Исповедание Досифея (Иерусалимский собор 1672), греческий текст · Ὅρος 16 · 1672
Открыть в «Читать»Πιστεύομεν τὸ ἅγιον βάπτισμα, τὸ διαταγὲν μὲν παρὰ τοῦ κυρίου, γινόμενον δὲ ἐν ὀνόματι τῆς ἁγίας τριάδος, εἶναι τῶν ἀναγκαιοτάτων. Χωρὶς γὰρ αὐτοῦ οὐδεὶς δύναται σωθῆναι, ὡς ὁ κύριός φησιν· ὅστις οὐ μὴ γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Καὶ διὰ τοῦτό ἐστιν ἀναγκαῖον καὶ τοῖς νητίοις, ἐπειδὴ κἁκεῖνα ὐπόκεινται τῇ ἀρχεγόνῳ ἁμαρτίᾳ καὶ χωρὶς τοῦ βαπτίσματος οὐ δύναται τυχεῖν τῆς ἀφέσεως· ὅπερ ὁ κύριος δεικνύων οὐκ ἔφη μερικῶς ἀλλ᾿ ἁπλῶς καὶ καθόλου· ὅστις οὐ μὴ γεννηθῇ, ὃ ταὐτόν ἐστι τῷ· πάντας τοὺς μετὰ τὴν ἔλευσιν τοῦ σωτῆρος Χριστοῦ εἰσελευσομένους ἐν τῆ βασιλείᾳ τῶν οὐρανων δεῖ ἀναγεννηθῆναι. Εἰ δὲ τὰ νήπια ἄνθρωποι, εἴπερ καὶ ταῦτα δεῖται σωτηρίας· δεῖται σωτηρίας, δεῖται καὶ τοῦ βαπτίσματος. Καὶ τὰ μὴ ἀναγεννηθέντα, ὡς μὴ τὴν ἄφεσιν τῆς προπατορικῆς ἁμαρτίας λαβόντα, ὑπόκειται τῇ ἀϊδίῳ τῆς ἁμαρτίας ἀνάγκης ποινῇ, καὶ ἑπομένως οὐ σώζεται χωρὶς…
Найденные цитаты1
Ин 3:5близкая
«μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν»