Ἀίδιον τὸ κατὰ πάντα χρόνον καὶ πρότερον ὂν καὶ νῦν μὴ ἐφθαρμένον. Θεὸς ζῷον ἀθάνατον, αὔταρκες πρὸς εὐδαιμονίαν· οὐσία ἀίδιος, τῆς τἀγαθοῦ φύσεως αἰτία. Γένεσις κίνησις εἰς οὐσίαν· μετάληψις οὐσίας· πόρευσις εἰς τὸ εἶναι. Ἥλιος πῦρ οὐράνιον· ὃ μόνον ἀπʼ ἠοῦς μέχρι δείλης τοῖς αὐτοῖς ἔστιν ὁραθῆναι ἄστρον ἡμεροφανές· ζῷον ἀίδιον
ἔμψυχον τὸ μέγιστον. Χρόνος ἡλίου κίνησις, μέτρον φορᾶς. Ἡμέρα ἡλίου πορεία ἀπʼ ἀνατολῶν ἐπὶ δυσμάς· φῶς τοὐναντίον νυκτί. Ἕως ἡμέρας ἀρχή· τὸ πρῶτον φῶς ἀπὸ τοῦ ἡλίου. Μεσημβρία χρόνος ἐν ᾧ τῶν σωμάτων αἱ σκιαὶ ἐλαχίστου μήκους κοινωνοῦσιν. Δείλη ἡμέρας τελευτή. Νὺξ σκότος τοὐναντίον ἡμέρᾳ· ἡλίου στέρησις. Τύχη φορὰ ἐξ ἀδήλου εἰς ἄδηλον, καὶ ἡ ἐκ τοῦ αὐτομάτου αἰτία δαιμονίας πράξεως. Γῆρας φθίσις ἐμψύχου ὑπὸ χρόνου γιγνομένη.
Πνεῦμα κίνησις ἀέρος περὶ τὴν γῆν. Ἀὴρ στοιχεῖον οὖ πᾶσαι αἱ κατὰ τόπον κινήσεις κατὰ φύσιν εἰσίν. Οὐρανὸς σῶμα περιέχον πάντα τὰ αἰσθητὰ πλὴν αὐτοῦ τοῦ ἀνωτάτου ἀέρος. Ψυχὴ τὸ αὑτὸ κινοῦν· αἰτία κινήσεως ζωτικῆς ζῷων. Δύναμις τὸ καθʼ αὑτὸ ποιητικόν. Ὄψις ἕξις διακριτικὴ σωμάτων. Ὀστοῦν μυελὸς ὑπὸ θερμοῦ παγείς. Στοιχεῖον τὸ συνάγον καὶ διαλύον τὰ σύνθετα.
Ἀρετὴ διάθεσις ἡ βελτίστη· ἕξις θνητοῦ ζῴου καθʼ αὑτὴν ἐπαινετή· ἕξις καθʼ ἣν τὸ ἔχον ἀγαθὸν λέγεται· κοινωνία νόμων δικαία· διάθεσις, καθʼ ἣν τὸ ἔχον διακείμενον τελείως σπουδαῖον λέγεται· ἕξις ποιητικὴ εὐνομίας. Φρόνησις δύναμις ποιητικὴ καθʼ αὑτὴν τῆς ἀνθρώπου εὐδαιμονίας· ἐπιστήμη ἀγαθῶν καὶ κακῶν· διάθεσις καθʼ ἣν κρίνομεν τί πρακτέον καὶ τί οὐ πρακτέον. Δικαιοσύνη ὁμόνοια τῆς ψυχῆς πρὸς αὑτήν, καὶ εὐταξία
τῶν τῆς ψυχῆς μερῶν πρὸς ἄλληλά τε καὶ περὶ ἄλληλα· ἕξις διανεμητικὴ τοῦ κατʼ ἀξίαν ἑκάστῳ· ἕξις καθʼ ἣν ὁ ἔχων προαιρετικός ἐστιν τῶν φαινομένων αὐτῷ δικαίων· ἕξις ἐν βίῳ νόμου ὑπήκοος· ἰσότης κοινωνική· ἕξις ὑπηρετικὴ νόμων. Σωφροσύνη μετριότης τῆς ψυχῆς περὶ τὰς ἐν αὐτῇ κατὰ φύσιν γιγνομένας ἐπιθυμίας τε καὶ ἡδονάς· εὐαρμοστία καὶ εὐταξία ψυχῆς πρὸς τὰς κατὰ φύσιν ἡδονὰς καὶ λύπας· συμφωνία ψυχῆς πρὸς τὸ ἄρχειν καὶ ἄρχεσθαι· αὐτοπραγία κατὰ φύσιν· εὐταξία ψυχῆς· λογιστικὴ ὁμιλία ψυχῆς περὶ