίστου· ἕξις ὁμιλητικὴ πρὸς ἡδονὴν ὑπερβάλλουσα τὸ μέτριον. Ὀργὴ παράκλησις τοῦ θυμικοῦ εἰς τὸ τιμωρεῖσθαι. Ὕβρις ἀδικία πρὸς ἀτιμίαν φέρουσα.