Skip to content

Plato, Euthydemus (Greek, ed. J. Burnet) · Stephanus 291

Text display

Font size: 19px

Go to a reference
Same place in another edition

Anchor: Pl.Euthyd.291a

Side by side

Tap a number or a passage to select it.

ποῖος Κτήσιππος; ἀλλὰ μὴν τόδε γε εὖ οἶδα, ὅτι οὔτε Εὐθύδημος οὔτε Διονυσόδωρος ἦν ὁ εἰπὼν ταῦτα· ἀλλʼ, ὦ δαιμόνιε Κρίτων, μή τις τῶν κρειττόνων παρὼν αὐτὰ ἐφθέγξατο; ὅτι γὰρ ἤκουσά γε ταῦτα, εὖ οἶδα. ναὶ μὰ Δία, ὦ Σώκρατες· τῶν κρειττόνων μέντοι τις ἐμοὶ δοκεῖ, καὶ πολύ γε. ἀλλὰ μετὰ τοῦτο ἔτι τινὰ ἐζητήσατε τέχνην; καὶ ηὕρετε ἐκείνην ἢ οὐχ ηὕρετε, ἧς ἕνεκα ἐζητεῖτε;
πόθεν, ὦ μακάριε, ηὕρομεν; ἀλλʼ ἦμεν πάνυ γελοῖοι· ὥσπερ τὰ παιδία τὰ τοὺς κορύδους διώκοντα, ἀεὶ ᾠόμεθα ἑκάστην τῶν ἐπιστημῶν αὐτίκα λήψεσθαι, αἱ δʼ ἀεὶ ὑπεξέφευγον. τὰ μὲν οὖν πολλὰ τί ἄν σοι λέγοιμι; ἐπὶ δὲ δὴ τὴν βασιλικὴν ἐλθόντες τέχνην καὶ διασκοπούμενοι αὐτὴν εἰ αὕτη εἴη ἡ τὴν εὐδαιμονίαν παρέχουσά τε καὶ ἀπεργαζομένη, ἐνταῦθα ὥσπερ εἰς λαβύρινθον ἐμπεσόντες, οἰόμενοι ἤδη ἐπὶ τέλει εἶναι, περικάμψαντες πάλιν ὥσπερ ἐν ἀρχῇ τῆς
ζητήσεως ἀνεφάνημεν ὄντες καὶ τοῦ ἴσου δεόμενοι ὅσουπερ ὅτε τὸ πρῶτον ἐζητοῦμεν. πῶς δὴ τοῦτο ὑμῖν συνέβη, ὦ Σώκρατες; ἐγὼ φράσω. ἔδοξε γὰρ δὴ ἡμῖν ἡ πολιτικὴ καὶ ἡ βασιλικὴ τέχνη ἡ αὐτὴ εἶναι. τί οὖν δή; ταύτῃ τῇ τέχνῃ ἥ τε στρατηγικὴ καὶ αἱ ἄλλαι παραδιδόναι ἄρχειν τῶν ἔργων ὧν αὐταὶ δημιουργοί εἰσιν, ὡς μόνῃ ἐπισταμένῃ χρῆσθαι. σαφῶς οὖν ἐδόκει ἡμῖν αὕτη εἶναι ἣν ἐζητοῦμεν, καὶ ἡ αἰτία τοῦ ὀρθῶς πράττειν ἐν τῇ
πόλει, καὶ ἀτεχνῶς κατὰ τὸ Αἰσχύλου ἰαμβεῖον μόνη ἐν τῇ πρύμνῃ καθῆσθαι τῆς πόλεως, πάντα κυβερνῶσα καὶ πάντων ἄρχουσα πάντα χρήσιμα ποιεῖν. οὐκοῦν καλῶς ὑμῖν ἐδόκει, ὦ Σώκρατες; σὺ κρινεῖς, ὦ Κρίτων, ἐὰν βούλῃ ἀκούειν καὶ τὰ μετὰ ταῦτα συμβάντα ἡμῖν. αὖθις γὰρ δὴ πάλιν ἐσκοποῦμεν ὧδέ πως· φέρε, πάντων ἄρχουσα ἡ βασιλικὴ τέχνη τὶ ἡμῖν
ἀπεργάζεται ἔργον ἢ οὐδέν; πάντως δήπου, ἡμεῖς ἔφαμεν πρὸς ἀλλήλους. οὐ καὶ σὺ ἂν ταῦτα φαίης, ὦ Κρίτων; ἔγωγε. τί οὖν ἂν φαίης αὐτῆς ἔργον εἶναι; ὥσπερ εἰ σὲ ἐγὼ ἐρωτῴην, πάντων ἄρχουσα ἡ ἰατρικὴ ὧν ἄρχει, τί ἔργον παρέχεται; οὐ τὴν ὑγίειαν ἂν φαίης; ἔγωγε. τί δὲ ἡ ὑμετέρα τέχνη ἡ γεωργία; πάντων ἄρχουσα

Source and terms: Plato, Euthydemus (Greek, ed. J. Burnet) · CC BY-SA 4.0 · Plato, ed. John Burnet, Platonis Opera, vol. 3 (Oxford: Clarendon Press, 1903). TEI encoding: Perseus Digital Library, Tufts University (PerseusDL/canonical-greekLit), commit 0189b9c, file data/tlg0059/tlg021/tlg0059.tlg021.perseus-grc2.xml; licensed CC BY-SA 4.0. · terms

Bookmarks, notes and the reading position are stored only in this browser.