Pars I. Περὶ Πίστεως
Ἐρώτ. Τί διδάσκει δεύτερον τὸ ἄρθρον τοῦτο;
Ἀπόκρ. Πῶς εἰς τὴν τελευταίαν κρίσιν οἱ ἄνθρωποι θέλουσιν ἀποδώσειν λόγον διὰ τοὺς λογισμοὺς, διὰ τὰ λόγια καὶ διὰ τὰ ἔργα· κατὰ τὴν γραφήν τὴν (Ματθ. ιβʹ. λςʹ.) λέγουσαν· λέγω δὲ ὑμῖν, ὅτι πᾶν ῥῆμα ἀργὸν, ὃ ἐὰν λαλήσουσιν οἱ ἄνθρωποι, ἀποδώσουσι περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως· καὶ ὁ Ἀπόστολος (ά. Κορ. δʹ. έ.) λέγει· ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος· ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους· καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν· καὶ τότε ὁ ἔπαινος γενήσεται ἐκάστῳ ἀπὸ τοῦ Θεοῦ.
Ссылки на Писание, напечатанные в источнике
Ссылки на Писание, напечатанные в источнике: Matt.12.36; 1Cor.4.5