Skip to content

Plato, Laws (Greek, ed. J. Burnet) · Book 8, Stephanus 837

Text display

Font size: 19px

Go to a reference
Same place in another edition

Anchor: Pl.Lg.837a

Side by side

Tap a number or a passage to select it.

ἐπιθυμίας ἅμα καὶ τῶν λεγομένων ἐρώτων φύσιν ἰδεῖν ἀναγκαῖον, εἰ μέλλει τις ταῦτα ὀρθῶς διανοηθήσεσθαι· δύο γὰρ ὄντα αὐτά, καὶ ἐξ ἀμφοῖν τρίτον ἄλλο εἶδος, ἓν ὄνομα περιλαβὸν πᾶσαν ἀπορίαν καὶ σκότον ἀπεργάζεται. πῶς; φίλον μέν που καλοῦμεν ὅμοιον ὁμοίῳ κατʼ ἀρετὴν καὶ ἴσον ἴσῳ, φίλον δʼ αὖ καὶ τὸ δεόμενον τοῦ πεπλουτηκότος, ἐναντίον ὂν τῷ γένει· ὅταν δὲ ἑκάτερον γίγνηται σφοδρόν, ἔρωτα ἐπονομάζομεν.
ὀρθῶς. φιλία τοίνυν ἡ μὲν ἀπὸ ἐναντίων δεινὴ καὶ ἀγρία καὶ τὸ κοινὸν οὐ πολλάκις ἔχουσα ἐν ἡμῖν, ἡ δʼ ἐκ τῶν ὁμοίων ἥμερός τε καὶ κοινὴ διὰ βίου· μεικτὴ δὲ ἐκ τούτων γενομένη πρῶτον μὲν καταμαθεῖν οὐ ῥᾳδία, τί ποτε βούλοιτʼ ἂν αὑτῷ γενέσθαι τὸν τρίτον ἔρωτά τις ἔχων τοῦτον, ἔπειτα εἰς τοὐναντίον ὑπʼ ἀμφοῖν ἑλκόμενος ἀπορεῖ, τοῦ μὲν κελεύοντος τῆς ὥρας ἅπτεσθαι, τοῦ δὲ ἀπαγορεύοντος. ὁ μὲν
γὰρ τοῦ σώματος ἐρῶν, καὶ τῆς ὥρας καθάπερ ὀπώρας πεινῶν, ἐμπλησθῆναι παρακελεύεται ἑαυτῷ, τιμὴν οὐδεμίαν ἀπονέμων τῷ τῆς ψυχῆς ἤθει τοῦ ἐρωμένου· ὁ δὲ πάρεργον μὲν τὴν τοῦ σώματος ἐπιθυμίαν ἔχων, ὁρῶν δὲ μᾶλλον ἢ ἐρῶν, τῇ ψυχῇ δὲ ὄντως τῆς ψυχῆς ἐπιτεθυμηκώς, ὕβριν ἥγηται τὴν περὶ τὸ σῶμα τοῦ σώματος πλησμονήν, τὸ σῶφρον δὲ καὶ ἀνδρεῖον καὶ μεγαλοπρεπὲς καὶ τὸ φρόνιμον αἰδούμενος ἅμα καὶ σεβόμενος, ἁγνεύειν ἀεὶ μεθʼ ἁγνεύοντος
τοῦ ἐρωμένου βούλοιτʼ ἄν· ὁ δὲ μειχθεὶς ἐξ ἀμφοῖν τρίτος ἔρως οὗτός ἐσθʼ ὃν νῦν διεληλύθαμεν ὡς τρίτον. ὄντων δὲ τούτων τοσούτων, πότερον ἅπαντας δεῖ κωλύειν τὸν νόμον, ἀπείργοντα μὴ γίγνεσθαι ἐν ἡμῖν, ἢ δῆλον ὅτι τὸν μὲν ἀρετῆς ὄντα καὶ τὸν νέον ἐπιθυμοῦντα ὡς ἄριστον γίγνεσθαι βουλοίμεθʼ ἂν ἡμῖν ἐν τῇ πόλει ἐνεῖναι, τοὺς δὲ δύο, εἰ δυνατὸν εἴη, κωλύοιμεν ἄν; ἢ πῶς λέγομεν, ὦ φίλε Μέγιλλε; πάντῃ τοι καλῶς, ὦ ξένε, περὶ αὐτῶν τούτων
εἴρηκας τὰ νῦν. ἔοικά γε, ὅπερ καὶ ἐτόπαζον, τυχεῖν τῆς σῆς, ὦ φίλε, συνῳδίας· τὸν δὲ νόμον ὑμῶν, ὅτι νοεῖ περὶ τὰ τοιαῦτα, οὐδέν με ἐξετάζειν δεῖ, δέχεσθαι δὲ τὴν τῷ λόγῳ συγχώρησιν. Κλεινίᾳ δὲ μετὰ ταῦτα καὶ εἰς αὖθις περὶ αὐτῶν τούτων πειράσομαι ἐπᾴδων πείθειν. τὸ δέ μοι δεδομένον ὑπὸ σφῷν ἴτω, καὶ διεξέλθωμεν πάντως τοὺς νόμους. ὀρθότατα λέγεις. τέχνην δή τινʼ αὖ τούτου τοῦ νόμου τῆς θέσεως

Source and terms: Plato, Laws (Greek, ed. J. Burnet) · CC BY-SA 4.0 · Plato, ed. John Burnet, Platonis Opera (Oxford: Clarendon Press, 1900-1907). TEI encoding: Perseus Digital Library, Tufts University (PerseusDL/canonical-greekLit), commit 0189b9c, file data/tlg0059/tlg034/tlg0059.tlg034.perseus-grc2.xml; licensed CC BY-SA 4.0. · terms

Bookmarks, notes and the reading position are stored only in this browser.