Skip to content

Song of Songs · Chapter 2

Text display

Font size: 19px

Go to a reference
Same place in another edition

Anchor: Song.2.1

Side by side

Tap a number or a passage to select it.

Ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων.
Ὡς κρίνον ἐν μέσῳ ἀκανθῶν, οὕτως ἡ πλησίον μου ἀναμέσον τῶν θυγατέρων.
Ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕτως ἀδελφιδός μου ἀναμέσον τῶν υἱῶν· ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα, καὶ ἐκάθισα, καὶ καρπὸς αὐτοῦ γλυκὺς ἐν λάρυγγί μου.
Εἰσαγάγετέ με εἰς οἶκον τοῦ οἴνου, τάξατε ἐπʼ ἐμὲ ἀγάπην.
Στηρίσατέ με ἐν μύροις, στοιβάσατέ με ἐν μήλοις, ὅτι τετρωμένη ἀγάπης ἐγώ.
Εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλήν μου, καὶ ἡ δεξιὰ αὐτοῦ περιλήψεταί με.
Ὥρκισα ὑμᾶς θυγατέρες Ἱερουσαλὴμ ἐν δυνάμεσι καὶ ἐν ἰσχύσεσι τοῦ ἀγροῦ· ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην ἕως οὗ θελήσῃ.
Φωνὴ ἀδελφιδοῦ μου, ἰδοὺ οὗτος ἥκει πηδῶν ἐπὶ τὰ ὄρη, διαλλόμενος ἐπὶ τοὺς βουνούς.
Ὅμοιός ἐστιν ἀδελφιδός μου τῇ δορκάδι ἢ νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη Βαιθήλ· ἰδοὺ οὗτος ὀπίσω τοῦ τοίχου ἡμῶν, παρακύπτων διὰ τῶν θυρίδων, ἐκκύπτων διὰ τῶν δικτύων.
Ἀποκρίνεται ἀδελφιδός μου, καὶ λέγει μοι, ἀνάστα, ἐλθὲ ἡ πλησίον μου, καλή μου, περιστερά μου.
Ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ.
Τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ, καιρὸς τῆς τομῆς ἔφθακε, φωνὴ τῆς τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν.
Ἡ συκὴ ἐξήνεγκεν ὀλύνθους αὐτῆς, αἱ ἄμπελοι κυπρίζουσιν, ἔδωκαν ὀσμήν· ἀνάστα, ἐλθὲ ἡ πλησίον μου, καλή μου, περιστερά μου, καὶ ἐλθὲ.
Σὺ περιστερά μου, ἐν σκέπῃ τῆς πέτρας, ἐχόμενα τοῦ προτειχίσματος· δεῖξόν μοι τὴν ὄψιν σου, καὶ ἀκούτισόν με τὴν φωνήν σου, ὅτι ἡ φωνή σου ἡδεῖα, καὶ ἡ ὄψις σου ὡραῖα.
Πιάσατε ἡμῖν ἀλώπεκας μικροὺς ἀφανίζοντας ἀμπελῶνας· καὶ αἱ ἄμπελοι ἡμῶν κυπρίζουσαι.
Ἀδελφιδός μου ἐμοὶ, κᾀγὼ αὐτῷ· ὁ ποιμαίνων ἐν τοῖς κρίνοις.
Ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα, καὶ κινηθῶσιν αἱ σκιαί· ἀπόστρεψον, ὁμοιώθητι σὺ ἀδελφιδε μου τῷ δόρκωνι ἢ νεβρῷ ἐλάφων ἐπὶ ὄρη κοιλωμάτων.

Source and terms: Septuagint (Greek Old Testament with Apocrypha), Brenton's edition 1851 · public domain · The Greek Septuagint with Apocrypha, compiled by Sir Lancelot C. L. Brenton (The Septuagint Version of the Old Testament, London: Bagster 1851), Greek text. Rights statement of the package: 'Public Domain'. eBible.org package grcbrent. · terms · source

Bookmarks, notes and the reading position are stored only in this browser.