Skip to content

Plato, Alcibiades I (Greek, ed. J. Burnet) · Stephanus 111

Text display

Font size: 19px

Go to a reference
Same place in another edition

Anchor: Pl.Alc1.111a

Side by side

Tap a number or a passage to select it.

οἷον καὶ τὸ ἑλληνίζειν παρὰ τούτων ἔγωγʼ ἔμαθον, καὶ οὐκ ἂν ἔχοιμι εἰπεῖν ἐμαυτοῦ διδάσκαλον, ἀλλʼ εἰς τοὺς αὐτοὺς ἀναφέρω οὓς σὺ φῂς οὐ σπουδαίους εἶναι διδασκάλους. ἀλλʼ, ὦ γενναῖε, τούτου μὲν ἀγαθοὶ διδάσκαλοι οἱ πολλοί, καὶ δικαίως ἐπαινοῖντʼ ἂν αὐτῶν εἰς διδασκαλίαν. τί δή; ὅτι ἔχουσι περὶ αὐτὰ ἃ χρὴ τοὺς ἀγαθοὺς διδασκάλους ἔχειν. τί τοῦτο λέγεις; οὐκ οἶσθʼ ὅτι χρὴ τοὺς μέλλοντας διδάσκειν ὁτιοῦν
αὐτοὺς πρῶτον εἰδέναι; ἢ οὔ; πῶς γὰρ οὔ; οὐκοῦν τοὺς εἰδότας ὁμολογεῖν τε ἀλλήλοις καὶ μὴ διαφέρεσθαι; ναί. ἐν οἷς δʼ ἂν διαφέρωνται, ταῦτα φήσεις εἰδέναι αὐτούς; οὐ δῆτα. τούτων οὖν διδάσκαλοι πῶς ἂν εἶεν; οὐδαμῶς. τί οὖν; δοκοῦσί σοι διαφέρεσθαι οἱ πολλοὶ ποῖόν ἐστι λίθος ἢ ξύλον; καὶ ἐάν τινα ἐρωτᾷς, ἆρʼ οὐ τὰ αὐτὰ
ὁμολογοῦσιν, καὶ ἐπὶ ταὐτὰ ὁρμῶσιν ὅταν βούλωνται λαβεῖν λίθον ἢ ξύλον; ὡσαύτως καὶ πάνθʼ ὅσα τοιαῦτα· σχεδὸν γάρ τι μανθάνω τὸ ἑλληνίζειν ἐπίστασθαι ὅτι τοῦτο λέγεις· ἢ οὔ; ναί. οὐκοῦν εἰς μὲν ταῦθʼ, ὥσπερ εἴπομεν, ἀλλήλοις τε ὁμολογοῦσι καὶ αὐτοὶ ἑαυτοῖς ἰδίᾳ, καὶ δημοσίᾳ αἱ πόλεις πρὸς ἀλλήλας οὐκ ἀμφισβητοῦσιν αἱ μὲν ταῦθʼ αἱ δʼ ἄλλα φάσκουσαι; οὐ γάρ. εἰκότως ἂν ἄρα τούτων γε καὶ διδάσκαλοι εἶεν ἀγαθοί.
ναί. οὐκοῦν εἰ μὲν βουλοίμεθα ποιῆσαί τινα περὶ αὐτῶν εἰδέναι, ὀρθῶς ἂν αὐτὸν πέμποιμεν εἰς διδασκαλίαν τούτων τῶν πολλῶν; πάνυ γε. τί δʼ εἰ βουληθεῖμεν εἰδέναι, μὴ μόνον ποῖοι ἄνθρωποί εἰσιν ἢ ποῖοι ἵπποι, ἀλλὰ καὶ τίνες αὐτῶν δρομικοί τε καὶ μή, ἆρʼ ἔτι οἱ πολλοὶ τοῦτο ἱκανοὶ διδάξαι; οὐ δῆτα. ἱκανὸν δέ σοι τεκμήριον ὅτι οὐκ ἐπίστανται οὐδὲ
κρήγυοι διδάσκαλοί εἰσιν τούτων, ἐπειδὴ οὐδὲν ὁμολογοῦσιν ἑαυτοῖς περὶ αὐτῶν; ἔμοιγε. τί δʼ εἰ βουληθεῖμεν εἰδέναι, μὴ μόνον ποῖοι ἄνθρωποί εἰσιν, ἀλλʼ ὁποῖοι ὑγιεινοὶ ἢ νοσώδεις, ἆρʼ ἱκανοὶ ἂν ἡμῖν ἦσαν διδάσκαλοι οἱ πολλοί; οὐ δῆτα. ἦν δʼ ἄν σοι τεκμήριον ὅτι μοχθηροί εἰσι τούτων διδάσκαλοι, εἰ ἑώρας αὐτοὺς διαφερομένους; ἔμοιγε. τί δὲ δή; νῦν περὶ τῶν δικαίων καὶ ἀδίκων ἀνθρώπων

Source and terms: Plato, Alcibiades I (Greek, ed. J. Burnet) · CC BY-SA 4.0 · Plato, ed. John Burnet, Platonis Opera, vol. 2 (Oxford: Clarendon Press, 1910). TEI encoding: Perseus Digital Library, Tufts University (PerseusDL/canonical-greekLit), commit 0189b9c, file data/tlg0059/tlg013/tlg0059.tlg013.perseus-grc2.xml; licensed CC BY-SA 4.0. · terms

Bookmarks, notes and the reading position are stored only in this browser.