Skip to content

Side by side · Præfatio

Two to four editions side by side: scroll one and the others keep to the same place. Rows are aligned by the library's correspondence data; the same place is not the same text.

Editions

The first edition leads: chapters, the numbering of a reference and the order of rows follow it.

Correspondence: By shared unit refs

How it is aligned: The editions number their units the same way (shared refs); a coarser unit joins the finer ones it contains (Pl.Cri.43 covers 43a–43e).

Rows are aligned by the library's correspondence data; the same place is not the same text.

Swipe sideways to change the edition; the place is kept.

Confession of Dositheus (Greek)leadAncient Greek

Open in the reader

PræfatioΔοσίθεος ἐλέῳ Θεοῦ Πατριάρχης Ἰεροσολυμῶν τοῖς ἐρωτῶσι καὶ πυνθανομένοις περὶ τῆς πίστεως καὶ θρησκεἱας τῶν Γραικῶν ἤτοι τῆς ἀνατολικῆς ἐκκλησίας, πῶς δηλονότι περὶ τῆς ὀρθοδόξου πίστεως φρονεῖ, ἐν ὀνόματι κοινῶς τῶν ὑποκειμένων τῷ καθ᾿ ἡμᾶς ἀποστολικῷ θρόνῳ Χριστιανῶν ἁπάντων καὶ τῶν ἐπιδημούντων τῇ ἁγίᾳ ταύτῃ καὶ μεγάλῃ πόλει Ἱερουσαλὴμ ὀρθοδόξων προσκυνητῶν (οἷς πᾶσα ἐν τοῖς περὶ πίστεως ἡ καθολικὴ ἐκκλησία συνᾴδει) ἐκδίδωσι σύντομον ὁμολογίαν ταύτην εἰς μαρτύριον πρὸς τε Θεοῦ πρὸς τε ἀνθρώπων εἰλικρινεῖ συνειδήσει, οὐδεμιᾶς ἄνευ προσποιήσεως.

1:Ὅρος 1Πιστεύομεν εἰς ἕνα Θεὸν ἀληθῆ, παντοκράτορα καὶ ἀόριστον, πατέρα, υἱὸν καὶ ἅγιον πνεῦμα· τατέρα ἀγέννητον, υἱὸν γεννητὸν ἐκ τοῦ πατρὸς πρὸ αἰώνων, ὁμοούσιον αὐτῷ, πνεῦμα ἅγιον ἐν τοῦ πατρὸς ἐκπορευόμενον, πατρὶ καὶ υἱῷ ὁμοούσιον. Ταύτας τὰς τρεῖς ὑποστάσεις ἐν μιᾷ οὐσίᾳ παναγίαν τριάδα προσαγορεύομεν ὑπὸ πάσης κτίσεως ἀεὶ εὐλογουμένην, δοξαζομένην καὶ προσκυνουμένην.

2:Ὅρος 2Πιστεύομεν τὴν θείαν καὶ ἰερὰν γραφὴν εἶναι θεοδίδακτον, καὶ διὰ τοῦτο ταύτῃ ἀδιστάκτως πιστεύειν ὀφείλομεν, οὐκ ἄλλως μέντοι ἀλλ᾿ ἢ ὡς ἡ καθολικὴ ἐκκλησία ταύτην ἡρηήνευσε καὶ παρὲδωκεν. Πᾶσα γὰρ αἱρετικῶν βδελυρία δέχεται μὲν τὴν θείαν γραφὴν, παρεξηγεῖται δ᾿ αὐτὴν μεταφοραῖς καὶ ὁμωνυμίαις καὶ σοφὶσμασι σοφίας ἀνθρωπίνης χρωμένη, συγχέουσα τὰ ἀσύγχυτα καὶ παίζουσα ἐν οὐ παικτικοῖς. Ἄλλως γὰρ ἂν, ἄλλου ἄλλην ὁσημέραι περὶ αὐτῆς γνώμην ἐσχηκότος, οὐκ ἂν εἴη ἡ καθολική ἐκκλησία Χριστοῦ χάριτι ἕως τῆς σήμερον ἐκκλησία, μίαν γνώμην ἔχουσα περὶ πίστεως καὶ ἀεὶ ὡσαύτως καὶ ἀπαρασαλεύτως πιστεύουσα· ἀλλ᾿ ἐσχίσθη ἂν εἰς μύρια, καὶ αἱρέσεσιν ὑπέκειτο· καὶ μηδ᾿ ἦν ἡ ἐκκλησία ἁγία στύλη καὶ ἑδραίωμα τῆς ἀληθείας, ἄσπιλός τε καὶ ῥυτίδος χωρὶς, ἀλλ᾿ ἡ ἐκκλησία πονηρευομένων, ὡς φαίνεται γεγονυῖα ἀναμφιβόλως ἡ τῶν αἱρετικῶν καὶ μάλιστα τῶν ἀπο Καλουΐνου, οἳ οὐκ αἰσχύνονται παρὰ τῆς ἐκκλησίας μανθάνειν, ἔπειτα ταύτην πονηρῶς ἀποκρούεσθαι· ὅθεν καὶ τὴν τῆς καθολικῆς ἐκκλησίας μαρτυρίαν οὐχ ἦττον τῆς ἣν κέκτηται ἡ θεία γραφὴ εἶναι πιστεύομεν. Ἐνὸς γὰρ καὶ τοῦ αὐτοῦ ἁγίου πνεύματος ὄντος ἀμφοτέρων δημιουργοῦ, ἶσόν ἐστι πάντως ὑπὸ τῆς γραφῆς καὶ ὑπὸ τῆς καθολικῆς ἐκκλησίας διδάσκεσθαι. Ἔπειτα ἄνθρωπον μὲν ὅντινα οὖν λαλοῦντα ἀφ᾿ ἑαυτοῦ ἐνδέχεται ἁμαρτῆσαι καὶ ἀπατῆσαι καὶ ἀπατηθῆναι· τὴν δὲ καθολικὴν ἐκκλησίαν ὡς μηδέποτε λαλήσασαν ἢ λαλοῦσαν ἀφ᾿ ἑαυτῆς ἀλλ᾿ ἐκ τοῦ πνεύματος τοῦ Θεοῦ, ὃ καὶ διδάσκαλον ἀδιαλείπτως πλουτεῖ εἰς τὸν αἰῶνα, ἀδύνατον πάντῃ ἁμερτῆσαι ἢ ὅλως ἀπατῆσαι καὶ ἀπατηθῆναι· ἀλλ᾿ ἔστιν ὡσαύτως τῇ θείᾳ γραφῇ ἀδιάπτωτος καὶ ἀένναον κῦρος ἔχουσα.

3:Ὅρος 3Πιστεύομεν τὸν ἄκρως ἀγαθὸν θεὸν ἐξ ἀϊδίου οὓς ἐξελέξατο εἰς δόξαν προορίσαι, οὓς δ᾿ αὖ ἀπεδοκίμασεν εἰς κατάκρισιν παραχωρῆσαι· οὐχ ὅτι δὲ τούτους οὕτως ἠβουλήθη δικαιῶσαι, τούτους δ᾿ ἀναιτίως παραχωρῆσαι καὶ κατακρῖναι. Ἀνοίκειον γὰρ τοῦτο τῷ πατρὶ τῶν ὅλων καὶ ἀπροσωπολείπτῃ καὶ θέλοντι πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, Θεῷ· ἀλλ᾿ ὅτι τούτους μὲν προεῖδεν καλῶς τῷ αὐτεξουσίῳ χρησομένους, τούτους δὲ κακῶς, προορίσαι ἢ κατακρῖναι. Ἐννοοῦμεν δὲ τῆν χρῆσιν τοῦ αὐτεξουσίου οὕτως, ὥστε τῆς θείας καὶ φωτιστικῆς χάριτος, ἣν καὶ προκαταρκτικὴν προσαγορεύομεν, οἶον φῶς τοῖς ἐν σκότει παρὰ τῆς θείας ἀγαθότητος πᾶσι χορηγουμένης, τοῖς βουλομένοις ὑπεῖξαι ταύτῃ, καὶ γὰρ οὐ τοὺς μὴ θέλοντας ἀλλὰ τοὺς θέλοντας ὠφελεῖ—καὶ συγκατατεθῆναι, ἐν οἶς ἐκείνη ἐντέλλεται, πρὸς σωτηρίαν οὖσιν ἀναγκαιοτάτοις, δωρεῖσθαι ἑπομένως καὶ ἰδικὴν χάριν, ἥτις συνεργοῦσα καὶ ἐνδυναμοῦσα καὶ ἐμμόνους πρὸς τὴν τοῦ θεοῦ ἀγάπην, ταὐτὸν εἰπεῖν, πρὸς ἃ θεὸς θέλει ἡμᾶς ἐργάζεσθαι ἀγαθὰ, ἃ καὶ ἡ προκαταρκτικὴ χάρις προσενετείλατο, ἀποτελοῦσα, δικαιοῖ καὶ προωρισμένους ποιεὶ. Τοῖς δὲ μὴ θέλουσιν ὑπακοῦσαι καὶ συγκατατεθῆναι τῇ χάριτι, καὶ διὰ τοῦτο οὐδ᾿ ἃ θεὸς βούλεται ἡμᾶς ἐργάζεσθαι τηροῦσι καὶ ἐν τοῖς τοῦ σατανᾶ ἐπιτηδεύμασι τὴν ἥν παρὰ θεοῦ εἰλήφασιν αὐτεξουσιότητα εἰς τὸ ἐργάζεσθαι ἑκουσίως τὸ ἀγαθὸν, καταχρωμένοις, γίνεσθαι τὴν παραχώρησιν εἰς ἀΐδιον κατάκρισιν. Τὸ δὲ λέγειν παμμιάρους αἱρετικοὺς—ὡς κεῖται ἐν τῷδε τῷ κεφαλαίῳ—τὸν θεὸν προορίζειν ἢ κατακρίνειν μηδαμῶς εἰς τὰ ἔργα ἀποβλέποντα τῶν προοριζομένων ἢ κατακρινομένων, βέβηλον καὶ ἀνόσιον οἴδαμεν. Ἐμάχετο γὰρ ἂν οὕτως ἡ γραφὴ πρὸς ἑαυτὴν, διὰ τῶν ἔργων τῷ πιστῷ διδάσκουσα τὴν σωτηρίαν καὶ τὸν θεὸν μόνον αἴτιον ὑποθεμένη κατὰ μόνην τὴν φωτιστικὴν χὰριν, ἣν μὴ προηγησαμένων ἔργων παρέχει, δεῖξαι τῷ ἀνθρώπῳ τὴν τῶν θείων πραγμάτων ἀλήθειαν, καὶ διδάξαι, ὅπως οὗτος ἐκείνῃ συγκατατεθῇ εἰ βούλοιτο, καὶ ποιήσει τὸ αγαθὸν καὶ εὐάρεστον, καὶ οὕτω σωτηρίας τυχεῖν. Οὐκ ἀναιρεῖ τὸ θέλειν, ἢ μὴν θέλειν ὑπακοῦσαι ἢ μὴ ὑπακοῦσαι αὐτῷ. Ἀλλὰ καὶ τὸ τὴν θείαν θέλησιν αἰτίαν εἶναι τῶν κατακρινομένων οὕτως ἁπλῶς καὶ ἀναιτίως, ποίαν οὐκ ἔχει μανίαν; ποίαν οὐκ ἐπιφέρει κατὰ τὸυ θεοῦ συκοφαντίαν; καὶ ποίαν εἰς τὸ ὕψος οὐ λαλεῖ ἀδικίαν καὶ βλασφημίαν; Απείραστον μὲν γὰρ κακῶν τὸ θεῖον καὶ πάντων ἐξ ἴσου ἔθελον σωτηρίαν, ὡς μὴ ἐχούσης χώραν τῆς προσωποληψίας παῤ αὐτῷ οἴδαμεν, καὶ τοῖς βεβήλοις γενομένοις σκεύεσι διὰ μοχθηρὰν αὐτῶν προαίρεσιν καὶ ἀμετανόητον καρδίαν, ὡς δίκαιον, παραχωρεῖν τὴν κατάκρισιν ὁμολογοῦμεν. Κολάσεως δ᾿ αἰωνίου, ὠμότητός τε καὶ ἀσπλαγχνίας καὶ μισανθρωπίας αἴτιον οὔποτε, οὔποτέ φαμεν τὸν θεὸν, τὴν χαρὰν γίνεσθαι ἐν οὐρανῷ ἐπὶ ἑνὶ μετανοοῦντι ἀμαρτωλῷ ἀποφηνάμενον. Μὴ γένοιτο, ἡμᾶς οὕτως ἢ πιστεῦσαι ἢ ἐννοῆσαι, ἑως ἂν ἑαυτῶν ἐσμέν, ἀναθέματι δὲ αἰωνίῳ καθυποβάλλομεν τοὺς τὰ τοιαῦτα καὶ λέγουτας καὶ φρονοῦντας καὶ χείρους πάυτων ἀπίστων γινώσκομεν.

4:Ὅρος 4Πιστεύομεν τὸν τρισυπόστατον θεὸν, τὸν πατέρα, τὸν υἱὸν, καὶ τὸ ἅγιον πνεῦμα ποιητὴν εἶναι ὁρατῶν τε πάντων καὶ ἀοράτων· καὶ ἀόρατα μὲν τὰς ἀγγελικὰς δυνάμεις, ψυχὰς τε λογικὰς καὶ δαίμονας, — εἰ καὶ μὴ τοιούτους τοὺς δαὶμονας, ὡς αὐτοὶ προαιρέσει ἰδίᾳ ὕστερον ἐγένοντο, ὁ θεὸς πεποίηκεν — ὁρατὰ δ᾿ οὐρανὸν καὶ τὰ ὑπ᾿ οὐρανὸν. Ὅτι δὲ φύσει ἀγαθὸς ὁ ποιητὴς, ἐποίησε καλὰ λίαν πάντα ὅσα ἐποίησεν, οὐδὲ δύναταί ποτε κακοῦ ποιητής εἶναι. Εἰ δέ τι κακόν, ταὐτὸν εἰπεῖν, ἁμάρτημα, γινόμενον ἐναντίως τῇ θείᾳ θελήσει, ἐστὶν ἐν τῷ ἀνθρώπῳ ἤ τῷ δαίμονι — ἁπλῶς γὰρ ἐν τῇ φύσει κακὸν οὐκ οἴδαμεν — ἐκεῖνο ἢ τοῦ ἀνθρώπου ἢ τοῦ διαβόλου εἶναι. Κανὼν γάρ ἐστιν ἀληθὴς καὶ ἀδιάπτωτος, κακοῦ τὸν θεὸν μηδαμῶς εἶναι δημιουργὸν, μήδε μὴν ὅλως δικαὶῳ λόγῳ τοῦ θεοῦ καταψηφίζεσθαι.

5:Ὅρος 5Πιστεύομεν πὰντα τά ὄντα, εἴτε ὁρατὰ εἴτε ἀόρατα ὑπὸ τῆς τοῦ Θεοῦ κυβερνᾶσθαι προνοίας, τὰ δὲ κακὰ, ᾗ κακὰ, προειδέναι μὲν τὸν Θεὸν καὶ παραχωρεῖν, οὐ μὴν καὶ προνοητὴν εἶναι τούτων, ἐπεὶ μηδὲ ποιητὴν. Ἤδη γεγενημένα δὲ ἐσθ᾿ ὅτε ἐπευθύνεσθαι πρός τι χρήσιμον ὑπὸ τῆς ἄκρας ἀγαθότητος, οὐ ποιούσης μὲν, ἐγκεντριζούσης δὲ πρὸς τὸ κρεῖττον ὡς οἶοντε ἐκείνοις. Ἐκθειάζειν δὲ, ἀλλ᾿ οὐκ ἐξετάζειν ὀφείλομεν τὴν θεἰαν πρόνοιαν ἐν τοῖς ἀπόῤῥήτοις καὶ μηδ᾿ ὅλως ἀποκαλυφθεῖσι κρίμασι. Τὰ μέντοι παρὰ τῇ θείᾳ γραφῇ παραδεδόμενα περὶ αὐτῆς, ὡς συντείνοντα πρὸς ζωὴν ἀιώνιον, δεῖν ἡμᾶς εὐγνωμόνως ἀνερευνᾷν καὶ ἐπομένως ταῖς πρώταις περὶ Θεοῦ ἐννοίαις ἀνενδοιάστως ἐκλαμβάνειν.

