Skip to content

Side by side · Book 1. ΤΩΝ ΜΕΤΑ ΤΗΝ ΕΞΑΗΜΕΡΟΝ ΤΟ ΠΡΩΤΟΝ

Two to four editions side by side: scroll one and the others keep to the same place. Rows are aligned by the library's correspondence data; the same place is not the same text.

Editions

The first edition leads: chapters, the numbering of a reference and the order of rows follow it.

Correspondence: By shared unit refs

How it is aligned: The editions number their units the same way (shared refs); a coarser unit joins the finer ones it contains (Pl.Cri.43 covers 43a–43e).

Rows are aligned by the library's correspondence data; the same place is not the same text.

lead rows 1–200 of 469↓ Next rows

Swipe sideways to change the edition; the place is kept.

Philo, Allegorical Interpretation I-III (Greek)leadAncient Greek

Open in the reader

1.1"Καὶ συνετελέσθησαν ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ πᾶς ὁ κόσμος αὐτῶν" (Gen. 2,1). νοῦ καὶ αἰσθήσεως γένεσιν εἰπὼν πάλαι, νῦν δὴ ἀμφοτέρων τελείωσιν διασυνίστησιν. οὔτε δὲ νοῦν τὸν ἄτομον οὔτε αἴσθησιν τὴν ἐν μέρει πέρας εἰληφέναι φησίν, ἀλλ’ ἰδέας, τὴν μὲν νοῦ, τὴν δὲ αἰσθήσεως· συμβολικῶς μὲν γὰρ τὸν νοῦν οὐρανόν, ἐπειδὴ αἱ νοηταὶ φύσεις ἐν οὐρανῷ, τὴν δὲ αἴσθησιν καλεῖ γῆν, ὅτι σύστασιν σωματοειδῆ καὶ γεωδεστέραν ἔλαχεν αἴσθησις· κόσμος δὲ νοῦ μὲν τὰ ἀσώματα καὶ νοητὰ πάντα, αἰσθήσεως δὲ τὰ ἐνσώματα καὶ ὅσα συνόλως αἰσθητά.

1.2"Καὶ συνετέλεσεν ὁ θεὸς τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ ἃ ἐποίησεν" (Gen. 2, 2). εὔηθες πάνυ τὸ οἴεσθαι ἓξ ἡμέραις ἢ καθόλου χρόνῳ γεγονέναι τὸν κόσμον· διὰ τί; ὅτι πᾶς χρόνος ἡμερῶν καὶ νυκτῶν ἐστι σύστημα, ταῦτα δὲ ἡλίου κίνησις ὑπὲρ γῆν καὶ ὑπὸ γῆν ἰόντος ἐξ ἀνάγκης ἀποτελεῖ· ἥλιος δὲ μέρος οὐρανοῦ γέγονεν, ὥστε χρόνον ἀνομολογεῖσθαι νεώτερον κόσμου. λέγοιτ’ ἂν οὖν ὀρθῶς, ὅτι οὐκ ἐν χρόνῳ γέγονε κόσμος, ἀλλὰ διὰ κόσμου συνέστη χρόνος· ἡ γὰρ οὐρανοῦ κίνησις χρόνου φύσιν ἔδειξεν.

1.3ὅταν οὖν λέγῃ "συνετέλεσεν ἕκτῃ ἡμέρᾳ τὰ ἔργα", νοητέον ὅτι οὐ πλῆθος ἡμερῶν παραλαμβάνει, τέλειον δὲ ἀριθμὸν τὸν ἕξ, ἐπειδὴ πρῶτος ἴσος ἐστὶ τοῖς ἑαυτοῦ μέρεσιν, ἡμίσει καὶ τρίτῳ καὶ ἕκτῳ, καὶ ἀπὸ ἑτερομήκους συνίσταται τοῦ δὶς τρία· δυὰς μέντοι καὶ τριὰς ἐκβέβηκε τὴν κατὰ τὸ ἓν ἀσωματότητα, ὅτι ἡ μὲν ὕλης ἐστὶν εἰκών, διαιρουμένη καὶ τεμνομένη καθάπερ ἐκείνη, τριὰς δὲ στερεοῦ σώματος, ὅτιπερ τριχῆ τὸ στερεὸν διαιρετόν.

