Skip to content

Joshua · Chapter 20

Text display

Font size: 19px

Go to a reference
Same place in another edition

Anchor: Josh.20.1

Side by side

Tap a number or a passage to select it.

Καὶ ἐλάλησε Κύριος τῷ Ἰησοῖ, λέγων,
λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, λέγων, δότε τὰς πόλεις τῶν φυγαδευτηρίων, ἃς εἶπα πρὸς ὑμᾶς διὰ Μωυσῆ.
Φυγαδευτήριον τῷ φονευτῇ τῷ πατάξαντι ψυχὴν ἀκουσίως· καὶ ἔσονται ὑμῖν αἱ πόλεις φυγαδευτήριον, καὶ οὐκ ἀποθανεῖται ὁ φονευτὴς ὑπὸ τοῦ ἀγχιστεύοντος τὸ αἷμα, ἕως ἂν καταστῇ· ἐναντίον τῆς συναγωγῆς εἰς κρίσιν.
Καὶ διέστειλε τὴν Κάδης ἐν τῇ Γαλιλαίᾳ ἐν τῷ ὄρει τῷ Νεφθαλὶ, καὶ Συχὲμ ἐν τῷ ὄρει τῷ Ἐφραὶμ, καὶ τὴν πόλιν Ἀρβὸκ, αὕτη ἐστὶ Χεβρὼν, ἐν τῷ ὄρει τῷ Ἰούδα.
Καὶ ἐν τῷ πέραν τοῦ Ἰορδάνου ἔδωκε Βοσὸρ ἐν τῇ ἐρήμῳ ἐν τῷ πεδίῳ ἀπὸ τῆς φυλῆς Ῥουβὴν, καὶ Ἀρημὼθ ἐν τῇ Γαλαὰδ ἐκ τῆς φυλῆς Γὰδ, καὶ τὴν Γαυλὼν ἐν τῇ Βασανίτιδι ἐκ τῆς φυλῆς Μανασσῆ.
Αὗται αἱ πόλεις αἱ ἐπίκλητοι τοῖς υἱοῖς Ἰσραὴλ καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ ἐν αὐτοῖς, καταφυγεῖν ἐκεῖ παντὶ παίοντι ψυχὴν ἀκουσίως, ἵνα μὴ ἀποθάνῃ ἐν χειρὶ τοῦ ἀγχιστεύοντος τὸ αἷμα, ἕως ἄν καταστῇ ἔναντι τῆς συναγωγῆς εἰς κρίσιν.

Source and terms: Septuagint (Greek Old Testament with Apocrypha), Brenton's edition 1851 · public domain · The Greek Septuagint with Apocrypha, compiled by Sir Lancelot C. L. Brenton (The Septuagint Version of the Old Testament, London: Bagster 1851), Greek text. Rights statement of the package: 'Public Domain'. eBible.org package grcbrent. · terms · source

Bookmarks, notes and the reading position are stored only in this browser.