6:Ὅρος 6Πιστεύομεν τὸν πρῶτον ἄνθρωπον κτισθέντα παρὰ Θεοῦ ἐν παραδίσῳ πεπτωκέναι, ὅτε καὶ παριδὼν τὴν θείαν ἐντολὴν τῇ τοῦ ὄφεως ἀπατηλῇ συμβουλῇ ἐπειθάρχησε· κἀντεῦθεν ἀναβλύσαι τὴν προπατορικὴν ἁμαρτίαν τῇ διαδοχῇ, ὥστε μηδένα κατὰ σάρκα γεννᾶσθαι, ὃς τὸ φορτίον οὐκ ἐπιφέρει τοῦτο καὶ τοὺς καρποὺς αὐτῇς οὐκ αἰσθάνεται ἐν τῷ νῦν αἰῶνι. Καρποὺς δέ φαμεν καὶ φορτίον οὐ τὴν ἁμαρτίαν, οἷον ἀσέβειαν, βλασφημίαν, φόνον, παιδεραστείαν, μοιχείαν, πορνείαν, ἔχθος, καὶ εἴ τι ἕτερον ὑπὸ μοχθηρᾶς προαίρεσεως ἐναντίον τῇ θεία θελήσει γίνεται, οὐχ ὑπὸ φύσεως· πολλοὶ γὰρ τῶν τε προπατόρων καὶ προφητῶν καὶ ἔτεροι μυρίοι ὅσοι τῶν ἐν τῇ σκιᾷ καὶ τῇ ἀληθείᾷ, ὅ τε θεῖος πρόδρομος καὶ κατ᾿ ἐξαίρετον λόγον ἡ τοῦ Θεοῦ Λόγου μητὴρ καὶ ἀειπάρθενος Μαρία τῶν τοιούτων καὶ τῶν ὁμοίων τούτοις πλημμελημάτων οὐκ ἐπειράθησαν· ἀλλ᾿ ἅπερ ὡς ποινὴν τῷ ἀνθρώπῳ διὰ τὴν παράβασιν δέδωκεν ἡ θεία δικαιοσύνη, οἷον ἱδρῶτας τῶν πόνων, θλίψεις, σωματικὰς ἀσθενείας, ὠδῖνας τοῦ τίκτειν καὶ τέως τὸ ζῇν ἐν τῇ παροικίᾳ ἐπιπόνως, καὶ τελευταῖον τὸν σωματικὸν θάνατον.

7:Ὅρος 7Πιστεύομεν τὸν υἱὸν τοῦ Θεοῦ Ιησοῦν Χριστὸν κένωσιν ὑποστῆναι, τοῦτ᾿ ἔστιν, ἐν τῇ ἰδίᾳ ὑποστάσει τὴν ἀνθρωπίνην σάρκα προσειληφέναι ἐκ πνεύματος ἁγίου, ἐν τῇ γαστρὶ τῆς ἀειπαρθένου Μαρίας συλληφθέντα καὶ ἐνανθρωπήσαντα, γεννηθέντα χωρὶς τοῦ δοῦναι πόνον ἢ ὠδῖνας τῇ ἰδίᾳ κατὰ σάρκα μητρὶ ἢ τὴν παρθενίαν αὐτῆς διασεῖσαι, παθόντα, ταφέντα, ἀναστάντα ἐν δόξῃ τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφὰς, ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Θεοῦ καὶ πατρὸς, ὃν καὶ προσδοκῶμεν ἐλευσόμενον κρῖναι ζῶντας καὶ νεκροὺς.

8:Ὅρος 8Πιστεύομεν τὸν κύριον ἡμῶν Ιησοῦν Χριστὸν μόνον μεσίτην γεγονέναι, καὶ δόντα ἑαυτὸν λύτρον περὶ πάντων τὴν καταλλαγήν διὰ τοῦ ἰδίου αἵματος πεποιηκέναι ἀνάμεσον Θεοῦ καὶ ἀνθρώπων, καὶ αὐτὸν κηδόμενον τῶν ἰδίων εἶναι παράκλητον καὶ ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν. Ἐν ταῖς πρὸς αὐτὸν μέντοι ἐντεύξεσι καὶ αἰτήσεσιν εἶναι πρεσβευτὰς τοὺς ἁγίους φαμὲν καὶ πρὸ πάντων τὴν πανάχραντον μητέρα αὐτοῦ τοῦ Θεοῦ Λόγου, τοὺς τε ἁγίους ἀγγέλους, οὓς καὶ προστατοῦντας ἡμῶν οἴδαμεν, ἀποστόλους, προφήτας, μάρτυρας, ὁσίους καὶ πάντας, οὓς ἐκεῖνος ἐδόξασεν ὡς πιστοὺς αὐτοῦ θεράποντας, οἷς συναριθμοῦμεν καὶ τοὺς ἀρχιερεῖς καὶ ἰερεῖς ὡς περισταμένους τῷ θείῳ θυσιαστηρίῳ καὶ τοὺς ἀρετῇ διαφέροντας δικαίους ἄνδρας. Εὔχεσθαι γὰρ ὑπὲρ ἀλλὴλων καὶ πολὺ ἰσχύειν τὴν δέησιν τοῦ δικαίου, καὶ μᾶλλον ἀκούειν τὸν Θεὸν τῶν ἁγίων ἤπερ τῶν ἐν ἁμαρτίαις ἐγκαλινδουμένων, ἐκ τῶν ἰερῶν διδασκόμεθα λογίων. Οὐ μόνον δὲ ἔτι ὄντας ἐν τῇ παροικίᾳ τοὺς ἁγίους μεσίτας καὶ πρεσβευτὰς ἡμῶν πρὸς Θεὸν ὁμολογοῦμεν, ἀλλὰ καὶ μετὰ θάνατον μάλιστα, ὅτε καὶ, τῶν ἐσόπτρων λυθέντων, καθαρῶς ἐποπτεύουσι τὴν ἁγίαν τριάδα τὸ ἄπειρον ἐκείνης φῶς τούτων ἐν τῷ νῷ τίθησι τὰ ἡμέτερα. Ὡς γὰρ τοὺς προφήτας ἐν τῷ αἰσθητῷ ὄντας σώματι οὐκ ἀμφιβάλλομεν εἰδέναι τὰ ἐν οὐραυῷ, δἰ ὧν τὰ μέλλοντα ἐχρησμωδότουν· οὕτω καὶ τοὺς ἀγγέλους καὶ τοὺς ὡς ἀγγέλους γεγεννημένους ἁγίους εἰδέναι τὰ ἡμέτερα τῷ ἀπείρῳ τοῦ Θεοῦ φωτὶ οὐ διστάζομεν, ἀλλὰ μᾶλλον ἀνενδοιάστως πιστεύομεν καὶ ὁμολογοῦμεν.

9:Ὅρος 9Πιστεύομεν μηδένα σώζεσθαι ἄνευ πὶστεως. Καλοῦμεν δὲ πίστιν τὴν οὖσαν ἐν ἡμῖν ὀρθοτάτην ὑπόληψιν περί Θεοῦ καὶ τῶν θείων, ἥτις ἐνεργουμένη διὰ τῆς ἀγάπης, ταὐτὸν εἰπεῖν, διὰ τῶν θείων ἐντολῶν, δικαιοῖ ἡμᾶς παρὰ Χριστοῦ καὶ ταύτης ἄνευ τῷ θεῷ εὐαρεστῆσαι ἀδύνατον.

10:Ὅρος 10Πιστεύομεν τὴν λεγομένην, μᾶλλον δὲ τὴν οὖσαν ἁγίαν καθολικὴν καὶ ἀποστολικὴν ἐκκλησίαν, εἰς ἣν καὶ πιστεύειν δεδιδάγμεθα, πάντας τοὺς ἐν χριστῷ πιστοὺς καθόλου περιέχειν, οἵτινες δηλονότι εἰσέτι καὶ νῦν ἐν τῇ παροικίᾳ ὄντες οὐκ ἔφθασαν ἐν τῇ πατρίδι ἀποδημῆσαι. Μηδαμῶς δὲ συγχέομεν τὴν ἐν τῇ παροικίᾳ ταύτην ἐκκλησίαν τῇ ἐν τῇ πατρίδι, διὰ τὸ εἶναι τυχὸν, ὥς φασί τινες τῶν αἱρετικῶν, καὶ τῶν δύο τὰ μέλη πρόβατα τοῦ ἀρχιποιμένος Θεοῦ καὶ καθαγιάζεσθαι ὑπὸ τοῦ αὐτοῦ ἁγίου πνεύματος· ἄτοπον γὰρ ἅμα καὶ ἀδύνατον, ἐπειδὴ ἡ μὲν ἔτι πυκτεύει καὶ ἐν τῇ ὁδῷ ἐστίν, ἡ δὲ τροπαιοφορεῖ καὶ ἐν τῇ πατρίδι ἀποκατέστη, καὶ τὸ βραβεῖον εἴληφεν. Ἥστινος καθολικῆς ἐκκλησίας ἐπειδὴ θνητὸς ἄνθρωπος καθόλου καὶ ἀΐδιος κεφαλὴ εἶναι οὐ δύναται, αὐτὸς ὁ κύριος ἡμῶν Ιησοῦς Χριστός ἐστι κεφαλὴ καὶ αὐτὸς τοὺς οἴακας ἔχων ἐν τῇ τῆς ἐκκλησίας κυβερνήσει πηδαλιουχεῖ διὰ τῶν ἁγίων πατέρων. Καὶ διὰ τοῦτο ταῖς κατὰ μέρος ἐκκλησίαις, κυρίως οὔσαις ἐκκλησίαις, καὶ ὑπὸ κυρίως μελῶν συνισταμέναις, ἡγουμένους καὶ ποιμένας καὶ ὅλως οὐκ ἐν καταχρήσει ἀλλὰ κυρίως ἀρχὰς καὶ κεφαλὰς τοὺς ἐπισκόπους ἔθηκε τὸ πνεῦμα τὸ ἅγιον, εἰς τὸν τῆς σωτηρίας ἡμῶν ἀρχηγὸν καὶ τελειωτὴν ἀφορώσας, καὶ εἰς αὐτὸν τὴν ἐνέργειαν τῆς κατὰ τὴν κεφαλὴν χορηγίας ἀναβιβαζούσας δηλονότι. Ἐπειδὴ δὲ μετὰ τῶν ἀλλων ἀσεβειῶν ἔδοξε καὶ τοῦτο τοῖς Καλουΐνοις, ὅτι τυχόν ταὐτόν ἐστιν ἱερεὺς ἁπλῶς καὶ ἀρχιερεὺς· καὶ δυνατὸν μὴ εἶναι ἀρχιερέα καὶ διά τινων ἱερέων τὴν ἐκκλησίαν κυβερνᾶσθαι, καὶ οὐκ ἀρχιερεὺς ἀλλὰ καὶ ἱερεὺς δύναται χειροτονεῖν ἱερέα, καὶ πλείονας ἱερεῖς χειροτονεῖν ἀρχιερέα· καὶ ταύτης τῆς κακεντρεχίας κοινωνὸν εἶναι μεγαλοῤῥημονοῦσι καὶ τὴν ἀνατολικὴν ἐκκλησίαν, οὗ ἔνεκα καὶ τὸ δέκατον κεφάλαιον συγγέγραπται Κυρίλλῳ, φαμὲν πλατύτερον κατὰ τὴν ἄνωθεν ἐπικρατήσασαν γνώμην τῇ ἀνατολικῇ ἐκκλησίᾳ· Ὅτι τὸ τοῦ ἐπισκόπου ἀξίωμα οὕτως ἐστὶν ἐν τῇ ἐκκλησίᾳ ἀναγκαῖον, ὥστε χωρὶς αὐτοῦ μὴ δύνασθαι μήτε ἐκκλησίαν μήτε Χριστιανόν τινα ἢ εἶναι ἢ ὅλως λέγεσθαι. Αὐτὸς γὰρ ὡς ἀποστολικὸς διάδοχος τὴν χάριν τὴν δοθεῖσαν ἐκείνῳ παρὰ τοῦ κυρίου εἰς τὸ δεσμεῖν τε καὶ λύειν, χειρῶν ἐπιθέσει καὶ ἐπικλήσει τοῦ παναγίου πνεύματος ἀλληλοδιαδόχως λαβὼν, ζῶσά ἐστι εἰκὼν τοῦ Θεοῦ ἐπί τῆς γῆς καὶ μετέξει πληρεστάτῃ ἐνεργείας τοῦ τελεταρχικοῦ πνεύματος, πήγηπάντων τῶν μυστηρίων τῆς καθολικῆς ἐκκλησίας, δἰ ᾧν σωτηρίας ἐπιτυγχάνομεν. Οὕτω δὲ αὐτοῦ τὸ ἀναγκαῖον ἐννοοῦμεν ἐν τῇ ἐκκλησίᾳ, ὡς ἐν τῷ ἀνθρώπῳ τὴν ἀναπνοὴν καὶ ἐν τῷ κόσμῳ τὸν ἥλιον. Ὅθεν καὶ τισι κομψῶς πρὸς ἔπαινον τοῦ ἀρχιερατικοῦ ἀξιώματος εἴρηται· ὅ, τι Θεὸς ἐν τῇ οὐρανίῳ τῶν πρωτοτόκων ἐκκλησίᾳ, καὶ ἥλιος ἐν τῷ κόσμῳ, τοῦτο ἕκαστος ἀρχιερεὺς ἐν τῇ κατὰ μέρος ἐκκλησίᾳ, ὡς δἰ οὗ τὸ ποίμνιον λαμπρύνεται, θάλπει καὶ ναὸς Θεοῦ γίνεται. Ὅτι δὲ ἀλληλοδιαδόχως τὸ τῆς ἐπισκοπικῆς μέγα μυστήριον καὶ ἀξίωμα δίδοται μέχρις ἡμῶν, φανερὸν. Ὁ γὰρ κύριος εἰπών εἶναι μεθ᾿ ἡμῶν εἰς τὸν αἰῶνα, εἰ καὶ κατ᾿ ἄλλους τρόπους χάριτος καὶ θείων εὐεργετημάτων ἐστὶ μεθ᾿ ἡμῶν, ἀλλ᾿ οὖν κυριωτέρῳ τρόπῳ διὰ τῆς ἐπισκοπικῆς τελεταρχίας οἰκειοῦται ἡμᾶς καὶ σύνεστιν ἡμῖν, καὶ διὰ τῶν ἰερῶν μυστηρίων ἑνοῦται ἡμῖν, ὧν πρωτουργός ἐστι καὶ τελετάρχης διὰ τοῦ πνεύματος ὁ ἐπίσκοπος· καὶ οὐκ ἐᾷ αἱρέσει ὑποπεσεῖν. Καὶ διὰ τοῦτο καὶ Δαμασκηνὸς τετάρτῃ ἐπιστολῇ πρὸς Ἀφρικανοὺς ἔλεγε, τὴν καθόλου ἐκκλησίαν τοῖς ἐπισκόποις γενικῶς ἐπιτετράφθαι, καὶ Κλήμης πρῶτος Ῥωμαίων ἐπίσκοπος καὶ Εὐόδιος ἐν Ἀντιοχείᾳ καὶ Μάρκος ἐν Αλεξανδρείᾳ Πέτρου διάδοχοι ὁμολογοῦνται. Καὶ Στάχυν ἐν τῷ τῆς Κωνσταντινουπόλεως θρόνῳ ὁ θεῖος Ἀνδρέας ἀντ᾿ ἐκείνου καθίστησι, καὶ ἐν τῇ μεγάλῃ ταύτῃ ἁγίᾳ πόλει Ἱερουσαλὴμ ὁ μὲν κύριος Ιάκωβον ποιεῖ, μετὰ δὲ Ἰάκωβον ἕτερος ἐγένετο, καὶ μετ᾿ ἐκεῖνον ἕτερος ἄχρις ἡμῶν, καὶ διὰ τοῦτο Τερτουλλιανὸς ἐν τῇ πρὸς Παπιανόν ἐπιστολῇ πάντας τοὺς ἐπισκόπους ἀποστολικοὺς διαδόχους καλεῖ. Τούτων τὴν διαδοχὴν ·καὶ τὴν ἀποστολικὴν ἀξίαν καὶ ἐξουσίαν καὶ Εὐσέβιος ὁ Παμφίλου μαρτυρεῖ καὶ ἁπλῶς οἱ πατέρες μαρτυροῦσιν, οὓσ περιττὸν ἐγκαταλέγειν, καὶ ἡ κοινὴ καὶ ἀρχαιοτάτη τῆς καθολικῆς ἐκκλησίας συνήθεια βεβαιοῖ. Ὅτι δὲ διαφέρει τὸ ἐπισκοπικὸν ἀξίωμα τοῦ ἁπλῶς ἱερέως, δῆλον. Ὁ γὰρ ἱερεὺς χειροτονεῖται ὑπὸ τοῦ ἐπισκόπου, ἐπίσκοπος δὲ οὐ χειροτονεῖται ὑπὸ ἱερέως, ἀλλ᾿ ὑπὸ δύο ἢ τριῶν ἀρχιερέων, ὡς ὁ ἀποστολικὸς βούλεται κανών. Καὶ ὁ μὲν ἱερεὺς ἐκλέγεται ὑπὸ τοῦ ἐπισκόπου, ὁ δὲ ἀρχιερεὺς οὐκ ἐκλέγεται ὑπὸ τῶν ἱερέων εἴτ᾿ οὖν πρεσβυτέρων, οὐτ᾿ ἐκλέγεται ὑπὸ πολιτικῶν ἀρχόντων, ἀλλ᾿ ὑπὸ τῆς συνόδου τῆς ἀνωτάτω ἐκκλησίας τοῦ κλίματος ἐκείνου, ἐν ᾧ κεῖται ἡ πόλις ἡ δεξομένη τὸν χειροτονηθησόμενον, ἣ τοὐλάχιστον ὑπὸ τῆς συνόδου τῆς ἐπαρχίας ἐκείνης, ἐν ᾧ δεῖ γίνεσθαι τὸν ἐπίσκοπον. Εἰ δέ ποτε καὶ ἡ πόλις ἐκλέγοι, ἀλλ᾿ οὐχ ἁπλῶς· ἡ γὰρ ἐκλογὴ τῇ συνόδῳ ἀναφέρεται, καὶ εἰ μὲν δόξοι ταύτην κατὰ κανόνας καλῶς ἔχειν, ὁ ἐκλεχθεὶς προβάλλεται διὰ τῆς χειροθεσίας μέν τῶν ἐπισκόπων, τῇ ἐπικλήσει δὲ τοῦ παναγίου πνεύματος· εἰ δὲ μὴ, ὃν βούλεται ἡ σύνοδος, ἐκεῖνος καὶ προβιβάζεται. Καὶ ὁ μὲν ἱερεὺς εἰς ἐαυτὸν σώζει τὴν, ἣν εἴληφεν, ἐξουσίαν καὶ χάριν τῆς ἱερωσύνης, ὁ ἐπίσκοπος δέ καὶ ἑτέροις μεταδίδωσι. Καὶ ὁ μὲν ἤδη λαβὼν τὸ τῆς ἰερωσύνης ἀξίωμα ὑπὸ τοῦ ἐπισκόπου, βάπτισμα μόνον τελεῖ τὸ ἅγιον καὶ εὐχέλαιον, ἰερουργεῖ τὴν ἀναίμακτον θυσίαν καὶ μεταδίδωσι τῷ λαῷ τὸ πανάγιον σῶμα καὶ αἷμα τοῦ κυρίου ἠμῶν Ιησοῦ Χπιστοῦ, χρίει τοὺς βαπτιζομένους τῷ ἁγίῳ μύρῳ, στεφανοῖ τοὺς κατὰ νόμον γαμοῦντας εὐσεβεῖς, εὔχεται ὐπὲρ τῶν ἀσθενῶν καὶ ὑπὲρ πάσης σωτηρίας καὶ ἀληθείας ἐπιγνώσεως πάντων ἀνθρώπων, ἐξαιρέτως δ᾿ ὑπὲρ τῆς τῶν εὐσεβῶν ζώντων καὶ τεθνεώτων ἀφέσεως καὶ συγχωρήσεως τῶν ἁμαρτιῶν. Εἰ δὲ καὶ δοκιμῇ καὶ ἀρετῇ διαφέροι, λαβὼν ἐξουσίαν παρὰ τοῦ ἐπισκόπου διορθοῖ τοὺς πρὸς αὐτὸν ἐρχομένους εὐσεβεῖς, καὶ εἰς τὴν πρὸς κτῆσιν τῆς οὐρανίου βασιλείας ὁδόν ποδηγετεῖ, καὶ κήρυξ τοῦ ἰεροῦ προχειρίζεται εὐαγγελίου. Ὁ δὲ ἀρχιερεὺς καὶ τούτων ἁπάντων διάκονός ἐστιν, ἐπείδηπερ αὐτός ἐστιν, ὡς εἴρηται, πηγὴ τῶν θείων μυστηρίων καὶ χαρισμάτων διὰ τοῦ ἁγίου πνεύματος, καὶ τὸ ἅγιον μύρον μονώτατος ἐπιτελεῖ. Καὶ αἱ χειροτονίαι πάντων τῶν ἐν τῇ ἐκκλησίᾳ τάξεων καὶ βαθμῶν τούτου εἰσὶν ἴδιαι· καὶ κατὰ πρῶτον καὶ ὑπέρτερον λόγον οὗτος δεσμεῖ καὶ λύει, καὶ Θεῷ ἡ κρίσις εὐαπόδεκτος, ὡς ὁ κύριος εἴρηκε. Καὶ τὸ ἱερὸν εὐαγγέλιον διδάσκει καὶ τῆς εὐσεβοῦς ὑπερμαχεῖ πίστεως καὶ τοὺς παρακούοντας ὡς ἐθνικοὺς καὶ τελώνας τῆς ἐκκλησίας ἀποδιΐστησι, καὶ τοὺς αἱρετικοὺς ἀφορισμῷ καὶ ἀναθέματι καθυποβάλλει, καὶ τῆν ψυχὴν αὑτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Ἐξ ὧν καταφανές ἐστιν, ἀναντιῤῥήτως διαφέρειν τὸν ἐπίσκοπον τοῦ ἁπλῶς ἱερέως καὶ πλὴν αὐτοῦ μὴ δυναμένους πάντας τοὺς ἐν τῷ κόσμῳ ἱερεῖς ἐκκλησίαν Θεοῦ ποιμάναι ἢ ὅλως κυβερνῆσαι. Ἀλλὰ καλῶς λέγεταί τινι τῶν πατέρων, οὐ ῥᾴδιον, αἱρετικὸν ἄνδρα συνετὸν εὑρεῖν. Καταλιπόντες γὰρ οὗτοι τὴν ἐκκλησίαν, ἐγκατελείφθησαν ὑπὸ τοῦ ἁγίου πνεύματος καὶ οὐκ ἔμεινεν ἐν αὐτοῖς σύνεσις οὔτε φῶς ἀλλὰ σκότος καὶ πωρωσις. Εἰ γὰρ μὴ τοιαῦτα πεπόνθασιν, οὐκ ἂν πρὸς τὰ φανερώτατα ἀντιτείναιντο, ἐξ ᾧν ἐστὶ καὶ τὸ τῆς ἐπισκοπικῆς μέγα ὄντως μυστήριον ὑπὸ τῆς γραφῆς διδασκόμενον, ὑπό τε πάσης ἐκκλησιαστικῆς ἱστορίας καὶ συγγραφῆς ἁγίων συγγραφόμενόν τε καὶ μαρτυρούμενον, καὶ ὑπό τῆς καθολικῆς ἐκκλησίας ἀεὶ γινόμενόν τε καὶ ὁμολογούμενον.

