θεῶν ἑκούσιος· περὶ θεῶν τιμῆς ὑπόληψις ὀρθή· ἐπιστήμη τῆς περὶ θεῶν τιμῆς. Ἀγαθὸν τὸ αὑτοῦ ἕνεκεν. Ἀφοβία ἕξις καθʼ ἣν ἀνέμπτωτοί ἐσμεν εἰς φόβους. Ἀπάθεια ἕξις καθʼ ἣν ἀνέμπτωτοί ἐσμεν εἰς πάθη. Εἰρήνη ἡσυχία ἐπʼ ἔχθρας πολεμικάς. Ῥᾳθυμία ῥᾳστώνη ψυχῆς· ἀπάθεια τοῦ θυμοειδοῦς. Δεινότης διάθεσις καθʼ ἣν ὁ ἔχων στοχαστικός ἐστιν τοῦ ἰδίου τέλους. Φιλία ὁμόνοια ὑπὲρ καλῶν καὶ δικαίων· προαίρεσις βίου τοῦ αὐτοῦ· ὁμοδοξία περὶ προαιρέσεως καὶ πράξεως· ὁμόνοια περὶ βίον· κοινωνία μετʼ εὐνοίας· κοινωνία τοῦ εὖ ποιῆσαι
καὶ παθεῖν. Εὐγένεια ἀρετὴ εὐγενοῦς ἤθους· εὐαγωγία ψυχῆς πρὸς λόγους ἢ πράξεις. Αἵρεσις δοκιμασία ὀρθή. Εὔνοια [αἵρεσις] ἀνθρώπου πρὸς ἄνθρωπον ἀσπασμός. Οἰκειότης ταὐτοῦ γένους κοινωνία. Ὁμόνοια κοινωνία τῶν ὄντων ἁπάντων· συμφωνία νοημάτων καὶ ὑπολημμάτων. Ἀγάπησις ἀπόδεξις παντελής. Πολιτικὴ ἐπιστήμη καλῶν καὶ συμφερόντων· ἐπιστήμη ποιητικὴ δικαιοσύνης ἐν πόλει. Ἑταιρία φιλία κατὰ συνήθειαν ἐν τοῖς καθʼ ἡλικίαν
γεγενημένοις. Εὐβουλία ἀρετὴ λογισμοῦ σύμφυτος. Πίστις ὑπόληψις ὀρθὴ τοῦ οὕτως ἔχειν ὡς αὐτῷ φαίνεται· βεβαιότης ἤθους. Ἀλήθεια ἕξις ἐν καταφάσει καὶ ἀποφάσει· ἐπιστήμη ἀληθῶν. Βούλησις ἕφεσις μετὰ λόγου ὀρθοῦ· ὄρεξις εὔλογος· ὄρεξις μετὰ λόγου κατὰ φύσιν. Συμβούλευσις παραίνεσις ἑτέρῳ ὑπὲρ πράξεως, τίνα δεῖ τρόπον πράττειν. Εὐκαιρία χρόνου ἐπίτευξις, ἐν ᾧ χρὴ παθεῖν τι ἢ ποιῆσαι. Εὐλάβεια φυλακὴ κακοῦ· ἐπιμέλεια φυλακῆς.
Τάξις ἐργασίας ὁμοιότης τῶν πρὸς ἄλληλα πάντων ὄντων· συμμετρία κοινωνίας· αἰτία τῶν πρὸς ἄλληλα πάντων ὄντων συμμετρίας [πρὸς τὸ μαθεῖν]. Πρόσεξις συντονία ψυχῆς πρὸς τὸ καταμαθεῖν. Εὐφυία τάχος μαθήσεως· γέννησις φυτῶν ἀγαθή· ἀρετὴ ἐν φύσει. Εὐμάθεια εὐφυία ψυχῆς πρὸς τάχος μαθήσεως. Νόμος ἀπόφασις κυρία περὶ ἀμφισβητουμένου πράγματος. Δίκη ἀμφισβήτησις περὶ τοῦ ἀδικεῖν ἣ μή.
Εὐνομία πειθαρχία νόμων σπουδαίων. Εὐφροσύνη ἐπὶ τοῖς τοῦ σώφρονος ἔργοις χαρά. Τιμὴ δόσις ἀγαθῶν ἐν ταῖς διʼ ἀρετὴν πράξεσιν διδομένων· ἀξίωμα ἀπʼ ἀρετῆς· σχῆμα σεμνότητος· τήρησις ἀξιώματος. Προθυμία ἐμφανισμὸς προαιρέσεως πρακτικῆς. Χάρις εὐεργεσία ἑκούσιος· ἀπόδοσις ἀγαθοῦ ὑπουργίας ἐν καιρῷ. Ὁμόνοια ὁμοδοξία ἀρχόντων καὶ ἀρχομένων ὡς δεῖ ἄρχειν καὶ ἄρχεσθαι. Πολιτεία κοινωνία πλήθους ἀνθρώπων αὐτάρκης πρὸς εὐδαιμονίαν· κοινωνία πλήθους ἔννομος.