Skip to content

Zechariah · Chapter 13

Text display

Font size: 19px

Go to a reference
Same place in another edition

Anchor: Zech.13.1

Side by side

Tap a number or a passage to select it.

Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται πᾶς τόπος διανοιγόμενος τῷ οἴκῳ Δαυὶδ, καὶ τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ εἰς τὴν μετακίνησιν, καὶ εἰς τὸν χωρισμόν.
Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος σαβαὼθ, ἐξολοθρεύσω τὰ ὀνόματα τῶν εἰδώλων ἀπὸ τῆς γῆς, καὶ οὐκ ἔτι αὐτῶν ἔσται μνεία· καὶ τοὺς ψευδοπροφήτας, καὶ τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐξαρῶ ἀπὸ τῆς γῆς.
Καὶ ἔσται ἐὰν προφητεύσῃ ἄνθρωπος ἔτι, καὶ ἐρεῖ πρὸς αὐτὸν ὁ πατὴρ αὐτοῦ, καὶ ἡ μήτηρ αὐτοῦ, οἱ γεννήσαντες αὐτὸν, οὐ ζήσῃ, ὅτι ψευδῆ ἐλάλησας ἐπʼ ὀνόματι Κυρίου· καὶ συμποδιοῦσιν αὐτὸν ὁ πατὴρ αὐτοῦ, καὶ ἡ μήτηρ αὐτοῦ, οἱ γεννήσαντες αὐτὸν, ἐν τῷ προφητεύειν αὐτόν.
Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καταισχυνθήσονται οἱ προφῆται, ἕκαστος ἐκ τῆς ὁράσεως αὐτοῦ, ἐν τῷ προφητεύειν αὐτὸν, καὶ ἐνδύσονται δέῤῥιν τριχίνην, ἀνθʼ ὧν ἐψεύσαντο.
Καὶ ἐρεῖ, οὐκ εἰμὶ προφήτης ἐγὼ, διότι ἄνθρωπος ἐργαζόμενος τὴν γῆν ἐγώ εἰμι, ὅτι ἄνθρωπος ἐγέννησέ με ἐκ νεότητός μου.
Καὶ ἐρῶ πρὸς αὐτὸν, τί αἱ πληγαὶ αὗται ἀναμέσον τῶν χειρῶν σου; καὶ ἐρεῖ, ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τῷ ἀγαπητῷ μου.
Ῥομφαία ἐξεγέρθητι ἐπὶ τοὺς ποιμένας μου, καὶ ἐπὶ ἄνδρα πολίτην μου, λέγει Κύριος παντοκράτωρ, πατάξατε τοὺς ποιμένας, καὶ ἐκσπάσατε τὰ πρόβατα· καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ τοὺς μικρούς.
Καὶ ἔσται ἐν πάσῃ τῇ γῇ, λέγει Κύριος, τὰ δύο μέρη αὐτῆς ἐξολοθρευθήσεται, καὶ ἐκλείψει, τὸ δὲ τρίτον ὑπολειφθήσεται ἐν αὐτῇ.
Καὶ διάξω τὸ τρίτον διὰ πυρὸς, καὶ πυρώσω αὐτοὺς, ὡς πυροῦται τὸ ἀργύριον, καὶ δοκιμῶ αὐτοὺς, ὡς δοκιμάζεται τὸ χρυσίον· αὐτὸς ἐπικαλέσεται τὸ ὄνομά μου, κἀγὼ ἐπακούσομαι αὐτῷ, καὶ ἐρῶ, λαός μου οὗτός ἐστι· καὶ αὐτὸς ἐρεῖ, Κύριος ὁ Θεός μου.

Source and terms: Septuagint (Greek Old Testament with Apocrypha), Brenton's edition 1851 · public domain · The Greek Septuagint with Apocrypha, compiled by Sir Lancelot C. L. Brenton (The Septuagint Version of the Old Testament, London: Bagster 1851), Greek text. Rights statement of the package: 'Public Domain'. eBible.org package grcbrent. · terms · source

Bookmarks, notes and the reading position are stored only in this browser.