11:Ὅρος 11Πιστεύομεν μέλη τῆς καθολικῆς ἐκκλησίας εἶναι πάντας καὶ μόνους τοὺς πιστοὺς, τοὺς τὴν τοῦ σωτῆρος Χριστοῦ δηλαδὴ ἀμώμητον πίστιν ὑπό τε ἐκείνου τοῦ Χριστοῦ καὶ τῶν ἀποστόλων καὶ τῶν ἁγίων οἰκουμενικῶν συνόδων δειχθεῖσαν, ἀδιστάκτως πρεσβεύοντας, κἂν καὶ τινες ἐξ αὑτῶν ἁμαρτίαις παντοίαις ὑπεύθυνοι εἶεν. Εἰ γὰρ μὴ ἦν μέλη τῆς ἐκκλησίας οἱ πιστοὶ μὲν, ἁμαρτίαις δὲ συζῶντες, οὐκ ἂν ὑπὸ τῆς ἐκκλησίας ἐκρίνοντο. Νῦν δὲ κρινόμενοι ὑπ᾿ αὐτῆς, εἴς τε μετάνοιαν προσκαλούμενοι καὶ εἰς τὸν τρίβον τῶν σωτηρίων ἐντολῶν ποδηγετούμενοι, κἂν καὶ ἔτι ἁμαρτίαις ῥυπαίνοιντο, μόνον δἰ αὐτὸ τοῦτο, ὅτι οὐ πεπτώκασιν εἰς ἀπόγνωσιν καὶ ὅτι τῆς καθολικῆς καὶ εὐσεβοῦς ἀντέχοντες πίστεως μέλη τῆς καθολικῆς ἐκκλησίας εἰσὶ καὶ γινώσκονται.

12:Ὅρος 12Πιστεύομεν ὑπὸ τοῦ ἁγίου πνεύματος διδάσκεσθαι τὴν καθολικὴν ἐκκλησίαν. Αὐτὸ γάρ ἐστιν ὁ ἀληθὴς παράκλητος, ὃν πέμπει παρὰ τοῦ πατρὸς ὁ Χριστὸς τοῦ διδάσκειν τὴν ἀλήθειαν καὶ τὸ σκότος ἀπὸ τῆς τῶν πιστῶν διανοίας ἀποδιώκειν. Ἡ τοῦ ἁγίου πνεύματος ὅμως διδαχὴ οὐκ ἀμέσως ἀλλὰ διὰ τῶν ἁγίων πατέρων καὶ καθηγεμόνων τῆς καθολικῆς ἐκκλησίας καταγλαΐζει τὴν ἐκκλησίαν, Ὡς γὰρ ἡ πᾶσα γραφή ἐστί τε καὶ λέγεται λόγος τοῦ ἁγίου πνεύματος, οὐχ ὅτι ἁμέσως ὑπ᾿ αὐτοῦ ἐλαλήθη, ἀλλ᾿ ὅτι ὑπ᾿ αὐτοῦ διὰ τῶν ἀποστόλων καὶ προφητῶν· οὕτω καὶ ἡ ἐκκλησία διδάσκεται μὲν ὑπὸ τοῦ ζωαρχικοῦ πνεύματος ἀλλὰ διὰ μέσου τῶν ἁγίων πατέρων καὶ διδασκάλων (ᾧν κανὼν αἱ οἰκουμενικαὶ καὶ ἅγιαι ὡμολόγηνται σύνοδοι· οὐ γὰρ τοῦτο παύσομαι μυριάκις λέγειν), καὶ διὰ τοῦτο οὐ μόνον πεπείσμεθα, ἀλλὰ καὶ ἀληθὲς καὶ βέβαιον ἀναμφιβόλως εἶναι ὁμολογοῦμεν, τὴν καθολικὴν ἐκκλησίαν ἀδύνατον ἁμαρτῆσαι ἢ ὅλως πλανηθῆναι ἤ ποτε τὸ ψεῦδος ἀντὶ τῆς ἀληθείας ἐκλέξαι. Τὸ γὰρ πανάγιον πνεῦμα ἀείποτε ἐνεργοῦν διὰ τῶν πιστῶς διακονούντων ἁγίων πατέοων καὶ καθηγεμόνων πάσης ὁποιασοῦν πλάνης τὴν ἐκκλησίαν ἀπαλλαττει.

13:Ὅρος 13Πιστύομεν οὐ διὰ πίστεως ἁπλῶς μόνης δικαιοῦσθαι τὸν ἄνθρωπον ἀλλὰ διὰ πίστεως καὶ ἐνεργουμένης διὰ τῆς ἀγάπης, ταὐτὸν εἰπεῖν, διὰ τῆς πίστεως καὶ τῶν ἔργων. Τὸ δὲ τὴν πίστιν χειρὸς ἔργον ἀποπληροῦσαν ἀντιλαμβάνεσθαι τῆς ἐν Χριστῷ δικαιοσύνης καὶ προσάπτειν ἡμῖν εἰς σωτηρίαν, ποῤῥω πάσης εὐσεβείας γινώσκομεν. Οὕτω γὰρ ἐννοουμένη ἡ πίστις πᾶσιν ἐφαρμοσθείη καὶ, οὐκ ἂν εἴη ὁ μὴ σωζόμενος, ὅπερ ἀντικρὺ ψεῦδός ἐστι. Τοὐναντίον δὲ μᾶλλον πιστεύομεν, ὅτι οὐ τῆς πίστεως ἀναφορικὸν ἀλλὰ τὴν οὖσαν ἐν ἡμῖν πίστιν διὰ τῶν ἔργων δικαιοῦν ἡμᾶς παρὰ Χριστοῦ. Ἐννοοῦμεν δὲ τὰ ἔργα οὐ μάρτυρας τήν ἠμετέραν κλῆσιν ἐπιβεβαιοῦντας, ἀλλὰ καρποὺς καθ᾿ ἑαυτοὺς ὄντας, δἰ ὧν ἡ πίστος λαμβάνει τὸ ἔμπρακτον καὶ καθ᾿ ἑαυτὰ ἄξια διὰ τὰς θείας ἐπαγγελίας τοῦ κομίσασθαι ἕκαστον τῶν πιστῶν τὰ διὰ τοῦ σώματος αὐτῷ πεπραγμένα, εἴ τ᾿ ἀγαθὸν εἴτε κακὸν δηλονότι.

