Confession of Dositheus (Synod of Jerusalem 1672), Greek text · Ὅρος 3 · 1672
Open in ReadΠιστεύομεν τὸν ἄκρως ἀγαθὸν θεὸν ἐξ ἀϊδίου οὓς ἐξελέξατο εἰς δόξαν προορίσαι, οὓς δ᾿ αὖ ἀπεδοκίμασεν εἰς κατάκρισιν παραχωρῆσαι· οὐχ ὅτι δὲ τούτους οὕτως ἠβουλήθη δικαιῶσαι, τούτους δ᾿ ἀναιτίως παραχωρῆσαι καὶ κατακρῖναι. Ἀνοίκειον γὰρ τοῦτο τῷ πατρὶ τῶν ὅλων καὶ ἀπροσωπολείπτῃ καὶ θέλοντι πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, Θεῷ· ἀλλ᾿ ὅτι τούτους μὲν προεῖδεν καλῶς τῷ αὐτεξουσίῳ χρησομένους, τούτους δὲ κακῶς, προορίσαι ἢ κατακρῖναι. Ἐννοοῦμεν δὲ τῆν χρῆσιν τοῦ αὐτεξουσίου οὕτως, ὥστε τῆς θείας καὶ φωτιστικῆς χάριτος, ἣν καὶ προκαταρκτικὴν προσαγορεύομεν, οἶον φῶς τοῖς ἐν σκότει παρὰ τῆς θείας ἀγαθότητος πᾶσι χορηγουμένης, τοῖς βουλομένοις ὑπεῖξαι ταύτῃ, καὶ γὰρ οὐ τοὺς μὴ θέλοντας ἀλλὰ τοὺς θέλοντας ὠφελεῖ—καὶ συγκατατεθῆναι, ἐν οἶς ἐκείνη ἐντέλλεται, πρὸς σωτηρίαν οὖσιν ἀναγκαιοτάτοις, δωρεῖσθαι ἑπομένως καὶ ἰδικὴν χάριν, ἥτις συνεργοῦσα καὶ ἐνδυναμοῦσα καὶ ἐμμόν…
Quotations found1
1 Tim 2:4close
«πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν»