εἰ προκόψαι θέλεις, ἄφες τοὺς τοιούτους ἐπιλογισμούς. ἐὰν ἀμελήσω τᾶν ἐμῶν, οὐχ ἕξω διατροφάς· ἐὰν μὴ κολάσω τὸν παῖδα, πονηρὸς ἔσται. κρεῖσσον γὰρ λιμῷ ἀποθανεῖν ἄλυπον καὶ ἄφοβον γενόμενον ἢ ζῆν ἐν ἀφθόνοις ταρασσόμενον. κρεῖττον δὲ τὸν παῖδα κακὸν εἶναι ἢ σὲ κακοδαίμονα. ἄρξαι τοιγαροῦν ἀπὸ τῶν σμικρῶν. ἐκχεῖται τὸ ἐλάδιον, κλέπτεται τὸ οἰνάριον· ἐπίλεγε ὅτι τοσούτου πωλεῖται ἀπάθεια, τοσούτου ἀταραξία· προῖκα δὲ οὐδὲν περιγίνεται. ὅταν δὲ καλῇς τὸν παῖδα, ἐνθυμοῦ, ὅτι δύναται μὴ ὑπακοῦσαι καὶ ὑπακούσας μηδὲν ποιῆσαι ὧν θέλεις· ἀλλʼ οὐχ οὕτως ἐστὶν αὐτῷ καλῶς, ἵνα ἐπʼ ἐκείνῳ ᾖ τὸ σὲ μὴ ταραχθῆναι.
Epictetus, Enchiridion (Greek, ed. H. Schenkl) · Chapter 12
Text display
Font size: 19px
Go to a reference
Same place in another edition
Anchor: Epict.Ench.12
Tap a number or a passage to select it.
Source and terms: Epictetus, Enchiridion (Greek, ed. H. Schenkl) · CC BY-SA 4.0 · Epictetus, Enchiridion, ed. H. Schenkl (Leipzig: Teubner, 1916). TEI encoding: Perseus Digital Library, Tufts University (PerseusDL/canonical-greekLit), commit 0189b9c, file data/tlg0557/tlg002/tlg0557.tlg002.perseus-grc2.xml; licensed CC BY-SA 4.0. · terms
Bookmarks, notes and the reading position are stored only in this browser.