14:Ὅρος 14Πιστεύομεν τὸν ἄνθρωπον κατολισθήσαντα τῇ παραβάσει παρασυμβληθῆναι καὶ ὁμοιωθῆναι τοῖς κτήνεσι, τοῦτ᾿ ἔστιν, ἀμαυρωθῆναι καὶ τῆς τελειότητος καὶ ἀπαθείας ἐκπεσεῖν, οὐ μὴν καὶ τῆς ἧς ἔτυχε παρὰ τοῦ ἄκρως ἀγαθοῦ Θεοῦ φύσεως καὶ ἐνεργείας ἐξεστηκέναι. Οὕτω γὰρ οὐκ ἂν ἦν λογικὸς καὶ ἑπομένως οὐδ᾿ ἄνθρωπος· ἀλλ ἔχειν τὴν φύσιν αὐτὴν, ἧ ἔκτισται καὶ τὴν τῆς φύσεως ἐνέργειαν, ἥτις ἐστὶ τὸ αὐτεξούσιον, ζῶσαν καὶ ἐνεργὸν· ὥστε κατὰ φύσιν δύνασθαι αἱρεῖσθαι μὲν καὶ ἐργάζεσθαι τὸ καλὸν, φεύγειν δὲ καὶ μυσάττεσθαι τὸ κακὸν. Ἄτοπον γὰρ τὸ τὴν καλὴν τοῦ ἄκρως ἀγαθοῦ δημιουργηθεῖσαν φύσιν ἄμοιρον ἀγαθῆς ἐνεργείας ὁμολογεῖν. Τοῦτο γὰρ κακὴν εἶναι τὴν φύσιν λέγειν ἐστίν· οὗ τί ἀσεβέστερον; Ἡ γὰρ ἐνέργεια τῆς φύσεως ἤρτηται, ἡ φύσις δὲ τοῦ δημιουργοῦ· εἰ καὶ ὁ τρόπος διαφέρει. Ὅτι δὲ δύναται ὁ ἄνθρωπος φύσει ἐργάζεσθαι τὸ ἀγαθὸν, ὑπαινίττεται μὲν καὶ ὁ κύριος λέγων, καὶ τοὺς ἐθνικοὺς ἀγαπᾷν τοὺς ἀγαπῶντας αὐτοὺς. Διδάσκεται δὲ σαφέστατα καὶ ὑπὸ τοῦ Παὺλου Ῥωμ. πρώτ. κεφ. ιθʹ. καὶ ἀλλαχοῦ ῥητῶς, ἐν οἷς φησὶ, τὰ μὴ νόμον ἔχοντα ἐθνη φύσει τὰ τοῦ νόμου ποιεῖν. Ἐξ ὧν φανερὸν καὶ τοῦτο, ὅτι δηλαδὴ ἀδύνατον, ὅτι ποιήσει ὁ ἄνθρωπος ἀγαθὸν, ἁμαρτίαν εἶναι. Τὸ γὰρ καλὸν ἀδύνατον κακὸν εἶναι. Γινόμενον μέντοι φύσει μόνῃ καὶ ψυχικὸν οὐχὶ δὲ καὶ πνευματικὸν ποιοῦν τὸν μετερχόμενον, οὐ συμβάλλεται πρὸς σωτηρίαν ἁπλῶς ἄνευ πίστεως, ἀλλ᾿ οὐδὲ μὴν πρὸς κατάκρισιν· οὐδὲ γὰρ ἐνδέχεται. τὸ καλὸν, ᾗ τοιοῦτον, κακοῦ γενέσθαι αἰτίαν. Ἐν τοῖς ἀναγεννηθεῖσι δὲ, ὑπὸ τῆς χάριτος καὶ μετὰ τῆς χάριτος ἐνεργούμενον τέλειον ἀπεργάζεται καὶ σωτηρίας ἄξιον ποιεῖται τὸν ἐνεργοῦντα. Ὁ ἄνθρωπος τοιγαροῦν πρὸ τῆς ἀναγεννήσεως δύναται φύσει κλίνειν πρὸς τὸ καλὸν καὶ αἱρεῖσθαι καὶ ἐργάζεσθαι τὸ ἠθικὸν καλὸν. Ἀναγεννηθεὶς δὲ ἵνα ποιῇ τὸ πνευματικὸν καλὸν—σωτηρίας γὰρ ὄντα παραίτια τοῦ πιστοῦ τὰ ἔργα καὶ ὑπὸ χάριτος ὑπερφυοῦς ἐνεργούμευα καὶ πνευματικὰ εἰκότως ὀνομάζεται—ἀνάγκη προηγεῖσθαι καὶ προφθάνειν τὴν χάριν, ὃν τρόπον εἴρητο ἐν τοῖς περὶ προορισμοῦ· ὥστε μηδὲν δύνασθαι ἐξ ἑαυτοῦ τῆς κατὰ Χριστὸν ζωῆς ἄξιον ἔργον ἐκτελέσαι, ἐξ ἑαυτοῦ μέντοι ἔχειν τὸ θελῆσαι ἢ μὴ θελῆσαι τῇ χάριτι συγκατατεθῆναι.

15:Ὅρος 15Πιστεύομεν τὰ εὐαγγελικὰ μυστήρια ἐν τῇ ἐκκλησίᾳ εἶναι, κἀκεῖνα εἶναι ἑπτά. Ἐλάττονα γὰρ ἢ μείζονα ἀριθμὸν μυστηρίων ἐν τῆ ἐκκλησίᾳ οὐκ ἔχομεν· ἐπειδὴ ὁ παρὰ τὸν ἑπτὰ τῶν μυστηρίων ἀριθμὸς αἱρετικῆς φρενοβλαβείας ἐστὶν ἀποκύημα. Ὁ δὲ τῶν ἑπτὰ παρὰ τοῦ ἱεροῦ εὐαγγελίου νομοθετεῖται καὶ συνάγεται, ὡς καὶ τὰ λοιπὰ τῶς καθολικῆς πίστεως δόγματα. Αὐτὶκα γὰρ ὁ κύριος τὸ μὲν ἅγιον βάπτισμα δια τοῦ· πορευθέντες μαθητεύσατε πάντα τὰ ἐθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ ἁγίου πνεύματος, καὶ τοῦ· ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσεται, παραδέδωκε. Τὸ δὲ τῆς βεβαιώσεως, ταὐτὸν εἰπεῖν, τοῦ ἁγίου μύρου καὶ ἁγίου χρίσματος, διὰ τοῦ· ὑμεῖς δὲ καθήσατε ἐν τῇ πόλει Ἱερουσαλὴμ, ἕως ἂν ἐνδύσησθε δύναμιν ἐξ ὕψους. Ἣν ἐνεδύσαντο τῇ ἐπιδημίᾳ τοῦ ἁγίου πνεύματος, καὶ ταύτην δηλοῖ τὸ τῆς βεβαιώσεως μυστήριον, περὶ οὗ καὶ Παῦλος δευτέρας πρὸς Κορινθίους κεφαλαίῳ πρώτῳ, καὶ τρανώτερον διὰ τοῦ Ἀρεοπαγίτου Διονυσίου διαλέγεται. Τὴν δὲ ἱερωσύνην διὰ τοῦ· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν, καὶ διὰ τοῦ· ὅσα ἂν δήσητε καὶ λύσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα καὶ λελυμένα ἐν τοῖς οὐρανοῖς. Τὴν δὲ ἀναίμακτον θυσίαν διὰ τοῦ· λάβετε, φάγετε· τοῦτά ἐστι τὸ σῶμά μου, καὶ· πίετε ἐξ αὐτοῦ πάντες, τοῦτό ἐστι τὸ αἶμά μου τὸ τῆς καινῆς διαθῆκης, καὶ τοῦ· ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. Τὸν δὲ γάμον μετὰ τὸ εἰπεῖν τὰ ἐν τῇ παλαιᾷ περὶ αὐτοῦ εἰρημένα διὰ τῆς οἷον ἐπισφραγίσεως τοῦ· οὓς ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω, ὃν καὶ ὁ θεῖος ἀπόστολος μέγα ἐπικαλεῖ μυστήριον. Τὴν δὲ μετάνοιαν, ᾗτινί ἐστι σύμμικτος ἡ μυστηριακὴ ἐξομολόγησις, διὰ τοῦ· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται, καὶ τοῦ· ἐὰν μὴ μετανοήσητε, ὡσαύτως ἀπολεῖσθε. Τὸ δὲ ἅγιον ἔλαιον εἴτ᾿ οὖν εὐχέλαιον λέγεται παρὰ τῷ Μάρκῳ, μαρτυρεῖται δὲ ῥητῶς ὑπὸ τοῦ ἀδελφοθέου. Σύγκειται δὲ τὰ μυστήρια ἐκ τοῦ φυσικοῦ καὶ ὑπερφυοῦς· οὐκ εἰσὶ δὲ ψιλὰ σημεῖα τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ. Οὕτω γὰρ οὐκ ἂν διενήνοχε τῆς περιτομῆς, οὗ τί ἀθλιώτερον; Ὁμολογοῦμεν δ᾿ αὐτὰ εἶναι ὄργανα δραστικὰ τοῖς μυουμένοις χάριτος ἐξ ἀνάγκης. Ἀποπτύομεν δὲ ὡς ἀλλότριον τῆς Χριστιανικῆς διδασκαλίας τὸ τὴν ἀκεραιότητα τῶν μυστηρίων ἀπαιτεῖν τὴν χρῆσιν τοῦ γηΐνου πράγματος· ἀντίκειται γὰρ τῷ μυστηρίῳ τῆς προσφορᾶς, ὃ ῥήματι ὑπαρκτικῷ νομοθετηθὲν καὶ τῇ ἐπικλήσει τοῦ ἁγίου πνεύματος ἁγιασθὲν τελειοῦται τῇ ὑπάρξει τοῦ σημαινομένου, τοῦ σωματος δηλαδὴ καὶ αἵματος τοῦ Χριστοῦ. Καὶ προηγεῖται ἡ τούτου τελείωσις ἀναγκαίως τῆς χρήσεως. Εἰ γὰρ πρὸ τῆς χρήσεως μὴ ἦν τέλειον, οὐκ ἂν ὁ κακῶς χρώμενος κρῖμα ἑαυτῷ ἤσθιε καὶ ἔπινεν· ἐπεὶ ψιλοῦ ἄρτου καὶ οἴνου ἦν μετεσχηκώς. Νῦν δ᾿ ἀναξίως μετέχων κρῖμα ἐαυτῷ ἐσθίει καὶ πίνει· ὥστε οὐκ ἐν τῇ χρήσει ἀλλὰ καὶ πρὸ τῆς χρήσεως ἔχει τὸ τῆς εὐχαριστίας μυστήριον τὴν τελείωσιν. Ἔτι ἀποῤῥίπτομεν ὡς κάθαρμά τι καὶ μίασμα τὸ· ἐλλιπῶς γὰρ ἐχούσης τῆς πίστεως ζημιοῦται ἡ ὁλοκληρία τοῦ μυστηρίου. Οἱ γὰρ αἱρετικοὶ, οὓς τὴν αἵρεσιν ἀποσεισαμένους καὶ προστεθέντας τῇ καθολικῇ ἐκκλησίᾳ, δέχεται ἡ ἐκκλησία· καίτοι ἐλλιπῆ ἐσχηκότες τὴν πίστιν τέλειον ἔλαβον τὸ βάπτισμα· ὅθεν τελείαν ὕστερον τὴν πίστιν κεκτημένοι οὐκ ἀναβαπτίζονται.

16:Ὅρος 16Πιστεύομεν τὸ ἅγιον βάπτισμα, τὸ διαταγὲν μὲν παρὰ τοῦ κυρίου, γινόμενον δὲ ἐν ὀνόματι τῆς ἁγίας τριάδος, εἶναι τῶν ἀναγκαιοτάτων. Χωρὶς γὰρ αὐτοῦ οὐδεὶς δύναται σωθῆναι, ὡς ὁ κύριός φησιν· ὅστις οὐ μὴ γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Καὶ διὰ τοῦτό ἐστιν ἀναγκαῖον καὶ τοῖς νητίοις, ἐπειδὴ κἁκεῖνα ὐπόκεινται τῇ ἀρχεγόνῳ ἁμαρτίᾳ καὶ χωρὶς τοῦ βαπτίσματος οὐ δύναται τυχεῖν τῆς ἀφέσεως· ὅπερ ὁ κύριος δεικνύων οὐκ ἔφη μερικῶς ἀλλ᾿ ἁπλῶς καὶ καθόλου· ὅστις οὐ μὴ γεννηθῇ, ὃ ταὐτόν ἐστι τῷ· πάντας τοὺς μετὰ τὴν ἔλευσιν τοῦ σωτῆρος Χριστοῦ εἰσελευσομένους ἐν τῆ βασιλείᾳ τῶν οὐρανων δεῖ ἀναγεννηθῆναι. Εἰ δὲ τὰ νήπια ἄνθρωποι, εἴπερ καὶ ταῦτα δεῖται σωτηρίας· δεῖται σωτηρίας, δεῖται καὶ τοῦ βαπτίσματος. Καὶ τὰ μὴ ἀναγεννηθέντα, ὡς μὴ τὴν ἄφεσιν τῆς προπατορικῆς ἁμαρτίας λαβόντα, ὑπόκειται τῇ ἀϊδίῳ τῆς ἁμαρτίας ἀνάγκης ποινῇ, καὶ ἑπομένως οὐ σώζεται χωρὶς τοῦ βαπτίσματος· ὥστε δεῖ ἀναγκαίως καὶ τὰ νήπια βαπτίζεσθαι. Ἔτι τὰ νήπια σώζεται, ὡς λέγεται παρὰ τῷ Ματθαίῳ· ὁ δὲ μὴ βαπτισθείς οὐ σώζεται· καὶ τὰ νήπια ἄρα ἀναγκαίως βαπτισθήσονται. Καὶ ἐν ταῖς Πράξεσι λέγεται, ὅτι πᾶσαι αἱ οἰκίαι ἐβαπτίζοντο, ἄρα καὶ τὰ νήπια. Τοῦτο καὶ οἱ πάλαι πατέρες μαρτυροῦσι σαφῶς, ἐν οἷς καὶ Διονύσιος ἐν τῷ περὶ ἐκκλησιαστικῆς ἱεραρχίας. Καὶ Ιουστῖνος πεντεκοστῷ ἕκτῳ ζητήματι, ὃς λέγει ῥητῶς· ἀξιοῦνται δὲ τῶν διὰ τοῦ βαπτίσματος ἀγαθῶν τῇ πίστει τῶν προσφερόντων αὐτὰ τῷ βαπτίσματι. Καὶ Αὐγουστῖνος παράδοσιν εἶναί φησιν ἀποστολικὴν, τὰ παιδία διὰ τοῦ βαπτίσματος σώζεσθαι· καὶ ἀλλαχουσε· ἡ ἐκκλησία τοῖς βρέφεσιν ἑτέρων πόδας ἐντίθησιν, ὅπως ἔρχωνται· ἑτέρων παρδίας, ὅπως πιστεύωσιν· ἑτέρων γλῶσσαν, ὅπως ἐπαγγέλλωνται. Καὶ ἀλλαχοῦ· ἡ μήτηρ ἐκκλησία μερικὴν καρδίαν ἐκείνοις χαρίζεται. Γίνεται δὲ τὸ βάπτισμα δἰ ὕλης μὲν ὕδατος καθαροῦ καὶ οὐδένος ἑτέρου ὑγροῦ. Ἀποτελεῖται δὲ διὰ μόνου τοῦ ἱερέως, καὶ κατ᾿ ἀνάγκην ἀπροφάσιστον ἔχει γίνεσθαι καὶ δἰ ἑτέρου ἀνθρώπου, πλὴν ὀρθοδόξου καὶ σκοπὸν ἔχοντος τὸν ἀρμόδιον τῷ θείῳ βαπτίσματι. Ἀποτελέσματα δὲ τοῦ βαπτίσματος, συνελόντι φάναι, πρῶτον ἡ ἄφεσις τοῦ προπατορικοῦ πλημμελήματος καὶ ὅσων ἄλλων ἁμαρτιῶν πεπραχὼς ἦν ὁ βάπτισθείς. Δεύτερον ῥύεται ἐκεῖνον τῆς ἀϊδίου ποινῆς, ᾕτινι ὑπέκειτο, εἴτε διὰ τὸ ἄρχέγονον ἁμάρτημα εἴτε δἰ ἅ ἰδικῶς ἔπραξε θανασίμως. Τρίτον δίδωσιν αὐτοῖς τὴν ἀθανασίαν· δικαιοῦν γὰρ αὐτοὺς τῶν προημαρτημένων ναοὺς Θεοῦ ἀποκαθίστησιν. Οὐκ ἔστι δ᾿ εἰπεῖν, μὴ λύεσθαι διὰ τοῦ βαπτίσματος πάσας τάς ὁπωσοῦν πρὸ τούτου ἁμαρτίας, ἀλλὰ μένειν μὲν, οὐκ ἰσχύειν δέ. Τοῦτο γὰρ ἀσεβείας τῶς ἐσχάτης ἐστὶ γέμον καὶ ἄρνησις μᾶλλον ἢ ὅλως ὁμολογία εὐσεβείας· ἀλλ᾿ ὅτι πᾶσα ἁμαρτία πρὸ τοῦ βαπτίσματος οὖσα, ἢ γεγονυῖα ἀφανίζεται, καὶ ὡς μὴ οὖσά ποτε ἢ γεγονυῖα λογίζεται. Οἱ γὰρ τύποι τοῦ βαπτίσματος, πᾶσαι ἑκάτερον καὶ αἱ προμηνύουσαι καὶ τελειοῦσαι ῥήσεις τὸ βάπτισμα τὴν τελείαν ὑπαινίττουσι κάθαρσιν. Τοῦτο αὐτὸ καὶ αὐτά τὰ τοῦ βαπτίσματος ὀνόματα περιστῶσιν. Εἰ γὰρ βάπτισμα διὰ πνεύματος καὶ πυρὸς, δῆλον ὅτι καὶ τελεία πᾶσιν ἡ κάθαρσις· τὸ γὰρ πνεῦμα τελείως καθαίρει. Εἰ φῶς, τὸ σκότος ἒλυσεν· εἰ ἀναγέννησις, παρῆλθε τὰ ἀρχαῖα. Τίνα δὲ ταῦτα, εἰ μὴ τὰ ἁμαρτήματα; Εἰ ἀπεκδύεται ὁ βάπτιζόμενος τὸν παλαιὸν ἄνθρωπον, ἄρα καὶ τὴν ἁμαρτίαν. Εἰ ἐνδύεται τὸν Χριστὸν, ἄρα ἀναμαρτητὸς γίνεται ἐνεργείᾳ διὰ τοῦ βαπτίσματος. Μακρὰν γὰρ ἀπὸ ἁμαρτωλῶν ὁ Θεὸς. Τοῦτο καὶ Παῦλος διδάσκει τρανώτερον λέγων· ὥσπερ διὰ τοῦ ἑνὸς ἁμάρτωλοι κατεστάθημεν οἱ πολλοὶ, οὕτω διὰ τοῦ ἑνὸς δίκαιοι. Εἰ δὲ δίκαιοι, ἄρα ἁμαρτίας ἐλεύθεροι. Οὐ γὰρ δύναται, ἐν ταὐτῷ εἶναι τὴν ζωὴν καὶ τὸν θάνατον. Εἰ ἀληθῶς ἀπέθανεν ὁ Χριστὸς, ἄρα καὶ ἀληθὴς ἡ διὰ τοῦ πνεύματος ἄφεσις. Ἐντεῦθεν δὲ δῆλον, πάντα τὰ βαπτισθέντα καὶ κοιμηθέντα βρέφη ἀναμφιβόλως σώζεσθαι, προορισθέντα διὰ τοῦ θανάτου τοῦ Χριστοῦ. Εἰ γὰρ ἐκτὸς πάσης ἦσαν ἁμαρτίας· κοινῆς μὲν, ὅτι ἐλυτρώθησαν τῷ θείῳ λουτρῷ, ἰδικῆς δὲ, ὅτι τὰ βρέφη μὴ ἔχοντα ἐνεργείᾳ προαίρεσιν οὐχ ἁμαρτάνει· ἄρα καὶ σώζεται. Ἐντίθησι δὲ τὸ βάπτισμα καὶ χαρακτῆρα ἀνεξάλειπτον, ὥσπερ καὶ ἡ ἱερωσύνη. Καθὼς γὰρ ἀδύνατον, τὸν αὐτὸν δὶς ἰερωσύνης τυχεῖν τῆς αὐτῆς· οὕτως ἀδύνατον ἀναβαπτισθῆναι τὸν ἅπαξ ὁρθῶς βαπτισθέντα, κἂν καὶ μυρίαις συμβέβηκεν αὐτὸν ὑποπεσεῖν ἁμαρτίαις, ἢ καὶ αὐτῇ ἐξομομώσει τῆς πίστεως. Θέλων γὰρ ἐπιστρέψαι πρὸς κύριον ἀναλαμβάνει τὴν ἣν ἀπώλεσεν υἱοθεσίαν διὰ τοῦ μυστηρίου τῆς μετανοίας.

