Skip to content

Plato, Alcibiades I (Greek, ed. J. Burnet) · Stephanus 135

Text display

Font size: 19px

Go to a reference
Same place in another edition

Anchor: Pl.Alc1.135a

Side by side

Tap a number or a passage to select it.

βούλεται, νοῦν ἰατρικὸν μὴ ἔχοντι, τυραννοῦντι δὲ ὡς μηδὲν ἐπιπλήττοι τις αὐτῷ, τί τὸ συμβησόμενον; ἆρʼ οὐχ, ὡς τὸ εἰκός, διαφθαρῆναι τὸ σῶμα; ἀληθῆ λέγεις. τί δʼ ἐν νηί, εἴ τῳ ἐξουσία εἴη ποιεῖν ὃ δοκεῖ, νοῦ τε καὶ ἀρετῆς κυβερνητικῆς ἐστερημένῳ, καθορᾷς ἃ ἂν συμβαίη αὐτῷ τε καὶ τοῖς συνναύταις; ἔγωγε, ὅτι γε ἀπόλοιντο πάντες ἄν. οὐκοῦν ὡσαύτως ἐν πόλει τε καὶ πάσαις ἀρχαῖς καὶ
ἐξουσίαις ἀπολειπομέναις ἀρετῆς ἕπεται τὸ κακῶς πράττειν; ἀνάγκη. οὐκ ἄρα τυραννίδα χρή, ὦ ἄριστε Ἀλκιβιάδη, παρασκευάζεσθαι οὔθʼ αὑτῷ οὔτε τῇ πόλει, εἰ μέλλετε εὐδαιμονεῖν, ἀλλʼ ἀρετήν. ἀληθῆ λέγεις. πρὶν δέ γε ἀρετὴν ἔχειν, τὸ ἄρχεσθαι ἄμεινον ὑπὸ τοῦ βελτίονος ἢ τὸ ἄρχειν ἀνδρί, οὐ μόνον παιδί. φαίνεται. οὐκοῦν τό γʼ ἄμεινον καὶ κάλλιον; ναί. τὸ δὲ κάλλιον πρεπωδέστερον;
πῶς δʼ οὔ; πρέπει ἄρα τῷ κακῷ δουλεύειν· ἄμεινον γάρ. ναί. δουλοπρεπὲς ἄρʼ ἡ κακία. φαίνεται. ἐλευθεροπρεπὲς δὲ ἡ ἀρετή. ναί. οὐκοῦν φεύγειν χρή, ὦ ἑταῖρε, τὴν δουλοπρέπειαν; μάλιστά γε, ὦ Σώκρατες. αἰσθάνῃ δὲ νῦν πῶς ἔχεις; ἐλευθεροπρεπῶς ἢ οὔ; δοκῶ μοι καὶ μάλα σφόδρα αἰσθάνεσθαι. οἶσθʼ οὖν πῶς ἀποφεύξῃ τοῦτο τὸ περὶ σὲ νῦν; ἵνα μὴ ὀνομάζωμεν αὐτὸ ἐπὶ καλῷ ἀνδρί,
ἔγωγε. πῶς; ἐὰν βούλῃ σύ, ὦ Σώκρατες. οὐ καλῶς λέγεις, ὦ Ἀλκιβιάδη. ἀλλὰ πῶς χρὴ λέγειν; ὅτι ἐὰν θεὸς ἐθέλῃ. λέγω δή. καὶ πρὸς τούτοις μέντοι τόδε λέγω, ὅτι κινδυνεύσομεν μεταβαλεῖν τὸ σχῆμα, ὦ Σώκρατες, τὸ μὲν σὸν ἐγώ, σὺ δὲ τοὐμόν· οὐ γὰρ ἔστιν ὅπως οὐ παιδαγωγήσω σε ἀπὸ τῆσδε τῆς ἡμέρας, σὺ δʼ ὑπʼ ἐμοῦ παιδαγωγήσῃ.
ὦ γενναῖε, πελαργοῦ ἄρα ὁ ἐμὸς ἔρως οὐδὲν διοίσει, εἰ παρὰ σοὶ ἐννεοττεύσας ἔρωτα ὑπόπτερον ὑπὸ τούτου πάλιν θεραπεύσεται. ἀλλὰ οὕτως ἔχει, καὶ ἄρξομαί γε ἐντεῦθεν τῆς δικαιοσύνης ἐπιμέλεσθαι. βουλοίμην ἄν σε καὶ διατελέσαι· ὀρρωδῶ δέ, οὔ τι τῇ σῇ φύσει ἀπιστῶν, ἀλλὰ τὴν τῆς πόλεως ὁρῶν ῥώμην, μὴ ἐμοῦ τε καὶ σοῦ κρατήσῃ.

Source and terms: Plato, Alcibiades I (Greek, ed. J. Burnet) · CC BY-SA 4.0 · Plato, ed. John Burnet, Platonis Opera, vol. 2 (Oxford: Clarendon Press, 1910). TEI encoding: Perseus Digital Library, Tufts University (PerseusDL/canonical-greekLit), commit 0189b9c, file data/tlg0059/tlg013/tlg0059.tlg013.perseus-grc2.xml; licensed CC BY-SA 4.0. · terms

Bookmarks, notes and the reading position are stored only in this browser.