Pars I. Περὶ Πίστεως
Ἐρώτ. Τί διδάσκει τοὺς ὀρθοδόξους τοῦτο τὸ ἄρθρον τῆς πίστεως;
Ἀπόκρ. Δύο πράγματα ἑρμηνεύει· πρῶτον, πῶς ὁ Υἱὸς τοῦ Θεοῦ ὁ Ἰησοῦς Χριστὸς εἶναι Θεὸς ἀΐδιος, γεννημένος ἀπὸ τὴν ἰδίαν φύσιν τοῦ Πατρὸς, ὁμότιμος καὶ ὁμόδοξος τῷ Πατρί· ὡς αὐτὸς (Ἰωαν. ιζʹ. έ.) περὶ ἑαυτοῦ εἶπε· καὶ νῦν δόξασόν με σύ, Πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Δεύτερον εἰς τὸ ἄρθρον τοῦτο ἡ διδασκαλία αὕτη εὑρίσκεται, ἤγουν πῶς ὁ Ἰησοῦς Χριστὸς εἶναι ποιητὴς, ὄχι μόνον τῶν πραγμάτων, ἀλλὰ καὶ αὐτοῦ τοῦ χρόνου καὶ τοῦ αἰῶνος, εἰς τὸν ὁποῖον τὰ ὄντα ἐγενήκασι· καθὼς εἶπεν ὁ Ἀπόστολος (Ἐβρ. ά. βʹ.)· δἰ οὗ καὶ τοὺς αἰῶνας ἐποίησε. Περὶ δὲ τῶν ὄντων λέγει ὁ Ἰωάννης (κεφ. ά. ί.) ὁ εὐαγγελιστής· ὁ κόσμος δἰ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.
Scripture references printed in the source
Scripture references printed in the source: John.17.5; Heb.1.2; John.1.10