17:Ὅρος 17Πιστεύομεν τὸ πανάγιον μυστήριον τῆς ἱερᾶς εὐχαριστίας, ὅπερ ἀνωτέρω κατὰ τάξιν τέταρτον ἐθέμεθα, ἐκεῖνο εἶναι, ὅπερ ὁ κύριος παρέδωκε τῇ νυκτὶ, ᾗ παρεδίδου ἑαυτὸν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. Λαβὼν γὰρ ἄρτον καὶ εὐλογήσας ἔδωκε τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις εἰπών· λάβετε. φάγετε· τοῦτό ἐστι τὸ σῶμα μου. Καὶ λαβὼν τὸ ποτήριον εὐχαριστήσας εἴρηκε· πίετε ἐξ αὐτοῦ πάντες, τοῦτό ἐστι τὸ αἶμά μου τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Τούτου ἐν τῇ ἱερουργίᾳ πιστεύομεν παρεῖναι τὸν κύριον Ιησοῦν Χριστὸν οὐ τυπικῶς, οὐδ᾿ εἰκονικῶς, οὐδὲ χάριτι ὑπερβαλλούσῃ, ὡς ἐν τοῖς λοιποῖς μυστηρίοις, οὐδὲ κατὰ μόνην παρουσίαν, καθώς τινες τῶν πατέρων εἰρήκασι περὶ τοῦ βαπτίσματος, οὐδὲ κατ᾿ ἀναρτισμὸν, ὥστε ἑνοῦσθαι τὴν θεότητα τοῦ λόγου τῷ προκειμένω τῆς εὐχαριστίας ἄρτῳ ὑποστατικῶς, καθὼς οἱ ἀπὸ Λουθήρου λίαν ἀμαθῶς καὶ ἀθλίως δοξάζουσιν· ἀλλ᾿ ἀληθῶς καὶ πραγματικῶς, ὥστε μετὰ τὸν ἁγιασμὸν τοῦ ἄρτου καὶ τοῦ οἴνου μεταβάλλεσθαι, μετουσιοῦσθαι, μεταποιεῖσθαι, μεταῤῥυθμίζεσθαι τὸν μὲν ἄρτον εἰς αὐτὸ τὸ ἀληθὲς τοῦ κυρίου σῶμα, ὅπερ ἐγεννήθη ἐν Βηθλεέμ ἐκ τῆς ἀειπαρθένου, ἐβαπτίσθη ἐν Ἰορδάνῃ, ἔπαθεν, ἐτάφη, ἀνέστη, ἀνελήφθη, κάθηται ἐκ δεξιῶν τοῦ Θεοῦ καὶ πατέρος, μέλλει ἐλθεῖν ἐπί τῶν νεφελῶν τοῦ οὐρανοῦ,—τὸν δ᾿ οἶνον μεταποιεῖσθαι καὶ μετουσιοῦσθαι εἰς αὐτὸ τὸ ἀληθὲς τοῦ κυρίου αἶμα, ὅπερ κρεμαμένου ἐπὶ τοῦ σταυροῦ ἐχύθη ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. Ἔτι μετὰ τὸν ἁγιασμὸν τοῦ ἄρτου καὶ τοῦ οἴνου οὐκ ἔτι μένειν τὴν οὐσίαν τοῦ ἄρτου καὶ τοῦ οἴνου, ἀλλ᾿ αὐτὸ τὸ σῶμα καὶ τὸ αἶμα τοῦ κυρίου ἐν τῷ τοῦ ἄρτου καὶ τοῦ οἴνου εἴδει καὶ τύπῳ, ταὐτὸν εἰπεῖν, ὑπὸ τοῖς τοῦ ἄρτου συμβεβηκόσιν. Ἔτι αὐτὸ τὸ πανακήρατον τοῦ κυρίου σῶμα καὶ αἷμα μεταδίδοσθαι καὶ εἰσδύειν εἰς τὸ στὸμα καὶ στόμαχον τῶν μετεχόντων εὐσεβῶν τε καὶ ἀσεβῶν. Πλὴν τοῖς μὲν εὐσεβέσι καὶ ἀξίοις ἄφεσιν ἁμαρτιῶν καὶ ζωὴν αἰώνιον προξενεῖν· τοῖς δὲ ἀσεβέσι καὶ ἀναξίοις κατάκρισιν καὶ κόλασιν αἰώνιον παραχωρεῖν. Ἔτι τέμνεσθαι μὲν καὶ διαιρεῖσθαι εἴτε χέρσιν εἴτε καὶ ὁδοῦσι τὸ σωμα καὶ τὸ αἷμα τοῦ κυρίου κατὰ συμβεβηκὸς μέντοι ἤτοι κατὰ τὰ συμβεβηκότα τοῦ ἄρτου καὶ τοῦ οἴνου, καθ᾿ ἃ καὶ ὁρατὰ καὶ ἁπτὰ εἷναι ὁμολογοῦνται, καθ᾿ ἑαυτὰ δὲ μένειν ἄτημτα πάντη καὶ ἀδιαίρετα. Ὅθεν καὶ ἡ καθολικὴ ἐκκλησία φησὶ· Μερίζεται καὶ διαμερίζεται ὁ μελιζομενος καὶ μὴ διαιρούμενος, ὁ πὰντοτε ἐσθιόμενος καὶ οὐδέποτε δαπανώμενος, ἀλλὰ τούς μετέχοντας—δηλονότι ἀξίως—ἁγιάζων. Ἔτι ἐν ἑκάστῳ μέρει καὶ τμήματι ἐλαχίστῳ τοῦ μεταβληθέντος ἄρτου καὶ οἴνου οὐκ εἶναι μέρος τοῦ σώματος καὶ αἵματος τοῦ κυρίου—βλάσφημον γὰρ τοῦτο καὶ ἄθεον—ἀλλ᾿ ὅλον ὁλικῶς τὸν δεσπότην Χριστὸν κατ᾿ οὐσίαν μετὰ ψυχῆς δηλονότι καὶ θεότητος, ἤτοι τέλειον Θεὸν καὶ τέλειον ἄνθρωπον. Ὅθεν καὶ πολλῶν γινομένων ἐν τῇ οἰκουμένῃ μιᾷ καὶ τῇ αὐτῇ ὥρᾳ ἰερουργιῶν, μὴ γίνεσθαι πολλοὺς Χριστοὺς ἢ πολλὰ σώματα Χριστοῦ, ἀλλ᾿ ἕνα καί τὸν αὐτὸν Χριστὸν παρεῖναι ἀληθῶς καί πραγματικῶς, καὶ ἕν εἶναι αὐτοῦ τὸ σῶμα καὶ τὸ αἷμα ἐν πάσαις ταῖς κατὰ μέρος τῶν πιστῶν ἐκκλησίαις καὶ τοῦτο οὐχ ὅτι τὸ ἐν οὐρανοῖς τοῦ δεσπότου ἐν τοῖς θυσιαστηρίοις κάτεισι σῶμα, ἀλλ᾿ ὅτι ὁ τῆς προθέσεως ἐν πάσαις ταῖς κατὰ μέρος ἐκκλησίαις προκείμενος ἄρτος μεταποιούμενος καὶ μετουσιουμενος μετὰ τὸν ἁγιασμὸν γίνεται καὶ ἐστι ἕν καὶ τὸ αὐτὸ τῷ ἐν οὐρανοῖς. Ἕν γὰρ τὸ σῶμα τοῦ κυρίου ἐν πολλοῖς τόποις καὶ οὐ πολλὰ, καὶ διὰ τοῦτο τὸ μυστήριον τοῦτο μάλιστά ἐστι καὶ λέγεται θαυμαστὸν καὶ πίστει μόνῃ κατάληπτον, οὐ σοφίσμασι σοφίας ἀνθρωπίνης, ἧς τὴν μάταιαν καὶ ἀνόητον ἐν τοῖς θείοις περιέργειαν ἀποσείεται ἡ εὐσεβὴς καὶ θεοπαράδοτος ἡμῶν θρησκεία. Ἔτι αὐτὸ τὸ σῶμα καὶ αἷμα τοῦ κυρίου τὸ ἐν τῷ τῆς εὐχαριστίας μυστηρίῳ ὀφείλειν τιμᾶσθαι ὑπερβαλλόντως καὶ προσκυνεῖσθαι λατρευτικῶς. Μία γὰρ ἡ προσκύνησις τῆς ἁγίας τριάδος καὶ τοῦ σῶματος καὶ αἵματος τοῦ κυρίου. Ἔτι εἶναι θυσίαν ἀληθῆ καὶ ἱλαστικὴν προσφερομένην ὑπὲρ πάντων τῶν εὐσεβῶν ζώντων καὶ τεθνεώτων καὶ ὑπὲρ ὠφελείας πάντων, ὡς κεῖται ῥητῶς ἐν ταῖς τοῦ μυστηρίου προσευχαῖς ὑπὸ τῶν ἀποστόλων τῇ ἐκκλησίᾳ παραδοθείσαις κατὰ τὴν πρὸς αὐτοὺς διαταγὴν τοῦ κυρίου. Ἔτι καὶ πρὸ τῆς χρήσεως εὐθὺς μετὰ τὸν ἁγιασμὸν καὶ μετὰ τὴν χρῆσιν τὸ φυλαττόμενον ἐν ταῖς ἱεραῖς θήκαις πρὸς μετάληψιν τῶν ἀποδημῆσαι μελλόντων ἀληθὲς εἶναι τοῦ κρίου σῶμα, καὶ κατὰ μηδὲν διαφέρον ἑαυτου, ὥστε πρὸ τῆς χρήσεως μετὰ τὸν ἁγιασμὸν, ἐν τῇ χρήσει καὶ μετὰ τὴν χρῆσιν, εἶναι κατὰ πάντα τὸ ἀληθὲς τοῦ κυρίου σῶμα. Ἔτι τῇ μετουσίωσις λέξει οὐ τὸν τρόπον πιστεύομεν δηλοῦσθαι, καθ᾿ ὃν ὁ ἄρτος καὶ ὁ οἶνος μεταποιοῦνται εἰς τὸ σῶμα καὶ τὸ αἷμα τοῦ κυρίου,—τοῦτο γὰρ ἄληπτον πάντη καὶ ἀδύνατον πλὴν αὐτοῦ τοῦ Θεοῦ, καὶ τοῖς πιστεύουσιν ἀμάθειαν ἅμα καὶ ἀσέβειαν ἐπιφέρει—ἀλλ᾿ ὅτι ὁ ἄρτος καὶ ὁ οἶνος μετὰ τὸν ἁγιασμὸν οὐ τυπικῶς οὐδ᾿ εἰκονικῶς, οὐδέ χάριτι ὑπερβαλλούσῃ, οὐδὲ τῇ κοινωνίᾳ ἢ τῇ παρουσίᾳ τῆς θεότητος μόνης τοῦ μονογενοῦς μεταβάλλεται εἰς τὸ σῶμα καὶ αἷμα τοῦ κυρίου, οὐδὲ συμβεβηκός τι τοῦ ἄρτου καὶ τοῦ οἴνου εἰς συμβεβηκός τι τοῦ σώματος καὶ αἵματος τοῦ Χριστοῦ κατά τινα τροπὴν ἢ ἀλλοίωσιν μεταποιεῖται, ἀλλ᾿ ἀληθῶς καὶ πραγματικῶς καὶ οὐσιωδῶς γίνεται ὁ μὲν ἄρτος αὐτὸ τὸ ἀληθὲς τοῦ κυρίου σῶμα, ὁ δ᾿ οἶνος αὐτὸ τοῦ κυρίου αἷμα, ὡς εἴρηται ἀνωτέρω. Ἔτι μὴ γίνεσθαι ὑπό τινος ἄλλου τὸ τῆς ἱερᾶς εὐχαριστίας τοῦτο μυστήριον, εἰ μὴ μονον ὑπὸ ἱερέως εὐσεβοῦς καὶ ὑπὸ εὐσεβοῦς καὶ νομίμου ἐπισκόπου τὴν ἱερωσύνην λαβόντος, καθ᾿ ὃν τρόπον ἡ ἀνατολικὴ ἐκκλησία διδάσκει. Αὕτη ἐστὶν ἐν συντόμῳ ἡ τῆς καθολικῆς ἐκκλησίας καὶ περὶ τοῦ μυστηρίου τούτου δόξα καὶ ἀληθὴς ὁμολογία καὶ ἀρχαιοτάτη παράδοσις, ἣν οὐ δεῖ κολοβοῦσθαι κατ᾿ οὐδένα τρόπον ὐπὸ τῶν εὐσεβεῖν βουλομένων καὶ ἀποσειομένων τοὺς νεωτερισμοὺς καὶ τὰς βεβήλους τῶν αἰρετικῶν κενοφωνίας· ἀλλ᾿ ἀναγκαίως σώαν καὶ ἀδιάσειστον τηρεῖσθαι τὴν νομοθετηθεῖσαν παράδοσιν. Τοὺς γὰρ παραβαίνοντας ἀποποιεῖται καὶ ἀναθεματίζει ἡ καθολικὴ τοῦ Χριστοῦ ἐκκλησία.

