Pars I. Περὶ Πίστεως
Ἐρώτ. Ποῖον εἶναι τὸ δεύτερον χάρισμα τοῦ ἁγίου Πνεύματος;
Ἀπόκρ. Τὸ χάρισμα τῆς συνέσεως ἢ κατανοήσεως τῶν ἀποῤῥήτων καὶ τῆς θείας θελήσεως· περὶ τῆς ὁποίας ἡ Γραφὴ διδάσκει (Ἐξ. λςʹ. ά.) λέγουσα· καὶ πᾶς σοφὸς τῇ διανοίᾳ, ῷ ἐδόθη σοφία καὶ ἐπιστήμη ἐν αὐτοῖς, συνιέναι ποιεῖν πάντα τὰ ἔργα, τὰ καλὰ τὰ ἅγια καθήκοντα· κατὰ πάντα ὅσα συνέταξε Κύριος. Καὶ εἰς τοὺς περὶ τὸν Δανιήλ (κεφ. ά. ιζʹ.)· καὶ ἔδωκεν αὐτοῖς ὁ Θεὸς σύνεσιν καὶ φρόνησιν ἐν πάσῃ γραμματικῇ καὶ σοφίᾳ· καὶ Δανιὴλ συνῆκεν ἐν πασῃ ὁράσει καὶ ἐνυπνίοις. Καὶ ἀλλαχοῦ (Λουκ. κδʹ. μέ.)· τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς Γραφάς. Καὶ ὁ Ἀπόστολος (βʹ. Τιμ. βʹ. ζʹ.) λέγει· δῴη γὰρ σοι Κύριος σύνεσιν ἐν πᾶσιν. Εἰς τὴν σύνεσιν τούτην εἶναι ἀντικειμένη ἡ ἀνοησία καὶ ἀπιστία· διὰ τὴν ὁποῖαν λέγει (Λουκ. κδʹ. κέ.) ὁ Κύριος· ᾦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ Προφῆται. Καὶ εἰς ἄλλον τόπον (Γαλ. γʹ. γʹ.) λέγει ὁ Ἀπόστολος· οὕτως ἀνόητοί ἐστε; ἐναρξάμενοι Πνεύματι, νῦν σαρκὶ ἐπιτελεῖσθε;
Ссылки на Писание, напечатанные в источнике
Ссылки на Писание, напечатанные в источнике: Exod.36.1; Dan.1.17; Luke.24.45; 2Tim.2.7; Luke.24.25; Gal.3.3