1.4οὐ μὴν ἀλλὰ καὶ συγγενής ἐστι ταῖς τῶν ὀργανικῶν ζῴων κινήσεσιν· ἑξαχῆ γὰρ τὸ ὀργανικὸν σῶμα πέφυκε κινεῖσθαι, πρόσω καὶ κατόπιν, ἄνω καὶ κάτω, ἐπὶ δεξιὰ καὶ εὐώνυμα. βούλεται οὖν τά τε θνητὰ γένη καὶ πάλιν αὖ τὰ ἄφθαρτα κατὰ τοὺς οἰκείους ἐπιδεῖξαι συστάντα ἀριθμούς, τὰ μὲν θνητὰ ὡς ἔφην παραμετρῶν ἑξάδι, τὰ δὲ μακάρια καὶ εὐδαίμονα ἑβδομάδι.

1.5πρῶτον οὖν ἑβδόμῃ ἡμέρᾳ καταπαύσας τὴν τῶν θνητῶν σύστασιν ἄρχεται ἑτέρων θειοτέρων διατυπώσεως· παύεται γὰρ οὐδέποτε ποιῶν ὁ θεός, ἀλλ’ ὥσπερ ἴδιον τὸ καίειν πυρὸς καὶ χιόνος τὸ ψύχειν, οὕτως καὶ θεοῦ τὸ ποιεῖν· καὶ πολύ γε μᾶλλον, ὅσῳ καὶ τοῖς ἄλλοις ἅπασιν ἀρχὴ τοῦ δρᾶν ἐστιν.

1.6εὖ μέντοι καὶ τὸ φάναι „κατέπαυσεν“, οὐχὶ "ἐπαύσατο"· παύει μὲν γὰρ τὰ δοκοῦντα ποιεῖν οὐκ ἐνεργοῦντα, οὐ παύεται δὲ ποιῶν αὐτός. διὸ καὶ ἐπιφέρει "κατέπαυσεν ὧν ἤρξατο"· ὅσα μὲν γὰρ ταῖς ἡμετέραις τέχναις δημιουργεῖται, τελειωθέντα ἵσταται καὶ μένει, ὅσα δὲ ἐπιστήμῃ θεοῦ, περατωθέντα πάλιν κινεῖται· τὰ γὰρ τέλη αὐτῶν ἑτέρων εἰσὶν ἀρχαί, οἷον ἡμέρας τέλος νυκτὸς ἀρχή, καὶ μῆνα δὲ καὶ ἐνιαυτὸν ἐνισταμένους πέρατα δήπου τῶν ἐξηκόντων ὑποληπτέον· γένεσίς τε αὖ φθειρομένων ἑτέρων καὶ φθορὰ γεννωμένων ἄλλων ἀποτελεῖται,

1.7ὥστε ἀληθὲς εἶναι τὸ λεγόμενον ὅτι θνῄσκει δ’ οὐδὲν τῶν γιγνομένων, διακρινόμενον δ’ ἄλλο πρὸς ἄλλο μορφὴν ἑτέραν ἀπέδειξεν.

1.8χαίρει δὲ ἡ φύσις ἑβδομάδι· πλάνητές τε γὰρ ἑπτὰ γεγόνασιν, ἀντίρροποι τῇ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἐχούσῃ φορᾷ· καὶ ἄρκτος ἑπτὰ ἄστροις συμπληροῦται, κοινωνίας καὶ ἑνώσεως ἀνθρώπων, οὐκ ἐπιμιξίας αὐτὸ μόνον, οὖσα αἰτία· καὶ τροπαὶ δὲ σελήνης ἑβδομάσι γίνονται, συμπαθεστάτου πρὸς τὰ ἐπίγεια ἄστρου, καὶ ἃς κατὰ τὸν ἀέρα μεταβολὰς ἐργάζεται, μάλιστα τοῖς καθ’ ἑβδομάδα σχηματισμοῖς ἀποτελεῖ.

