Confession of Dositheus (Synod of Jerusalem 1672), Greek text · Ὅρος 18 · 1672
Open in ReadΠιστεύομεν τὰς τῶν κεκοιμημένων ψυχὰς εἶναι ἢ ἐν ἀνέσει ἢ ἐν ὀδύνῃ, καθ᾿ ὅ, τι ἕκαστος ἔπαραξεν·—χωριζομένας γὰρ ἀπὸ τῶν σωμάτων παραυτίκα ἢ πρὸς εὐφροσύνην ἢ πρὸς λύπην καὶ στεναγμὸν ἐκδημεῖν, ὁμολογουμένης μέντοι μήτε τῆς ἀπολαύσεως μήτε τῆς κατακρίσεως τελείας. Μετὰ γὰρ τὴν κοινὴν ἀνάστασιν, ὅτε ἡ ψυχὴ ἐνωθείη τῷ σώματι, μεθ᾿ οῦ καλῶς ἢ πονηρῶς ἐπολιτεύσατο, ἀπολήψεται ἕκαστος τὸ τέλειον ἢ τῆς ἀπολαύσεως ἢ τῆς κατακρίσεως δηλονότι. Τοὺς δὲ συμφθαρέντας θανασίμοις πλημμελήμασι καὶ μὴ ἐν ἀπογνώσει ἀποδημήσαντας ἀλλὰ μετανοήσαντας μὲν, ἔτι περιόντας ἐν τῷ μετὰ σώματος βίῳ, μὴ ποιήσαντας δὲ οὐδοτιοῦν καρπὸν μετανοίας—ἐκχέαι δάκρυα δηλονότι καὶ γονυπετῆσαι ἐν γρηγορήσει προσευχῶν, θλιβῆναι, πτωχοὺς παραμυθῆσαι, καὶ τέως ἐν ἔργοις τὴν πρὸς τὸν Θεὸν καὶ τὸν πλησίον ἀγάπην ἐπιδεῖξαι, ἃ καὶ ἱκανοποίησιν καλῶς ἡ καθολικὴ ἐκκλησία ἀπ᾿ ἀρχῆς ὠνόμασε—τούτων καὶ αὐτῶν τὰς ψυχὰς ἀπέρχεσθαι εἰς ᾄδου…