18:Ὅρος 18Πιστεύομεν τὰς τῶν κεκοιμημένων ψυχὰς εἶναι ἢ ἐν ἀνέσει ἢ ἐν ὀδύνῃ, καθ᾿ ὅ, τι ἕκαστος ἔπαραξεν·—χωριζομένας γὰρ ἀπὸ τῶν σωμάτων παραυτίκα ἢ πρὸς εὐφροσύνην ἢ πρὸς λύπην καὶ στεναγμὸν ἐκδημεῖν, ὁμολογουμένης μέντοι μήτε τῆς ἀπολαύσεως μήτε τῆς κατακρίσεως τελείας. Μετὰ γὰρ τὴν κοινὴν ἀνάστασιν, ὅτε ἡ ψυχὴ ἐνωθείη τῷ σώματι, μεθ᾿ οῦ καλῶς ἢ πονηρῶς ἐπολιτεύσατο, ἀπολήψεται ἕκαστος τὸ τέλειον ἢ τῆς ἀπολαύσεως ἢ τῆς κατακρίσεως δηλονότι. Τοὺς δὲ συμφθαρέντας θανασίμοις πλημμελήμασι καὶ μὴ ἐν ἀπογνώσει ἀποδημήσαντας ἀλλὰ μετανοήσαντας μὲν, ἔτι περιόντας ἐν τῷ μετὰ σώματος βίῳ, μὴ ποιήσαντας δὲ οὐδοτιοῦν καρπὸν μετανοίας—ἐκχέαι δάκρυα δηλονότι καὶ γονυπετῆσαι ἐν γρηγορήσει προσευχῶν, θλιβῆναι, πτωχοὺς παραμυθῆσαι, καὶ τέως ἐν ἔργοις τὴν πρὸς τὸν Θεὸν καὶ τὸν πλησίον ἀγάπην ἐπιδεῖξαι, ἃ καὶ ἱκανοποίησιν καλῶς ἡ καθολικὴ ἐκκλησία ἀπ᾿ ἀρχῆς ὠνόμασε—τούτων καὶ αὐτῶν τὰς ψυχὰς ἀπέρχεσθαι εἰς ᾄδου καὶ ὑπομένειν τῶν ἕνεκα ὧν εἰργάσαντο ἁμαρτημάτων ποινήν. Εἶναι δ᾿ ἐν συναισθήσει τῆς ἐκεῖθεν ἀπαλλαγῆς, ἐλευθεροῦσθαι δὲ ὑπὸ τῆς ἄκρας ἀγαθότητος διὰ τῆς δεήσεως τῶς ἱερέων καὶ εὐποιϊῶν, ἃ τῶν ἀποιχομένων ἕνεκα οἱ ἑκάστου συγγενεῖς ἀποτελοῦσι· μεγάλα δυναμένης μάλιστα τῆς ἀναιμάκτου θυσίας, ἣν ἰδίως ὑπὲρ τῶς κεκοιμημένων συγγενῶν ἕκαστος καὶ κοινῶς ὑπὲρ πάντων ἡ καθολικὴ καὶ ἀποστολικὴ ὁσημέραι ποιεῖ ἐκκλησία· ἐννοουμένου μέντοι καὶ τούτου τοῦ μὴ εἰδέναι ἡμᾶς δηλαδὴ τὸν καιρὸν τῆς ἀπαλλαγῆς. Ὅτι γὰρ γίνεται ἐλευθερία τῶν τοιούτων, ἀπὸ τῶν δεινῶν καὶ πρὸ τῆς κοινῆς ἀναστάσεώς τε καὶ κρίσεως οἴδαμεν καὶ πιστεύομεν· πότε δὲ, ἀγνοοῦμεν.

Q1Εἰ δεῖ τὴν θείαν γραφὴν κοινῶς παρὰ πάντων τῶν Χριστιανῶν ἀναγινώσκεσθαι; Οὔ. Τὴν πᾶσαν γὰρ γραφὴν θεόπνευστον καὶ ὠφέλιμον οἴδαμεν, καὶ οὕτω τὸ ἀναγκαῖον ἔχουσαν μεθ᾿ ἑαυτῆς, ὥστε χωρὶς αὐτῆς ἀδύνατον ὁπωσοῦν εὐσεβεῖν. Οὐ μὴν καὶ ὑπὸ πάντων ἀναγινώσκεσθαι ταύτην ἀλλ᾿ ὑπὸ μόνον τῶν μετὰ τῆς πρεπούσης ἐρεύνης τοῖς βάθεσιν ἐγκυπτόντων τοῦ πνεύματος καὶ εἰδότων, οἷς τρόποις ἡ θεία γραφὴ ἐρευνᾶται καὶ διδάσκεται καὶ ὅλως ἀναγινώσκεται. Τοῖς δὲ μὴ γεγυμνασμένοις καὶ ἀδιαφόρως ἢ μόνον κατὰ τὸ γράμμα ἢ καὶ κατ᾿ ἄλλον τινὰ τρόπον ἀλλότριον τῆς εὐσεβείας τὰ τῆς γραφῆς ἐκλαμβάνουσιν, ἡ καθολικὴ ἐκκλησία, διὰ τῆς πείρας τὴν βλαβὴν ἐγνωκυῖα, οὐ θεμιτὴν τὴν ἀνάγνωσιν εἶναι ἐντέλλεται. Ὥστε παντὶ εὐσεβεῖ ἐπιτέτραφθαι μὲν ἀκούειν τὰ τῆς γραφῆς, ἵνα πιστεύῃ τῇ καρδίᾳ εἰς δικαιοσύνην, ὁμολογῇ δὲ τῷ στόματι εἰς σωτηρίαν· ἀναγινώσκειν δὲ ἔνια τῆς γραφῆς μέρη καὶ μάλιστα τῆς παλαιᾶς ἀπηγορεύεται τῶν εἰρημένων αἰτίων καὶ τῶν ὁμοίων τούτοις ἕνεκα. Καὶ ἐστιν ἶσον παραγγέλλειν τοῖς ἀγυμνάστοις μὴ ἀναγινώσκειν ὡσαύτως τὴν πᾶσαν ἱερὰν γραφὴν, καὶ τοῖς βρέφεσιν ἐντέλλεσθαι, μὴ ἅπτεσθαι στερεᾶς τροφῆς.

Ἐρώτησις 2Εἰ σαφής ἐστιν ἡ γραφὴ πᾶσι τοῖς ἀναγινώσκουσι Χριστιανοῖς; Εἰ σαφὴσ ἦν ἡ θεία γραφὴ πᾶσι τοῖς ἀναγινώκουσι Χριστιανοῖς, οὐκ ἂν ὁ κύριος ἐρευνᾷν ταύτην τοῖς βουλομένοις σωτηρίας τυχεῖν ἐπέτρεπε· καὶ τὸ χάρισμα τῆς διδασκαλίας ματαίως τῷ Παύλῳ ἐλέγετο τεθῆναι ὑπὸ τοῦ Θεοῦ τῇ ἐκκλησίᾳ· καὶ ὁ Πέτρος οὐκ ἂν περὶ τῶν τοῦ Παύλου ἐπιστολῶν ἔχειν τινὰ δυσνόητα ἔλεγε. Δῆλον οἶν, ὡς πολὺ τὸ βάθος ἔχειν τὴν γραφὴν καὶ τὸ μέγεθος τῶν ἐννοιῶν καὶ δεῖσθαι ἐπιστημόνων καὶ θείων ἀνδρῶν πρὸς ἔρευναν καὶ ἀληθῆ κατάληψιν καὶ γνῶσιν ὀρθὴν καὶ συνῳδὸν τῇ πάσῃ γραφῇ καὶ τῷ δημιουργῷ ταύτης ἁγίῳ πνεύματι. Ὥστε τοῖς ἀναγεννηθεῖσιν, εἰ καὶ γνώριμος ἡ περὶ τριάδος πίστος καὶ ἡ τοῦ υἱου τοῦ Θεοῦ ἐνανθρώπησις, τὰ πάθη, ἡ ἀνάστασις, ἡ εἰς οὐρανοὺς ἄνοδος, ὁ περὶ τῆς παλιγγενεσίας καὶ κρίσεως λόγος, ὧν εἵνεκα καὶ πολλοὶ θάνατον ὑπομεῖναι οὐκ ὤκνησαν· οὐκ ἀναγκαῖον δὲ, μᾶλλον δὲ ἀδύνατον πᾶσιν, εἰδέναι καὶ ἃ τὸ πνεῦμα τὸ ἅγιον μόνοις τοῖς ἐγγεγυμνασμένοις ἐπὶ σοφίᾳ καὶ ἁγιότητι φανεροῖ.

Ἐρώτησις 3Ἱεράν γραφὴν ποῖα βιβλία καλεῖς; Στοιχοῦντες τῷ κανόνι τῆς καθολικῆς ἐκκλησίας ἱερὰν γραφὴν καλοῦμεν ἐκεῖνα πάντα, ἅπερ ὁ Κύριλλος ὑπὸ τῆς ἐν Λαοδικείᾳ συνόδου ἐρανισάμενος ἀριθμεῖ καὶ πρὸς τούτοις ἅπερ ἀσυνέτως καὶ ἀμαθῶς εἴτ᾿ οὖν ἐθελοκακούργως ἀπόκρυφα κατωνόμασε· τὴν Σοφίαν δηλαδὴ τοῦ Σολομῶντος, τὴν Ιουδὴθ, τὸν Τωβίαν, τὴν Ἱστορίαν τοῦ δράκοντος, τῆν Ἱστορίαν τῆς Σωσάννης. τοὺς Μακκαβαίους καὶ τὴν Σοφίαν τοῦ Σειρὰχ. Ἡμεῖς γὰρ μετὰ τῶν ἄλλων τῆς θείας γραφῆς γνησίων βιβλίων καὶ ταῦτα γνήσια τῆς γραφῆς μέρη κρίνομεν, ὅτι ἡ παραδόσασα ἀρχαία συνήθεια καὶ μάλιστα ἡ καθολικὴ ἐκκλησία γνήσια εἶναι τὰ ἱερὰ εὐαγγέλια καὶ τ᾿ ἄλλα τῆς γραφῆς βιβλία καὶ ταῦτα εἶναι τῆς ἁγίας γραφῆς μέρη ἀναμφιβόλως παρέδωκε, καὶ τούτων ἡ ἄρνησις ἐκείνων ἐστὶν ἀθέτησις. Εἰ δὲ που δοκεῖ μὴ ἀεὶ πάντα ὑπὸ πάντων συγκαταριθμεῖσθαι, οὐδὲν ἧττον ὅμως καὶ ταύτα παρά τε συνόδων καὶ πολλῶν ὅσων τῆς καθολικῆς ἐκκλησίας παλαιοτάτων τε καὶ ἐγκρίτων θεολόγων ἀριθμεῖται καὶ συγκαταριθμεῖται τῇ πάσῃ γραφῇ ἃ πάντα καὶ ἡμεῖς κανονικὰ βιβλία κρίνομεν, καὶ ταῦτα τὴν ἱερὰν γράφὴν εἶναι ὁμολογοῦμεν.