1.9τά γε μὴν θνητὰ σπάσαντα ἀπ’ οὐρανοῦ θείαν ἀρχὴν καθ’ ἑβδομάδα σωτηρίως κινεῖται· τίς γὰρ οὐκ οἶδεν, ὅτι τῶν βρεφῶν τὰ μὲν ἑπτάμηνα γόνιμα, τὰ δὲ πλείω χρόνον προσλαβόντα, ὡς ὀκτὼ μῆνας ἐνδιαιτηθῆναι γαστρί, κατὰ τὸ πλεῖστον ἄγονα;

1.10λογικόν τέ φασιν ἄνθρωπον κατὰ τὴν πρώτην ἑπταετίαν γίνεσθαι, ὅτε ἤδη ἱκανός ἐστιν ἑρμηνεὺς εἶναι τῶν συνήθων ὀνομάτων καὶ ῥημάτων τὴν λογικὴν ἕξιν περιπεποιημένος, κατὰ δὲ τὴν δευτέραν ἑπταετίαν ἄκρως τελειοῦσθαι· τελείωσις δέ ἐστι δύναμις τῆς τοῦ ὁμοίου σπορᾶς· περὶ γὰρ τὴν τετταρεσκαιδεκαετῆ ἡλικίαν τὸ ὅμοιον γεννᾶν δυνάμεθα· τρίτη πάλιν ἑπταετία πέρας ἐστὶν αὐξήσεως· ἄχρι γὰρ ἑνὸς καὶ εἴκοσιν ἐτῶν ἐπιδίδωσιν εἰς μέγεθος ἄνθρωπος, καὶ καλεῖται παρὰ πολλοῖς ὁ χρόνος οὗτος ἀκμή.

1.11ψυχῆς γε μὴν τὸ ἄλογον ἑπταμερές, αἰσθήσεις πέντε καὶ φωνητήριον ὄργανον καὶ τὸ διῆκον ἄχρι παραστατῶν, ὃ δὴ γόνιμόν ἐστι.

1.12πάλιν αὖ σώματος ἑπτὰ κινήσεις, ὀργανικαὶ μὲν ἕξ, ἑβδόμη δὲ ἡ κύκλῳ. σπλάγχνα γε μὴν ἑπτά· στόμαχος, καρδία, σπλήν, ἧπαρ, πνεύμων, νεφροὶ δύο. μέλη δὲ σώματος ὁμοίως ἰσάριθμα· κεφαλή, τράχηλος, στέρνον, χεῖρες, κοιλία, ἦτρον, πόδες. τό τε ἡγεμονικώτατον τοῦ ζῴου πρόσωπον ἑπταχῆ κατατέτρηται, δυσὶν ὀφθαλμοῖς καὶ ὠσὶ δυσίν, ἴσοις μυκτῆρσιν, ἑβδόμῳ στόματι.

1.13αἵ τε ἀποκρίσεις ἑπτά· δάκρυα, μύξαι, σίελος, σπέρμα, διττοὶ περιττωμάτων ὀχετοί, καὶ δι’ ὅλου τοῦ σώματος ἱδρώς. ἔν γε μὴν ταῖς νόσοις κριτικωτάτη ἑβδομάς. καὶ γυναιξὶ δὲ αἱ καταμήνιοι καθάρσεις

1.14ἄχρι ἑβδομάδος παρατείνουσιν. διελήλυθε δὲ ἡ δύναμις αὐτῆς καὶ ἐπὶ τὰς ὠφελιμωτάτας τῶν τεχνῶν· ἐν γοῦν γραμματικῇ τὰ ἄριστα τῶν στοιχείων καὶ πλείστην δύναμιν ἔχοντα ἑπτά ἐστιν ἀριθμῷ, τὰ φωνήεντα· κατά τε μουσικὴν ἡ ἑπτάχορδος λύρα πάντων σχεδὸν ὀργάνων ἀρίστη, διότι τὸ ἐναρμόνιον, ὃ δὴ τῶν μελῳδουμένων γενῶν ἐστι τὸ σεμνότατον, κατ’ αὐτὴν μάλιστά πως θεωρεῖται· τάς τε τῶν φθόγγων τάσεις ἑπτὰ εἶναι συμβέβηκεν, ὀξύν, βαρύν, περισπώμενον, δασύν, ψιλόν, μακρόν, βραχύν.

