Skip to content

Plato, Alcibiades I (Greek, ed. J. Burnet) · Stephanus 125

Text display

Font size: 19px

Go to a reference
Same place in another edition

Anchor: Pl.Alc1.125a

Side by side

Tap a number or a passage to select it.

καλοὺς δὲ κἀγαθοὺς λέγεις τοὺς φρονίμους ἢ τοὺς ἄφρονας; τοὺς φρονίμους. οὐκοῦν ὃ ἕκαστος φρόνιμος, τοῦτʼ ἀγαθός; ναί. ὃ δὲ ἄφρων, πονηρός; πῶς γὰρ οὔ; ἆρʼ οὖν ὁ σκυτοτόμος φρόνιμος εἰς ὑποδημάτων ἐργασίαν; πάνυ γε. ἀγαθὸς ἄρʼ εἰς αὐτά; ἀγαθός. τί δʼ; εἰς ἱματίων ἐργασίαν οὐκ ἄφρων ὁ σκυτοτόμος; ναί.
κακὸς ἄρα εἰς τοῦτο; ναί. ὁ αὐτὸς ἄρα τούτῳ γε τῷ λόγῳ κακός τε καὶ ἀγαθός. φαίνεται. ἦ οὖν λέγεις τοὺς ἀγαθοὺς ἄνδρας εἶναι καὶ κακούς; οὐ δῆτα. ἀλλὰ τίνας ποτὲ τοὺς ἀγαθοὺς λέγεις; τοὺς δυναμένους ἔγωγε ἄρχειν ἐν τῇ πόλει. οὐ δήπου ἵππων γε; οὐ δῆτα. ἀλλʼ ἀνθρώπων; ναί. ἆρα καμνόντων; οὔ. ἀλλὰ πλεόντων; οὔ φημι. ἀλλὰ θεριζόντων; οὔ.
ἀλλʼ οὐδὲν ποιούντων ἤ τι ποιούντων; ποιούντων λέγω. τί; πειρῶ καὶ ἐμοὶ δηλῶσαι. οὐκοῦν τῶν καὶ συμβαλλόντων ἑαυτοῖς καὶ χρωμένων ἀλλήλοις, ὥσπερ ἡμεῖς ζῶμεν ἐν ταῖς πόλεσιν. οὐκοῦν ἀνθρώπων λέγεις ἄρχειν ἀνθρώποις χρωμένων; ναί. ἆρα κελευστῶν χρωμένων ἐρέταις; οὐ δῆτα. κυβερνητικὴ γὰρ αὕτη γε ἀρετή; ναί. ἀλλʼ ἀνθρώπων λέγεις ἄρχειν αὐλητῶν, ἀνθρώποις
ἡγουμένων ᾠδῆς καὶ χρωμένων χορευταῖς; οὐ δῆτα. χοροδιδασκαλικὴ γὰρ αὕτη γʼ αὖ; πάνυ γε. ἀλλὰ τί ποτε λέγεις χρωμένων ἀνθρώπων ἀνθρώποις οἷόν τʼ εἶναι ἄρχειν; κοινωνούντων ἔγωγε λέγω πολιτείας καὶ συμβαλλόντων πρὸς ἀλλήλους, τούτων ἄρχειν τῶν ἐν τῇ πόλει. τίς οὖν αὕτη ἡ τέχνη; ὥσπερ ἂν εἴ σε ἐροίμην πάλιν τὰ νυνδή, κοινωνούντων ναυτιλίας ἐπίστασθαι ἄρχειν τίς ποιεῖ τέχνη; κυβερνητική.
κοινωνούντων δʼ ᾠδῆς, ὡς νυνδὴ ἐλέγετο, τις ἐπιστήμη ποιεῖ ἄρχειν; ἥνπερ σὺ ἄρτι ἔλεγες, ἡ χοροδιδασκαλία. τί δέ; πολιτείας κοινωνούντων τίνα καλεῖς ἐπιστήμην; εὐβουλίαν ἔγωγε, ὦ Σώκρατες. τί δέ; μῶν ἀβουλία δοκεῖ εἶναι ἡ τῶν κυβερνητῶν; οὐ δῆτα. ἀλλʼ εὐβουλία;

Source and terms: Plato, Alcibiades I (Greek, ed. J. Burnet) · CC BY-SA 4.0 · Plato, ed. John Burnet, Platonis Opera, vol. 2 (Oxford: Clarendon Press, 1910). TEI encoding: Perseus Digital Library, Tufts University (PerseusDL/canonical-greekLit), commit 0189b9c, file data/tlg0059/tlg013/tlg0059.tlg013.perseus-grc2.xml; licensed CC BY-SA 4.0. · terms

Bookmarks, notes and the reading position are stored only in this browser.