Skip to content

Plato, Parmenides (Greek, ed. J. Burnet) · Stephanus 146

Text display

Font size: 19px

Go to a reference
Same place in another edition

Anchor: Pl.Parm.146a

Side by side

Tap a number or a passage to select it.

ἐστιν· ἐν γὰρ ἑνὶ ὂν καὶ ἐκ τούτου μὴ μεταβαῖνον ἐν τῷ αὐτῷ ἂν εἴη, ἐν ἑαυτῷ. ἔστι γάρ. τὸ δέ γε ἐν τῷ αὐτῷ ἀεὶ ὂν ἑστὸς δήπου ἀνάγκη ἀεὶ εἶναι. πάνυ γε. τί δέ; τὸ ἐν ἑτέρῳ ἀεὶ ὂν οὐ τὸ ἐναντίον ἀνάγκη μηδέποτʼ ἐν ταὐτῷ εἶναι, μηδέποτε δὲ ὂν ἐν τῷ αὐτῷ μηδὲ ἑστάναι, μὴ ἑστὸς δὲ κινεῖσθαι; οὕτως. ἀνάγκη ἄρα τὸ ἕν, αὐτό τε ἐν ἑαυτῷ ἀεὶ ὂν καὶ ἐν ἑτέρῳ, ἀεὶ κινεῖσθαί τε καὶ ἑστάναι. φαίνεται. καὶ μὴν ταὐτόν γε δεῖ εἶναι αὐτὸ ἑαυτῷ καὶ ἕτερον
ἑαυτοῦ, καὶ τοῖς ἄλλοις ὡσαύτως ταὐτόν τε καὶ ἕτερον εἶναι, εἴπερ καὶ τὰ πρόσθεν πέπονθεν. πῶς; πᾶν που πρὸς ἅπαν ὧδε ἔχει, ἢ ταὐτόν ἐστιν ἢ ἕτερον· ἢ ἐὰν μὴ ταὐτὸν ᾖ μηδʼ ἕτερον, μέρος ἂν εἴη τούτου πρὸς ὃ οὕτως ἔχει, ἢ ὡς πρὸς μέρος ὅλον ἂν εἴη. φαίνεται. ἆρʼ οὖν τὸ ἓν αὐτὸ αὑτοῦ μέρος ἐστίν; οὐδαμῶς. οὐδʼ ἄρα ὡς πρὸς μέρος αὐτὸ αὑτοῦ ὅλον ἂν εἴη, πρὸς ἑαυτὸ μέρος ὄν. οὐ γὰρ οἷόν
τε. ἀλλʼ ἆρα ἕτερόν ἐστιν ἑνὸς τὸ ἕν; οὐ δῆτα. οὐδʼ ἄρα ἑαυτοῦ γε ἕτερον ἂν εἴη. οὐ μέντοι. εἰ οὖν μήτε ἕτερον μήτε ὅλον μήτε μέρος αὐτὸ πρὸς ἑαυτό ἐστιν, οὐκ ἀνάγκη ἤδη ταὐτὸν εἶναι αὐτὸ ἑαυτῷ; ἀνάγκη. τί δέ; τὸ ἑτέρωθι ὂν αὐτὸ ἑαυτοῦ ἐν τῷ αὐτῷ ὄντος ἑαυτῷ οὐκ ἀνάγκη αὐτὸ ἑαυτοῦ ἕτερον εἶναι, εἴπερ καὶ ἑτέρωθι ἔσται; ἔμοιγε δοκεῖ. οὕτω μὴν ἐφάνη ἔχον τὸ ἕν, αὐτό τε ἐν ἑαυτῷ ὂν ἅμα καὶ ἐν ἑτέρῳ. ἐφάνη γάρ. ἕτερον ἄρα, ὡς ἔοικεν,
εἴη ταύτῃ ἂν ἑαυτοῦ τὸ ἕν. ἔοικεν. τί οὖν; εἴ τού τι ἕτερόν ἐστιν, οὐχ ἑτέρου ὄντος ἕτερον ἔσται; ἀνάγκη. οὐκοῦν ὅσα μὴ ἕν ἐστιν, ἅπανθʼ ἕτερα τοῦ ἑνός, καὶ τὸ ἓν τῶν μὴ ἕν; πῶς δʼ οὔ; ἕτερον ἄρα ἂν εἴη τὸ ἓν τῶν ἄλλων. ἕτερον. ὅρα δή· αὐτό τε ταὐτὸν καὶ τὸ ἕτερον ἆρʼ οὐκ ἐναντία ἀλλήλοις; πῶς δʼ οὔ; ἦ οὖν ἐθελήσει ταὐτὸν ἐν τῷ ἑτέρῳ ἢ τὸ ἕτερον ἐν ταὐτῷ ποτε εἶναι; οὐκ ἐθελήσει. εἰ ἄρα τὸ ἕτερον ἐν τῷ αὐτῷ μηδέποτε ἔσται, οὐδὲν ἔστι τῶν ὄντων ἐν ᾧ ἐστὶν τὸ ἕτερον χρόνον οὐδένα·
εἰ γὰρ ὁντινοῦν εἴη ἔν τῳ, ἐκεῖνον ἂν τὸν χρόνον ἐν ταὐτῷ εἴη τὸ ἕτερον. οὐχ οὕτως; οὕτως. ἐπειδὴ δʼ οὐδέποτε ἐν τῷ αὐτῷ ἐστιν, οὐδέποτε ἔν τινι τῶν ὄντων ἂν εἴη τὸ ἕτερον. ἀληθῆ. οὔτʼ ἄρα ἐν τοῖς μὴ ἓν οὔτε ἐν τῷ ἑνὶ ἐνείη ἂν τὸ ἕτερον. οὐ γὰρ οὖν. οὐκ ἄρα τῷ ἑτέρῳ γʼ ἂν εἴη τὸ ἓν τῶν μὴ ἓν οὐδὲ τὰ μὴ ἓν τοῦ ἑνὸς ἕτερα. οὐ γάρ. οὐδὲ μὴν ἑαυτοῖς γε ἕτερʼ ἂν εἴη ἀλλήλων, μὴ μετέχοντα

Source and terms: Plato, Parmenides (Greek, ed. J. Burnet) · CC BY-SA 4.0 · Plato, ed. John Burnet, Platonis Opera, vol. 2 (Oxford: Clarendon Press, 1910). TEI encoding: Perseus Digital Library, Tufts University (PerseusDL/canonical-greekLit), commit 0189b9c, file data/tlg0059/tlg009/tlg0059.tlg009.perseus-grc2.xml; licensed CC BY-SA 4.0. · terms

Bookmarks, notes and the reading position are stored only in this browser.