1.15ἔτι πρῶτός ἐστιν ἀπὸ τελείου τοῦ ἓξ καὶ μονάδι κατά τινα λόγον ὁ αὐτός. οἵ τε ἐντὸς δεκάδος ἀριθμοὶ ἢ γεννῶνται ἢ γεννῶσι τοὺς ἐντὸς δεκάδος καὶ αὐτήν, ἡ δὲ ἑβδομὰς οὔτε γεννᾷ τινα τῶν ἐντὸς δεκάδος ἀριθμῶν οὔτε γεννᾶται ὑπό τινος. παρὸ μυθεύοντες οἱ Πυθαγόρειοι τῇ ἀειπαρθένῳ καὶ ἀμήτορι αὐτὴν ἀπεικάζουσιν, ὅτι οὔτε ἀπεκυήθη οὔτε ἀποτέξεται.

1.16„Κατέπαυσεν οὖν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἐποίησε" (Gen. 2, 2). τοῦτο δ’ ἐστὶ τοιοῦτο· τὰ θνητὰ γένη παύεται πλάττων ὁ θεός, ὅταν ἄρχηται ποιεῖν τὰ θεῖα καὶ ἑβδομάδος φύσει οἰκεῖα. ἡ δὲ πρὸς τὸ ἦθος ἀπόδοσίς ἐστι τοιαύτη· ὅταν ἐπιγένηται τῇ ψυχῇ ὁ κατὰ ἑβδομάδα ἅγιος λόγος, ἐπέχεται ἡ ἑξὰς καὶ ὅσα θνητὰ τουτὶ ποιεῖν δοκεῖ.

1.17„Καὶ εὐλόγησεν ὁ θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν“ (Gen. 2, 3). τοὺς κατὰ τὸ ἕβδομον καὶ θεῖον ὡς ἀληθῶς φῶς κινηθέντας τρόπους εὐλογεῖ τε ὁ θεὸς καὶ εὐθὺς ἁγίους ἀποφαίνει· συγγενέστατοι γὰρ ἀλλήλοις ὁ εὐλόγιστός τε καὶ ὁ ἅγιος. διὰ τοῦτο ἐπὶ τοῦ τὴν μεγάλην εὐχὴν εὐξαμένου φησὶν ὅτι, ἐὰν τροπὴ κατασκήψασα αἰφνίδιον μιάνῃ τὸν νοῦν, οὐκέτ’ ἔσται ἅγιος (cf. Num. 6,9)· ἀλλ’ "αἱ ἡμέραι αἱ πρότεραι ἄλογοι“ (ib. 6, 12)· κατὰ τὸ εἰκός· ἀλόγιστος γὰρ ὁ μὴ ἅγιος τρόπος, ὥστε ὁ εὐλόγιστος ἅγιος.

1.18ὀρθῶς οὖν ἔφη ὅτι τὴν ἑβδόμην εὐλόγησέ τε καὶ ἡγίασεν, „ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἤρξατο ποιεῖν ὁ θεός" (Gen. 2, 3). αἰτία δ’ ἡ δι’ ἣν εὐλόγιστός τε καὶ ἅγιος γέγονεν ὁ κατὰ τὸ ἕβδομον καὶ τέλειον φῶς ἄγων ἑαυτόν, ἐπεὶ ἐν ταύτῃ τῇ φύσει παύεται ἡ τῶν θνητῶν σύστασις. καὶ γὰρ οὕτως ἔχει· ὅταν ἀνατείλῃ φέγγος τῆς ἀρετῆς τὸ λαμπρότατον καὶ θεῖον ὄντως, ἐπέχεται τῆς ἐναντίας φύσεως ἡ γένεσις. ἐδηλώσαμεν δὲ ὅτι παύων ὁ θεὸς οὐ παύεται ποιῶν, ἀλλ’ ἑτέρων γενέσεως ἄρχεται, ἅτε οὐ τεχνίτης μόνον ἀλλὰ καὶ πατὴρ ὢν τῶν γινομένων.

1.19„Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς, ὅτε ἐγένετο“ (Gen. 2,4). οὗτος ὁ κατὰ ἑβδομάδα κινούμενος τέλειος λόγος ἀρχὴ γενέσεως τοῦ τε κατὰ τὰς ἰδέας νοῦ τεταγμένου καὶ τῆς κατὰ τὰς ἰδέας τεταγμένης νοητῆς, εἰ οἷόν τε τοῦτο εἰπεῖν, αἰσθήσεως. βιβλίον δὲ εἴρηκε τὸν τοῦ θεοῦ λόγον, ᾧ συμβέβηκεν ἐγγράφεσθαι καὶ ἐγχαράττεσθαι τὰς τῶν ἄλλων συστάσεις.

