Skip to content

Plato, Definitions (Greek, ed. J. Burnet) · Stephanus 414

Text display

Font size: 19px

Go to a reference
Same place in another edition

Anchor: Pl.Def.414a

Tap a number or a passage to select it.

Πρόνοια παρασκευὴ πρὸς μέλλοντά τινα. Βουλὴ σκέψις περὶ τῶν μελλόντων πῶς συμφέρει. Νίκη δύναμις κρατητικὴ περὶ ἀγωνίαν. Εὐπορία εὐκρίνεια κρατητικὴ τοῦ λεγομένου. Δωρεὰ ἀλλαγὴ χάριτος. Καιρὸς χρόνου ἀκμὴ πρὸς τὸ συμφέρον· χρόνος ἀγαθοῦ τινος συνεργός. Μνήμη διάθεσις ψυχῆς φυλακτικὴ τῆς ἐν αὐτῇ ὑπαρχούσης ἀληθείας. Ἔννοια συντονία διανοίας. Νόησις ἀρχὴ ἐπιστήμης. Ἁγνεία εὐλάβεια τῶν πρὸς τοὺς θεοὺς ἁμαρτημάτων· τῆς
θεοῦ τιμῆς κατὰ φύσιν θεραπεία. Μαντεία ἐπιστήμη προδηλωτικὴ πράξεως ἄνευ ἀποδείξεως. Μαντικὴ ἐπιστήμη θεωρητικὴ τοῦ ὄντος καὶ μέλλοντος ζῴῳ θνητῷ. Σοφία ἐπιστήμη ἀνυπόθετος· ἐπιστήμη τῶν ἀεὶ ὄντων· ἐπιστήμη θεωρητικὴ τῆς τῶν ὄντων αἰτίας. Φιλοσοφία τῆς τῶν ὄντων ἀεὶ ἐπιστήμης ὄρεξις· ἕξις θεωρητικὴ τοῦ ἀληθοῦς, πῶς ἀληθές· ἐπιμέλεια ψυχῆς μετὰ λόγου ὀρθοῦ. Ἐπιστήμη ὑπόληψις ψυχῆς ἀμετάπτωτος ὑπὸ λόγου· δύναμις ὑποληπτική τινος ἢ τινῶν ἀμετάπτωτος ὑπὸ λόγου·
λόγος ἀληθὴς ἐπὶ διανοίᾳ ἀμετάπτωτος. Δόξα ὑπόληψις μεταπειστὸς ὑπὸ λόγου· λογιστικὴ φορά· διάνοια ἐμπίπτουσα εἰς ψεῦδος καὶ ἀληθὲς ὑπὸ λόγου. Αἴσθησις ψυχῆς φορά· νοῦ κίνησις· ψυχῆς διὰ σώματος εἰσάγγελσις εἰς ὥρος ἀνθρώπων, ἀφʼ ἦς γίγνεται ψυχῆς ἄλογος δύναμις γνωριστικὴ διὰ σώματος. Ἕξις διάθεσις ψυχῆς καθʼ ἣν ποιοί τινες λεγόμεθα. Φωνὴ ῥεῦμα διὰ στόματος ἀπὸ διανοίας.
Λόγος φωνὴ ἐγγράμματος, φραστικὴ ἑκάστου τῶν ὄντων· διάλεκτος συνθετὴ ἐξ ὀνομάτων καὶ ῥημάτων ἄνευ μέλους. Ὄνομα διάλεκτος ἀσύνθετος ἑρμηνευτικὴ τοῦ τε κατὰ τῆς οὐσίας κατηγορουμένου καὶ παντὸς τοῦ μὴ καθʼ ἑαυτοῦ λεγομένου. Διάλεκτος φωνὴ ἀνθρώπου ἐγγράμματος· καὶ σημεῖόν τι κοινὸν ἑρμηνευτικὸν ἄνευ μέλους. Συλλαβὴ ἀνθρωπίνης φωνῆς ἄρθρον ἐγγράμματον. Ὅρος λόγος ἐκ διαφορᾶς καὶ γένους συγκείμενος. Τεκμήριον ἀπόδειξις ἀφανοῦς.
Ἀπόδειξις λόγος συλλογιστικὸς ἀληθής· λόγος ἐμφανιστικὸς διὰ προγιγνωσκομένων. Στοιχεῖον φωνῆς φωνὴ ἀσύνθετος, αἰτία ταῖς ἄλλαις φωναῖς τοῦ φωνὰς εἶναι. Ὠφέλιμον τὸ αἴτιον τοῦ εὖ πάσχειν· τὸ αἴτιον ἀγαθοῦ. Συμφέρον τὸ εἰς ἀγαθὸν φέρον. [Καλὸν τὸ ἀγαθόν.] Ἀγαθὸν τὸ αἴτιον σωτηρίας τοῖς οὖσιν· τὸ αἴτιον παντὸς τοῦ πρὸς αὑτό, ἀφʼ οὗ συμβαίνει ἃ χρὴ αἱρεῖσθαι. Σῶφρον τὸ κόσμιον τῆς ψυχῆς. Δίκαιον νόμου τάγμα ποιητικὸν δικαιοσύνης.

Source and terms: Plato, Definitions (Greek, ed. J. Burnet) · CC BY-SA 4.0 · Plato, ed. John Burnet, Platonis Opera, vol. 5.2 (Oxford: Clarendon Press, 1915). TEI encoding: First1KGreek, Open Greek and Latin / University of Leipzig and Tufts (OpenGreekAndLatin/First1KGreek), commit 03776b3, file data/tlg0059/tlg037/tlg0059.tlg037.1st1K-grc1.xml; licensed CC BY-SA 4.0. · terms

Bookmarks, notes and the reading position are stored only in this browser.