Ἐρώτησις 4Περί τῶν ἁγίων εἰκόνων καὶ τῆς προσκυνήσεως τῶ ἁγίων πῶς ὀφείλομεν φρονεῖν; Τῶν ἁγίων ὄντων καὶ ὁμολογουμένων παρὰ τῆς καθολικῆς ἐκκλησίας πρεσβευτῶν, ὃν τρόπον εἴρηται ἐν τῷ ὀγδόῳ κεφαλαίῳ· καιρὸς εἰπεῖν, ὅτι καὶ τιμῶμεν αὐτοὺς ὡς φίλους Θεοῦ καὶ ὡς ὑπὲρ ἡμῶν δεομένους τῷ τῶν ὅλων Θεῷ. Τιμῶμεν δὲ τούτους διττῶς· καθ᾿ ἕνα μὲν τρόπον τὴν μητέρα τοῦ Θεοῦ Λόγου, ὃν καὶ ὑπερδουλικόν φαμεν. Εἰ γὰρ καὶ ὡς ἀληθῶς δούλη ἡ θεοτόκος τοῦ μόνου Θεοῦ, ἀλλὰ καὶ μήτηρ, ὡς τὸν ἕνα τῆς Τριάδος γεννήσασα σαρκικῶς, διὸ καὶ ἀσυγκριτῶς ὑπερέχειν ὑμνεῖται πάντων ἀγγέλων τε καὶ ἁγίων, ὅθεν καὶ ὑπερδουλικὴν αὐτῇ ἀπονέμομεν τὴν προσκύνησιν. Κατὰ δεύτερον δὲ τρόπον, ὃν καὶ δουλικὸν ὀνομάζομεν, προσκυνοῦμεν εἴτ᾿ οὖν τιμῶμεν τοὺς ἁγίους ἀγγέλους, ἀποστόλους, προφήτας, μάρτυρας καὶ ἁπλῶς πάντας τοὺς ἁγίους. Πρὸς τούτοις προσκυνοῦμεν καὶ τιμῶμεν τὸ ξύλον τοῦ τιμίου τοῦ ζωοποιοῦ σταυροῦ, ἐν ᾧ ὁ σωτήρ ἡμῶν τὸ κοσμοσωτήριον εἰργάσατο πάθος, καὶ τὸν τύπον τοῦ ζωοποιοῦ σταυροῦ, τὴν ἐν Βηθλεὲμ φάτνην, δἰ ἧς τῆς ἀλογίας ἐῤῥύσθὴμεν, τὸν τόπον τοῦ κρανίου, τὸν ζωηφόρον τάφον καὶ τὰ λοιπὰ ἅγια προσκυνήματα· τά τε ἱερὰ εὐαγγέλια καὶ τὰ ἱερὰ σκεύη, δἰ ὧν ἡ ἀναίμακτος ἐπιτελεῖται θυσία. Μνήμαις τε ἐτησίοις καὶ δημοσίοις ἑορταῖς καὶ θείους ἱδρύμασι καὶ ἀναθέμασι τοὺς ἁγίους γεγαίρομεν καὶ τιμῶμεν. Ἔπειτα δὲ καὶ τὴν εἰκόνα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῆς ὑπεραγίας θεοτόκου καὶ πάντων τῶν ἁγίων προσκυνοῦμεν καὶ τιμῶμεν καὶ ἀσπαζόμεθα, καὶ μὴν καὶ τῶν ἁγίων ἀγγέλων, ὡς ὤφθησαν ἐνίοις τῶν τε προπατόρων καὶ προφητῶν. Ἱστοροῦμεν δὲ καὶ τὸ πανάγιον πνεῦμα, ὡς ὤφθη, ἐν εἴδει περιστερᾶς. Εἰ δὲ τινες εἰδωλολατρεῖν ἡμᾶς, ἁγίους καὶ εἱκόνας ἁγίων καὶ τὰ λοιπὰ προσκυνοῦντας, λέγουσι, μάταιον ἡγούμεθα καὶ ἀδρανές. Ἡμεῖς γὰρ μόνῳ τῷ ἐν τριάδι θεῷ λατρεύομεν καὶ οὐδενὶ ἑτέρῳ· τοὺς δὲ ἁγίους τιμῶμεν διττῶς· πρῶτον μὲν κατὰ τὴν πρὸς Θεὸν ἀναφορὰν, ἐπειδὴ ἐκείνου ἕνεκα τιμῶμεν αὐτοὺς, καὶ καθ᾿ ἑαυτοὺς, ὅτι ζῶσαί εἰσιν εἰκόνες τοῦ Θεοῦ. Τὸ δὲ καθ᾿ ἑαυτοὺς διώρισται ὅτι δουλικὸν. Τὰς δὲ ἁγίας εἰκόνας σχετικῶς, ὡς τῆς πρὸς ἐκείνας τιμῆς ἐπὶ τὰ πρωτότυπα ἀναφερομένης. Ὁ γὰρ εἰς τὴν εἰκόνα προσκυνῶν διὰ τῆς εἰκόνος τὸν πρωτότυπον προσκυνεῖ, καὶ ἡ δόξα οὐ μερίζεται, οὐδ᾿ ὅλως σχίξεται τῆς τε εἰκόνος καὶ τοῦ εἰκονιζομένου, καὶ ἐν ταὐτῷ γίνεται, ὡς ἡ εἰς τον βασιλικὸν πρέσβυν γινομένη. Ἃ δὲ πρὸς σύστασιν καινοτομίας αὐτῶν παρὰ τῆς γραφῆς λαμβάνουσιν, οὐχ οὕτως αὐτοῖς βοηθεῖ, ὡς βούλονται, ἀλλὰ μάλιστα ἡμῖν συνῳδὰ φαίνεται. Ἡμεῖς γὰρ τὴν θείαν γραφὴν ἀναγινώσκοντες ἐξετάζομεν καιρὸν καὶ προσωπον, παράδειγμα καὶ αἰτίαν. Ὅθεν καὶ τὸν αὐτὸν Θεόν ποτε μὲν λέγοντα· οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὔτε ὁμοίωμα, οὐδὲ προσκυνήσεις, οὐδὲ λατρεύσεις αὐτοῖς, ποτὲ δὲ προστάττοντα, γενέσθαι Χερουβιμ; Καὶ ἔτι βόας καὶ λέοντας γινώμενα ἐν τῷ ἱερῷ θεωροῦντες οὐ πεισματικῶς τούτων τὴν ἔννοιαν θεωροῦμεν. Ἐν γὰρ τῇ πεισμονῇ οὐκ ἔστι πίστις. ἀλλ᾿, ὡς εἴρηται, καιρὸν καὶ τὰ λοιπὰ θεωροῦντες, τῆς ὀρθῆς περὶ τούτων δόξης ἐπιτυγχάνομεν καὶ τὸ· οὐ ποιήσεις σεαυτῷ εἴδωλον ἢ ὁμοίωμα ταὐτὸν ἡγούμεθα τὸ· οὐ προσκυνήσεις Θεοῦς ἀλλοτρίους, εἴτ᾿ οὖν μὴ εἰδωλολατρήσῃς. Οὕτω γὰρ καὶ ἡ παρὰ τοῦ καιροῦ τῶν ἀποστόλων ἐπικρατήσασα συνηθεία τῇ ἐκκλησίᾳ τοῦ προσκυνεὶσθαι σχετικῶς τὰς ἀγίας εἰκόνας καὶ ἡ μόνῳ τῷ Θεῷ λατρεια διασωθείη καὶ ὁ Θεὸς οὐκ ἐναντίως λέγων ἑαυτῷ φανείη. Εἰ γὰρ ἠ γραφή φησιν· οὐ ποιήσεις οὐδὲ προσκυνήσεις, τίνα τρόπον ὕστερον ὁ Θεὸς τὸ μὲν ποιῆσαι ὁμοιώματα συγκεχώρηκε, τὸ δὲ προσκυνῆσαι οὔ, οὐκ ἔχομεν συνορᾀν. Ὅθεν, περὶ μόνης τῆς εἰδωλολατρείας οὔσης τῆς ἐντολῆς, εὑρίσκομεν καὶ ὄφεος καὶ λέοντας καὶ βόας καὶ Χερουβὶμ γεγονότα καὶ εἴδη εἴτ᾿ οὖν ὁμοιώματα, ἐν οἷς οἱ ἄγγελοι, ἐφαίνοντο προσκυνηθέντα. Οὓς δὲ προφέρουσι τῶν ἁγίων ὡς λέγοντας, μὴ ἐξὸν προσκυνεῖν τὰς εἰκόνας· ἡμῖν μᾶλλον βοηθεῖν ἐκείνους ἡγούμεθα, ἐπεὶ ἐκεῖνοι ἀγωνιστικῶς διαλεγόμενοι καὶ κατὰ τῶν λατρευτικῶς προσκυνούντων τὰς ἀγίας εἰκόνας καὶ κατὰ τῶν φερόντων εἰς τὰς ἐκκλησίας τὰς εἰκόνας τῶν τεθνηκότων συγγενῶν ἐκείνων ἐφέροντο καὶ ἀναθέματι τοὺς οὕτω ποιοῦντας καθυποβάλλουσιν, οὐ κατὰ τῆς ὀρθῆς προσκυνήσεως τῶν τε ἁγίων καὶ ἁγίων εἰκόνων καὶ τοῦ τιμίου σταυροῦ καὶ τῶν λοιπῶν, ὧν εἴρηται, ὅπου μάλιστα καὶ ἀπὸ τοῦ καιροῦ τῶν ἀποστόλων εἶναι τὰς ἁγίας εἰκόνας ἐν τῇ ἐκκλησίᾳ καὶ προσκυνεῖσθαι παρὰ τῶν πιστῶν πλεῖστοι ὅσοι καὶ ἱστοροῦσι καὶ κηρύττουσι, μεθ᾿ ὡν καὶ μεθ᾿ οὓς ἡ ἁγία οἰκουμενικὴ ἐβδόμη σύνοδος καταισχύνει πᾶσαν αἱρετικῶν βδελυρίαν. Ἐπειδὴ σαφέστατα μὲν δίδωσιν ἐννοεῖν, ὅπως δεῖ προσκυνεῖν τὰς ἁγίας εἰκόνας, καὶ τὰ προειρημένα ἄνωθεν, ἀναθεματίζει δὲ καὶ ἀφορισμῷ καθυποβάλλει τοὺς ἣ προσκυνοῦντας λατρευτικῶς τὰς εἰκόνας ἢ λέγοντας τοὺς ὀρθοδόξους εἰδωλολατρεῖν, προσκυνοῦντας τὰς εἰκόνας. Ἀναθεματίζομεν οὖν καὶ ἡμεῖς μετ᾿ ἐκείνων τοὺς προσκυνοῦντας ἢ ἅγιον ἢ ἄγγελον ἢ εἰκόνα, ἢ σταυρόν ἢ λείψανον ἀγίον ἢ ἱερὸν σκεῦος, ἢ εὐαγγέλιον, ἢ ἄλλο τι ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ καὶ ἐν τῆ θαλάσσῃ λατρευτικῶς καὶ μόνῳ τῷ ἐν τριάδι θεῷ τὴν λατρευτικὴν προσκύνησιν ἀπονέμομεν. Ἀναθεματίζομεν καὶ τοὺς λέγοντας τὴν προσκύνησιν τῶν εἰκόνων εἰκονολατρείαν, ἢ μὴ προσκυνοῦντας αὐτάς, καὶ μὴ τιμῶντας τὸν σταυρὸν καὶ τοὺς ἀγίους, ὡς ἡ ἐκκλησία παρέδωκε. Καὶ τοὺς ἁγίους καὶ τὰς ἁγίας εἰκόνας προσκυνοῦμεν, ὃν εἴρηται τρόπον, καὶ ἱστοροῦμεν ταύτας εἰς καλλωπισμὸν τῶν ναῶν, καὶ ἵν᾿ ὦσι βιβλία τῶν ἀμαθῶν καὶ πρὸς μίμησιν τῶν ἀρετῶν τῶν ἁγίων καὶ ἀνάμνησιν καὶ ἔρωτος αὔξησιν καὶ πρὸς ἐγρήγορσιν τοῦ ἐπικαλεῖσθαι ἀεὶ τὸν μὲν κύριον, ὡς δεσπότην καὶ πατέρα, τοὺς δὲ ἁγίους ὡς δούλους μὲν ἐκείνου, βοηθοὺς δὲ καὶ μεσίτας ἡμῶν.