1.20ἵνα δὲ μὴ καθ’ ὡρισμένας χρόνων περιόδους ὑπολάβῃς τὸ θεῖόν τι ποιεῖν, ἀλλ’ εἰδῇς ἄδηλα καὶ ἀτέκμαρτα καὶ ἀκατάληπτα τῷ θνητῷ γένει τὰ δημιουργούμενα, ἐπιφέρει τὸ „ὅτε ἐγένετο“, τὸ πότε κατὰ περιγραφὴν οὐ διορίζων· ἀπεριγράφως γὰρ γίνεται τὰ γινόμενα ὑπὸ τοῦ αἰτίου. ἀνῄρηται τοίνυν τὸ ἐν ἓξ ἡμέραις γεγενῆσθαι τὸ πᾶν.

1.21„Ἧι ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πᾶν χλωρὸν ἀγροῦ πρὸ τοῦ γενέσθαι ἐπὶ τῆς γῆς καὶ πάντα χόρτον ἀγροῦ πρὸ τοῦ ἀνατεῖλαι· οὐ γὰρ ἔβρεξεν ὁ θεὸς ἐπὶ τὴν γῆν, καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι τὴν γῆν“ (Gen. 2, 4. 5). τὴν ἡμέραν ταύτην ἐπάνω βίβλον εἴρηκεν, εἴ γε ἐν ἀμφοτέροις οὐρανοῦ καὶ γῆς ὑπογράφει γένεσιν· τῷ γὰρ περιφανεστάτῳ καὶ τηλαυγεστάτῳ ἑαυτοῦ λόγῳ ὁ θεὸς ἀμφότερα ποιεῖ, τήν τε ἰδέαν τοῦ νοῦ, ὃν συμβολικῶς οὐρανὸν κέκληκε, καὶ τὴν ἰδέαν τῆς αἰσθήσεως, ἣν διὰ σημείου γῆν ὠνόμασεν.

1.22ἀγροῖς δὲ ἀπεικάζει δυσὶ τήν τε ἰδέαν τοῦ νοῦ καὶ τὴν ἰδέαν τῆς αἰσθήσεως· φέρει γὰρ ὁ μὲν νοῦς καρπὸν τὰ ἐν τῷ νοεῖν, ἡ δὲ αἴσθησις τὰ ἐν τῷ αἰσθάνεσθαι. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ὥσπερ τοῦ ἐπὶ μέρους καὶ ἀτόμου νοῦ προϋπάρχει τις ἰδέα ὡς ἂν ἀρχέτυπος καὶ παράδειγμα τούτου καὶ πάλιν τῆς κατὰ μέρος αἰσθήσεως ἰδέα τις αἰσθήσεως σφραγῖδος λόγον ἔχουσα εἴδη τυπούσης, οὕτως πρὶν μὲν γενέσθαι τὰ ἐπὶ μέρους νοητά, ἦν τὸ αὐτὸ τοῦτο γενικὸν νοητόν, οὗ κατὰ μετοχὴν καὶ τὰ ἄλλα ὠνόμασται, πρὶν δὲ γενέσθαι τὰ κατὰ μέρος αἰσθητά, ἦν τὸ αὐτὸ τοῦτο γενικὸν αἰσθητόν, οὗ κατὰ μετουσίαν καὶ τὰ ἄλλα αἰσθητὰ γέγονε.

1.23χλωρὸν μὲν οὖν ἀγροῦ τὸ νοητὸν εἴρηκε τοῦ νοῦ· ὡς γὰρ ἐν ἀγρῷ τὰ χλωρὰ βλαστάνει καὶ ἀνθεῖ, οὕτως βλάστημα τοῦ νοῦ τὸ νοητόν ἐστι. πρὶν οὖν τὸ κατὰ μέρος νοητὸν γενέσθαι, τὸ αὐτὸ τοῦτο νοητὸν ἀποτελεῖ γενικὸν ὄν, ὃ δὴ καὶ „πᾶν“ κέκληκεν ὑγιῶς· τὸ μὲν γὰρ κατὰ μέρος νοητὸν ἀτελὲς ὂν οὐ πᾶν, τὸ δὲ γενικὸν ἅπαν, ἅτε πλῆρες ὄν.

