καλῶν καὶ αἰσχρῶν· ἕξις καθʼ ἣν ὁ ἔχων αἱρετικός ἐστι καὶ εὐλαβητικὸς ὧν χρή. Ἀνδρεία ἕξις ψυχῆς ἀκίνητος ὑπὸ φόβου· θάρσος πολεμικόν· ἐπιστήμη τῶν κατὰ πόλεμον πραγμάτων· ἐγκράτεια ψυχῆς πρὸς τὰ φοβερὰ καὶ δεινά· τόλμα ὑπηρετικὴ φρονήσεως· εὐθαρσία ἐπὶ θανάτου προσδοκίᾳ· ἕξις διαφυλακτικὴ λογισμῶν ὀρθῶν ἐν κινδύνοις· ῥώμη πρὸς κίνδυνον ἀντίρροπος· ῥώμη καρτερικὴ πρὸς ἀρετήν· ἠρεμία ψυχῆς περὶ τὰ δεινὰ καὶ θαρσαλέα κατὰ τὸν ὀρθὸν λόγον φαινόμενα· σωτηρία δογμάτων ἀδήλων περὶ τὰ δεινὰ καὶ ἐμπειρία πολέμου· ἕξις
ἐμμενητικὴ νόμου. Ἐγκράτεια δύναμις ὑπομενητικὴ λύπης· ἀκολούθησις τῷ ὀρθῷ λογισμῷ· δύναμις ἀνυπέρβλητος τοῦ ὑποληφθέντος ὀρθῷ λογισμῷ. Αὐτάρκεια τελειότης κτήσεως ἀγαθῶν· ἕξις καθʼ ἣν οἱ ἔχοντες αὐτοὶ αὑτῶν ἄρχουσιν. Ἐπιείκεια δικαίων καὶ συμφερόντων ἐλάττωσις· μετριότης ἐν συμβολαίοις· εὐταξία ψυχῆς λογιστικῆς πρὸς τὰ καλὰ καὶ αἰσχρά. Καρτερία ὑπομονὴ λύπης ἕνεκα τοῦ καλοῦ· ὑπομονὴ πόνων
ἕνεκα τοῦ καλοῦ. Θάρσος ἀπροσδοκία κακοῦ· ἀνεκπληξία διὰ κακοῦ παρουσίαν. Ἀλυπία ἕξις καθʼ ἣν ἀνέμπτωτοί ἐσμεν εἰς λύπας. Φιλοπονία ἕξις ἀποτελεστικὴ οὗ ἂν προέληται· καρτερία ἑκούσιος· ἕξις ἀδιάβλητος πρὸς πόνον. Αἰδὼς τολμήσεως ὑποχώρησις ἑκουσία δικαίως καὶ πρὸς τὸ βέλτιστον φανέν· καταλαβὴ ἑκουσία τοῦ βελτίστου· εὐλάβεια ὀρθοῦ ψόγου. Ἐλευθερία ἡγεμονία βίου· αὐτοκράτεια ἐπὶ παντί· ἐξουσία
τοῦ καθʼ ἑαυτὸν ἐν βίῳ· ἀφειδία ἐν χρήσει καὶ ἐν κτήσει οὐσίας. Ἐλευθεριότης ἕξις πρὸς τὸ χρηματίζεσθαι ὡς δεῖ· πρόσθεσις καὶ κτῆσις οὐσίας ὡς χρή. Πρᾳότης κατάστασις κινήσεως τῆς ὑπʼ ὀργῆς· κρᾶσις ψυχῆς σύμμετρος. Κοσμιότης ὕπειξις ἑκουσία πρὸς τὸ φανὲν βέλτιστον· εὐταξία περὶ κίνησιν σώματος. Εὐδαιμονία ἀγαθὸν ἐκ πάντων ἀγαθῶν συγκείμενον· δύναμις αὐτάρκης πρὸς τὸ εὖ ζῆν· τελειότης κατʼ ἀρετήν·
ὠφελία αὐτάρκης ζῴου. Μεγαλοπρέπεια ἀξίωσις κατὰ λογισμὸν ὀρθὸν τὸν σεμνότατον. Ἀγχίνοια εὐφυία ψυχῆς, καθʼ ἣν ὁ ἔχων στοχαστικός ἐστιν ἑκάστῳ τοῦ δέοντος· ὀξύτης νοῦ. Χρηστότης ἤθους ἀπλαστία μετʼ εὐλογιστίας· ἤθους σπουδαιότης. Καλοκαγαθία ἕξις προαιρετικὴ τῶν βελτίστων. Μεγαλοψυχία χρῆσις τοῖς συμβαίνουσιν ἀστεία· μεγαλοπρέπεια ψυχῆς μετὰ λόγου. Φιλανθρωπία ἕξις εὐάγωγος ἤθους πρὸς ἀνθρώπου φιλίαν· ἕξις εὐεργετικὴ ἀνθρώπων· χάριτος σχέσις· μνήμη μετʼ εὐεργεσίας. Εὐσέβεια δικαιοσύνη περὶ θεούς· δύναμις θεραπευτικὴ