Appendix: de monachorum orationibusΚαὶ ταῦτα μὲν περὶ τῶν κεφαλαίων καὶ ἐρωτήσεων Κυρίλλου. Οἱ δὲ αἱρετικοὶ καὶ τὴν προσευχὴν τῶν εὐσεβῶν πρὸς τὸν Θεόν κακίζουσιν, ἔπειτα οὐκ οἴδαμεν, ὅπως αὐτὴν μόνων τῶν μοναχῶν κατηγοροῦσι. Τὴν προσευχὴν τοίνυν ἡμεῖς ὁμιλίαν μετὰ Θεοῦ καὶ πρεπόντων ἀγαθῶν αἴτησιν, παῤ οὗ λαβεῖν ἐλπίζομεν, ἀνάβασίν τε νοῦ πρὸς Θεὸν καὶ εὐσεβῆ πρὸς Θεὸν ἀπευθυνομένην διάθεσιν, ζήτησιν τῶν ἀνωτέρω, ψυχῆς ἁγίας βοήθημα, λατρείαν τῷ Θεῷ κεχαρισμένην, σημεῖον μετανοίας καὶ βεβαίας ἐλπίδος οἴδαμεν· γίνεσθαι δὲ ἢ νῷ μόνῳ ἢ νοΐ καὶ φωνῇ· θεωρεῖσθαι ἐν αὐτῇ θεωρίαν τῆς ἀγαθότητος καὶ τοῦ ἐλέους τοῦ Θεοῦ, ἀναξιότητα τοῦ αἰτοῦντος καὶ ευχαριστιαν καὶ ἐπαγγελίαν τῆς μελλούσης πρὸς Θεὸν ὑποτάξεως. Ἔχειν δ᾿ αὐτὴν πίστιν καὶ ἐλπίδα καὶ διαμονὴν καὶ τήρησιν τῶν ἐντολῶν καὶ κατὰ πρῶτον λόγον αἴτησιν τῶν οὐρανίων· πολλοὺς δ᾿ ἔχειν τοὺς καρποὺς, οὓς περιττὸν ἐγκαταλέγειν· γίνεσθαι δὲ συνεχῶς, ἐπιτελεῖσθαι δὲ ὀρθίῳ καὶ γονυκλίτῳ σχήματι. Τοσαύτη δὲ ἥπερ αὐτῆς ὠφέλεια, ὥστε καὶ ψυχῆς τροφὴν καὶ ζωὴν ὁμολογεῖσθαι. Συνάγεται καὶ ταῦτα πάντα ἐκ τῆς θείας γραφῆς, ὥστε εἴ τις τούτων ἀπόδειξιν αἰτεῖ, ὅμοιος ἄφρονι, ἢ τυφλῷ περὶ τοῦ ἡλιακοῦ φωτὸς ὥρᾳ μεσημβρίας καὶ αἰθρίας ἀμφισβητοῦντι. Οἱ δ᾿ αἱρετικοί, βουλόμενοι μηδὲν ὧν Χριστὸς ἐπέτρεψε ἀπαρὰθραυστον ἐᾶσαι, καὶ ταύτης καθήψαντο. Αἰσχυνόμενοι δ᾿ οὕτω φανερῶς ἀσεβεῖν τεῶς μὲν περὶ προσευχῆς, ἁπλῶς μὴ γίνεσθαι οὐ κωλύουσι, ταῖς τῶν μοναχῶν δ᾿ εὐχαῖς ταράττονται· ὅπερ καὶ αὐτὸ ποιοῦσιν, ἵνα τοῖς ἁπλοϊκοῖς μῖσος κατὰ τῶν μοναχῶν θῶσι πρὸς τὸ μὴ ὅλως ἀνέχεσθαι τούτους τυχὸν ὡς βεβήλους καὶ νεωτεριστὰς ὁρᾷν, μὴ ὅτιγε ἀνέχεσθαι τὰ τῆς εὐσεβοῦς καὶ ὀρθοδόξου πίστεως δόγματα διδάσκεσθαι παῤ αὐτῶν. Σοφὸς γὰρ ὁ ἀντίδικος περὶ τὸ κακὸν καὶ ἀγχίνους περὶ τὰ μάταια· ὅθεν καὶ τοῖς ὁπαδοῖς αὐτοῦ—οἷοι οἱ αἱρετικοὶ οὗτοι μάλιστα—οὐκ ἔστι τοσοῦτον καταθύμιον εὐσεβεῖν, ὅσον περισπούδαστον τὸ ἀείποτε ἐκτραχηλιάζειν ἐπὶ βάθει κακῶν καὶ ἐκρήγνυσθαι ἐς τόπους, οὓς οὐκ ἐπισκοπεῖ κύριος. Ἐρωτητέον οὖν αὐτοὺς, τίνας φασὶν εἶναι τὰς τῶν μοναχῶν προσευχὰς· καὶ εἰ μὲν τοὺς μοναχοὺς φαῖεν ἐξ ἑαυτῶν τινὰ ἀλλόκοτα πεποιηκέναι καὶ ἀπᾴδοντα τῇ ὀρθοδόξῳ τῶν Χριστιανῶν θρησκείᾳ, καὶ αὐτοὶ ξυντιθέμεθα καὶ τοὺς μοναχοὺς οὐ μόνον οὐ μοναχοὺς ἀλλ᾿ οὐδὲ Χριστιανούς φαμεν. Εἰ δὲ οἱ μοναχοὶ διηγοῦνται ἐν ἐκτάσει τὴν δόξαν καὶ τὰ θαυμάσια τοῦ Θεοῦ καὶ συνεχῶς καὶ ἀδιαλείπτως, καὶ ἐν παντὶ καιρῷ τὸ θεῖον, ὡς δυνατὸν ἀνθρώπῳ, ὕμνοις καὶ δοξολογίαις καταγεραίρουσι, πῇ μὲν τὰ τὴς γραφῆς δηλονότι ψάλλοντες, πῇ δὲ τοὺς ὕμνους ἐκ τῶς γραφῆς συνάγοντες, εἴτ᾿ οὖν συνῳδὰ ἐκείνῃ φθεγγόμενον· ἀποστολικὸν καὶ προφητικὸν, μᾶλλον δὲ κυριακὸν ἔργον αὐτοὺς πληροῦν ὁμολογοῦμεν. Ὅθεν καὶ ἡμεῖς Παρακλητικὴν, Τριώδιον καὶ Μηναῖα ψάλλοντες μηδὲν ἀπᾷδον Χριστιανοῖς ἔργον πληροῦμεν. Πᾶσαι γὰρ αἱ τοιαῦται βίβλοι περὶ ἡνωμένης καὶ διακεκριμένης θεολογίας διαλέγονται καὶ ὕμνοις, πῇ μὲν συνηγμένοις ἐκ τῆς θείας γραφῆς, πῇ δὲ κατὰ τὴν χορηγίαν τοῦ πνεύματος, ἵν᾿ ὦσι τοῖς μέλεσιν αἰ λέξεις κατάλληλοι δἰ ἑτέρων λέξεων, τὰ τῆς γραφῆς ᾳδομεν· ἔπειτα ἵν᾿ ὅλως ᾖ κατάδηλον, ὅτι τὰ τῆς γραφῆς ἀεὶ ψάλλομεν, ἐν ἑκάστῳ τῶν ὕμνων λεγομένῳ Τροπαρίῳ στῖχον τῆς γραφῆς ἐπιλέγομεν. Εἰ δὲ καὶ Θηκαρᾶ καὶ ἄλλας τοῖς πάλαι πατράσι πονηθείσας εὐχὰς ψάλλομεν καὶ ἀναγινώσκομεν· εἰπάτωσαν οὗτοι, ποῖον ἐκείνων τὸ βλάσφημον καὶ μὴ εὐσεβὲς, καὶ μετ᾿ ἐκείνων τούτους ἀποδιώξομεν. Ἐι δὲ καὶ μόνον τοῦτό φασι, τὸ συνεχῶς καὶ ἁδιαλείπτως προσεύχεσθαι κακὸν, τί αὐτοῖς καὶ ἡμῖν; Μαχέσθωσαν Χριστῷ—καθάπερ καὶ μάχονται—εἰπόντι τὴν τοῦ ἀδίκου κριτοῦ παραβολὴν, πρὸς τὸ δεῖν συνεχῶς προσεύχεσθαι, καὶ διδάξαντι ἀγρυπνεῖν καὶ εὔχεσθαι, φυγεῖν τὰ θλιβερὰ καὶ σταθῆναι ἔμπροσθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου. Μαχέσθωσαν Παύλῳ πρώτης πρὸς Θεσσαλονικεῖς κεφαλαίῳ καὶ ἀλλαχοῦ ἐν πολλοῖς. Ἐῶ λέγειν τοὺς θείους τῆς καθολικῆς ἐκκλησίας καθηγεμόνας ἀπὸ χριστοῦ ἄχρις ἡμῶν· ἀρκεῖ γὰρ αὐτοῖς πρὸς αἰσχύνειν τὸ σύντονον τῆς προσευχῆς τῶν τε προπατόρων, ἀποστόλων καὶ προφητῶν. Εἰ οὖν τὰ τῶν μοναχῶν ἐστὶ τὰ τῶν ἀποστόλων καὶ προφητῶν, δὸς δ᾿ είπεῖν καὶ τῶν ἁγίων πατέρων καὶ τῶν προπατόρων αὐτοῦ τοῦ Χριστοῦ· δῆλον ὅτι αἱ τῶν μοναχῶν εὐχαὶ καρποί εἰσι τοῦ τῶν χαρισμάτων δοτῆρος ἁγίου πνεύματος. Ἂ δὲ Καλουῖνοι κεκαινοτομήκασιν ἔν τε τοῖς περὶ Θεοῦ καὶ τῶν θείων βλασφημοῦντες καὶ τὴν θείαν γραφὴν παρεξηγούμενοι, κολοβοῦντες καὶ καθυβρίζοντες· τοῦ διαβόλου εἰσὶ σοφισματά τε καὶ ἐφευρήματα. Ἀλυσιτελὲς δὲ καὶ τὸ· ἀδύνατον τῇ ἐκκλησίᾳ βρωμάτων τινῶν ἀποχὰς καὶ νηστείας διατάττειν ἄνευ βίας καὶ τυραννίδος. Ἡ γὰρ ἐκκλησία πρὸς νέκρωσιν τῆς σαρκὸς καὶ ὅλως τῶν παθῶν, μάλα καλῶς ποιοῦσα, διατάττει ἐπιμελῶς τὴν προσευχὴν καὶ τὴν νηστείαν, ἧς ἐρασταὶ καὶ τύποι γεγόνασι οἱ ἅγιοι πάντες, δἰ ὦν—τῇ ἄνωθεν χάριτι καθαιρόμενος ὁ ἀντίδικος ἡμῖν διάβολος σὺν τοῖς στρατεύμασι καὶ ταῖς δυνάμεσι αὐτοῦ—ῥᾳδίως τελειοῦται ὁ προκείμενος τοῖς εὐσεβέσι δρόμος. Ταῦτα οὖν σκεπτομένη ἡ ἄσπιλος ἁπανταχοῦ ἐκκλησία οὐ βιάζει οὐδὲ τυραννεῖ· ἀλλὰ παρακαλεῖ, νουθετεῖ, διδάσκει τὰ τῆς γραφῆς καὶ πείθει τῇ δυνάμει τοῦ πνεύματος. Προστίθησι δὲ τοῖς εἰρημένοις καὶ τις ἀνθρωπίσκος ὁ ἐν Καρεντονίᾳ προειρημένος, φαμὲν, Κλαύδιος καὶ ἕτερά τινα καθ᾿ ἡμῶν γελοῖα καὶ μηδενὸς λόγου ἄξια· ἀλλ᾿ ἡμεῖς καὶ τὰ εἰρημένα αὐτῷ μύθους ἡγούμεθα καὶ τοῦτον αὐτὸν τερατοποιον καὶ πάντη ἀμαθῆ γνωρίζομεν. Καὶ μετὰ Φώτιον γὰρ μύριοι ὅσοι καὶ γεγόνασι καὶ εἰσιν ἐπὶ σοφίᾳ καὶ θεολογίᾳ καὶ ἁγιότητι παρὰ τῇ ἀνατολικῇ ἐκκλησίᾳ διαφέροντες τῇ δυνάμει τοῦ πνεύματος. Γελοιότατον δὲ καὶ τὸ· διὰ τὸ ἔχειν τινὰς τῶν ἁνατολικῶν ἱερέων τὸν ἅγιον ἄρτον ἐν σκεύεσι ξυλίνοις, ἔσω που τοῦ ναοῦ, ἔξω τοῦ βήματος ἔν τινι τῶν κιόνων κρεμάμενον, μὴ ὁμολογεῖν αὐτοὺς τὴν πραγματικὴν καί ἀληθῆ μεταβολὴν τοῦ ἄρτου εἰς τὸ σῶμα τοῦ κυρίου. Ὅτι μὲν γὰρ τινες τῶν πτωχῶν ἱερέων ἔχουσι τὸ δεσποτικὸν σῶμα ἐν σκεύεσι ξυλίνοις, οὐκ ἀρνούμεθα· καὶ γὰρ ὁ Χριστὸς οὐχ ὑπὸ λίθων καὶ μαρμάρων τιμᾶται, ἀλλὰ διάνοιαν ὑγιῆ καὶ καρδίαν καθαρὰν αἰτεῖ παῤ ἡμῶν. Τοῦτο καὶ Παύλῳ συμβέβηκεν· ἔχομεν γάρ, φησι, τὸν θησαυρὸν ἐν ὀστρακίνοις σκεύεσιν. Ὅπου δ᾿ αἱ κατὰ μέρος ἐκκλησίαι δύνανται, ὥσπερ τυχὸν παῤ ἡμῖν ἐν Ἱεροσολύμοις, ἔνδον τοῦ ἀγίου βήματος ἐκάστου τῶν ναῶν τὸ δεσποτικὸν σῶμα τιμᾶται καὶ φωταγωγεῖται ἀείποτε ἑπταφώτῳ κανδήλῃ. Ἔπεισι δὲ μοι θαυμάζειν, πῶς τὸ δεσποτικὸν σῶμα παρά τινι ἐκκλησίᾳ ἴδον κρεμάμενον οἱ αἱρετικοὶ ἔξω τοῦ βήματος, διὰ τὸ ἴσως σεσαθρῶσθαι τοὺς τοίχους τοῦ βήματος ὑπὸ τῆς παλαιότητος, κἀκ τούτου συμπεραίνουσι τὰ ἀσύστατα· τὸν δὲ Χριστὸν οὐκ εἶδον ὑπὸ τὸ ἡμικύκλιον τοῦ ἁγίου βήματος ἰστορούμενον ὡς βρέφος ἔνδον τοῦ δίσκου, ἵνα ἴδωσιν, ὅτι, ὡς ἱστοροῦσιν οἱ ἀνατολικοι ἔνδον τοῦ δίσκου οὐ τύπον, οὐ χάριν, οὐκ ἄλλο τι, ἀλλ᾿ αὐτὸν τὸν Χριστὸν, οὕτω καὶ πιστεύουσι, τὸν ἄρτον τῆς εὐχαριστίας οὐκ ἄλλο τι, ἁλλ᾿ αὐτὸ γίνεσθαι οὐσιωδῶς τὸ σῶμα τοῦ κυρίου καὶ οὕτω συμπαραινοῦσι τὸ ἀληθὲς. Ἀλλὰ περὶ μὲν τούτων ἁπάντων εἴρηται πλατύτερον καὶ σαφέστερον τῇ ὀρθοδόξῳ λεγομένῃ τῆς ἀνατολικῆς ἐκκλησίας ὁμολογίᾳ· Γεωργίῳ Χίῳ τῷ Κορεσίῳ ἐν τοῖς περὶ μυστηρίων καὶ προορισμοῦ καὶ χάριτος καὶ τοῦ ἐφ᾿ ἡμῖν, καὶ πρεσβειας καὶ προσκυνήσεως ἁγίων καὶ προσκυνήσεως εἰκόνων, καὶ ἐν τῇ πονηθείσῃ αὐτῷ ἀντιῤῥήσει κατὰ τῆς ἐν Φλανδρίᾳ ποτὲ τῶν αἱρετικῶν ἀθεμίτου συνόδου καὶ ἐν ἄλλοις πολλοῖς· Γαβριὴλ Πελοποννησίῳ τῷ μητροπολίτῃ Φιλαδελφίας καὶ Γρεγορίῳ πρωτοσυγγέλλῳ τῷ Χίῳ ἐν τοῖς περὶ μυστηρίων, Ἰερεμίᾳ τῷ ἁγιωτάτῳ πατριάρχῃ Κωνσταντινουπόλεως ἐν τρισὶ δογματικαῖς καὶ συνοδικαῖς πρὸς τοὺς ἐν Τυβίγγῃ τῆς Γερμανίας Λουθήρους ἐπιστολαῖς· Ἰωάννῃ ἱερεῖ καὶ οἰκονόμῳ Κωνσταντινουπόλεως τῷ Ναθαναήλ· Μελετίῳ Συρίγῳ τῷ Κρητί ἐν τῇ πονηθείσῃ αὐτῷ ὀρθοδόξῳ ἀντιῤῥήσει κατὰ τῶν κεφαλαίων καὶ ἐρωτήσεων τοῦ λεγομένου Κυρίλλου· Θεοφάνῃ τῷ πατριάρχῃ Ἱεροσολύμων ἐν τῇ πρὸς Ῥωξολάνους δογματικῇ ἐπιστολῇ, καὶ ἄλλοις μυρίοις. Πρὸ τούτων δὲ εἴρηται μάλιστα καλῶς Συμεὼν τῷ Θεσσαλονίκης καὶ πρὸ ἐκείνου πᾶσι τοῖς πατρᾶσι καὶ ταῖς οἰκουμενικαῖς συνόδοις, ἱστορικοῖς τε ἐκκλησιαστικοῖς, καὶ μὴν καὶ τοῖς ἐπὶ τῶν Χριστιανῶν Ρωμαίων αὐτοκρατόρων συγγράψασι τὰς ἐξωτερικὰς ἱστορίας εἴρηται σποράδην, οἷς ἅπασι τὰ εἰρημένα χωρὶς πάσης ἀντιλογίας εἴληπται παρὰ τῶν ἀποστόλων, ὧν αἵ τε διὰ γραφῆς καὶ λόγου παραδόσεις διὰ τῶν πατέρων ἀφίκοντο μέχρις ἡμῶν. Συνίστησι δὲ τὰ προειρημένα καὶ ὁ παρὰ τῶν αἱρετικῶν λόγος. Νεστορίται μὲν γὰρ μετὰ ἔτη τῆς σωτηρίας υκή, Ἀρμήνιοί τε καὶ Κόπται καὶ Σύροι καὶ ἔτι Αἰθίοπες οἱ ὑπὸ τὸν ἰσημερινὸν καὶ ἐπέκεινα τούτου κατὰ τὸν χειμερινὸν τροπικὸν οἰκοῦντες, οὓς καὶ Καμπεσίους οἱ ἐνταῦθα κοινῶς ὀνομάζουσι, μετὰ ἔτη … τῆς ἐνσάρκου ἐπιδημίας ἀπεῤῥάγησαν τῆς καθόλου ἐκκλησίας καὶ· ἕκαστος τούτων ἔχει μόνην τὴν αἵρεσιν, ἣν ἅπαντες ἀπὸ τῶν πρακτικῶν τῶν οἰκουμενικῶν ἴσασι συνόδων. Περὶ μέντοι τοῦ σκόπου καὶ τοῦ ἀριθμοῦ τῶν ἱερῶν μυστηρίων καὶ τῶν εἰρημένων ἡμῖν ἀνωτέρω ἅπαντων—πλὴν τῆς ἰδίας αὐτῶν αἱρέσεως, ὡς εἴρηται—ὡσαύτως πιστεύουσι τῇ καθολικῇ ἐκκλησίᾳ, ὡς αὐτοῖς ὄμμασιν ὅσαι ὥραι βλέπομεν καὶ αἰσθήσαι καὶ λόγῳ μανθάνομεν, ἐνταῦθα ἐν τῇ ἁγίᾳ πόλει Ἱερουσαλὴμ, ἐν ᾗ ἀπὸ πάντων καὶ οἰκοῦσι καὶ πάντοτε ἐπιδημοῦσι πλεῖστοι ὅσοι παῤ αὐτῶν, σοφοί τε, ὅσον τὸ κατ᾿ αὐτοὺς, καὶ ἰδιῶται. Σιωπάτωσαν τοίνυν οἱ κενόφωνοι καὶ νεωτερισταὶ αἱρτικοὶ καὶ μὴ ἐπιχειρείτωσαν ἔκ τε τῆς γραφῆς καὶ τῶν πατέρων καθ᾿ ἡμῶν κλέπτοντες ῥησίδιά τινα σεσοφισμένως εἰς σύστασιν τοῦ ψεύδους, ὡς πεποιήκασι πάντες οἱ ἀπ᾿ αἰῶνος ἀποστάται καὶ αἱρετικοὶ, καὶ λεγέτωσαν ἓν καὶ μόνον, ὅτι προφασιζόμενοι προφάσεις ἐν ἁμαρτίαις προῄρηνται λαλεῖν ἄδικα κατὰ τοῦ Θεοῦ καὶ βλάσφημα κατὰ τῶν ἁγίων.

EpilogusΤαῦτα ἐκ τῶν πολλῶν ὀλίγα εἰς καθαίρεσιν τοῦ ψεύδους τῶν ἀντικειμένων, ὅπερ ἐπενόησαν κατὰ τῆς ἀνατολικῆς ἐκκλησίας, προβαλλόμενοι μέσον τῆς ἐπιφορᾶς τοῦ ψεύδους τὰ ἀσύστατα καὶ ἄθεα κεφάλαια τοῦ λεγομένου Κυρίλλου. Εἴησαν δὲ οὐκ εἰς σημεῖον ἀντιλεγόμενον τοῖς ὡς ἀληθῶς ἀδίκως ἡμᾶς διασύρουσιν αἱρετικοῖς, ἀλλ᾿ εἰς σημεῖον πιστευόμενον ἤτοι εἰς διόρθωσιν τῶν καινοτομηθέντων αὐτοῖς καὶ ἐπιστροφὴν αὐτῶν πρὸς τὴν κατολικὴν καὶ ἀποστολικὴν ἐκκλησίαν, ἐν ᾗ παλαίποτε καὶ οἰ πρόγονοι αὐτῶν ἧσαν, καὶ ἐν ταῖς κατὰ τῶν αἰρετικῶν συνόδοις, αἶς νῦν αὐτοὶ ἀθετοῦντες καθυβρίζουσι, καὶ ἁγῶσι παρῆσαν. Ἄτοπον γὰρ πεπεῖσθαι αὐτοὺς, καὶ μάλιστα αὐχοῦντας εἶναι σοφοὺς, ἀνδράσι φιλαύτοις τε καὶ βεβήλοις καὶ λαλήσασιν οὐκ ἐκ τοῦ πνεύματος τοῦ ἁγίου, ἀλλ᾿ ἐκ τοῦ ἄρχοντος τοῦ ψεύδπυς, τὴν δ᾿ ἁγίαν καθολικὴν καὶ ἀπστολικὴν ἐκκλησίαν, ἣν περιεποιήσατο ὁ Θεὸς τῷ αἵματι τοῦ υἱοῦ αὐτοῦ ἐγκαταλιπεῖν καὶ ταύτης ἀποσκιρτῆσαι. Ἄλλως γὰρ ἂν αὐτοὺς μὲν τοὺς ἀποῤῥαγέντας τῆς ἐκκλησίας τὰ ἐκεῖσε δικαιωτήρια μετὰ τῶν ἐθνικῶν καὶ τελωνῶν δέξονται· τὴν δὲ καθολικὴν ἐκκλησίαν οὐ παρόψεται ὁ ταύτην ἕως ἄρτι ἀπὸ πάντων τῶν ἐναντίων διατηρῶν κύριος, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἐν ἔτει τῷ σωτηρίῳ αχοβ᾿· μηνὶ Μαρτίῳ ιςʹ. Ἐν τῇ ἁγίᾳ πόλει Ἱερουσαλήμ.

SubscriptioΔοσίθεος ἐλέῳ Θεοῦ πατριάρχης τῆς ἁγίας Ἱερουσαλὴμ καὶ πάσης Παλαιστίνης ἀποφαίνομαι καὶ ὁμολογῶ, ταύτην εἶναι τὴν πίστιν τῆς ἀνατολικῆς ἐκκλησίας.