1.24„καὶ πάντα“ φησί „χόρτον ἀγροῦ πρὸ τοῦ ἀνατεῖλαι,“ τουτέστι· πρὸ τοῦ ἀνατεῖλαι τὰ κατὰ μέρος αἰσθητὰ ἦν τὸ γενικὸν αἰσθητὸν προμηθείᾳ τοῦ πεποιηκότος, ὃ δὴ πάλιν „πᾶν“ εἴρηκεν. εἰκότως μέντοι χόρτῳ τὸ αἰσθητὸν ἀπείκασεν· ὡς γὰρ ὁ χόρτος ἀλόγου τροφή, οὕτως τὸ αἰσθητὸν τῷ ἀλόγῳ μέρει ψυχῆς προσκεκλήρωται· ἐπεὶ διὰ τί προειπὼν „χλωρὸν ἀγροῦ“ ἐπιφέρει „καὶ πάντα χόρτον“, ὡς οὐ γινομένου χόρτου χλωροῦ τὸ παράπαν; ἀλλὰ τὸ μὲν ἀγροῦ χλωρὸν τὸ νοητόν ἐστιν, ἐκβλάστημα νοῦ, ὁ δὲ χόρτος τὸ αἰσθητόν, τοῦ ἀλόγου τῆς ψυχῆς καὶ αὐτὸ βλάστημα.

1.25„οὐ γὰρ ἔβρεξεν ὁ θεὸς“ φησίν „ἐπὶ τὴν γῆν, καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι τὴν γῆν.“ φυσικώτατα· ἐὰν γὰρ μὴ ἐπομβρήσῃ ταῖς αἰσθήσεσι τὰς ἀντιλήψεις τῶν ὑποκειμένων ὁ θεός, οὐδ’ ὁ νοῦς ἐργάσεται καὶ πραγματεύσεταί τι περὶ αἴσθησιν· ἄπρακτος γὰρ αὐτὸς ἐξ ἑαυτοῦ μὴ ὥσπερ ὕοντος καὶ ἐπιψεκάζοντος ὁράσει μὲν χρώματα, φωνὰς δὲ ἀκοῇ, γεύσει δὲ χυλοὺς καὶ ταῖς ἄλλαις τὰ οἰκεῖα τοῦ αἰτίου.

1.26ὅταν δὲ ἄρδειν ὁ θεὸς ἄρξηται τὴν αἴσθησιν αἰσθητοῖς, τηνικαῦτα καὶ ὁ νοῦς ἐργάτης οἷα πίονος γῆς ἀνευρίσκεται. ἡ δ’ ἰδέα τῆς αἰσθήσεως οὐ δεῖται τροφῆς· τροφὴ δὲ αἰσθήσεως, ἣν κατὰ σύμβολον βροχὴν εἴρηκεν, τὰ ἐπὶ μέρους αἰσθητά, ἃ δὴ σώματά ἐστιν· ἰδέα δὲ σωμάτων ἀλλότριον. πρὶν οὖν γενέσθαι τὰ κατὰ μέρος συγκρίματα, οὐκ ἔβρεξεν ὁ θεὸς ἐπὶ τὴν ἰδέαν τῆς αἰσθήσεως, ἣν εἴρηκε γῆν, τοῦτο δέ ἐστι, τροφὴν οὐ παρέσχεν αὐτῇ· οὐδὲ γὰρ ἐδεῖτο αἰσθητοῦ τὸ παράπαν οὐδενός.

1.27τὸ δὲ "καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι τὴν γῆν“ τοιοῦτόν ἐστιν· ἡ ἰδέα τοῦ νοῦ τὴν ἰδέαν τῆς αἰσθήσεως οὐκ εἰργάζετο· ὁ μὲν γὰρ ἐμὸς καὶ σὸς νοῦς ἐργάζεται τὴν αἴσθησιν διὰ τῶν αἰσθητῶν, ἡ δὲ τοῦ νοῦ ἰδέα, ἅτε δὴ μηδενὸς ὄντος ἐπὶ μέρους οἰκείου σώματος, οὐκ ἐργάζεται τὴν ἰδέαν τῆς αἰσθήσεως· εἰ γὰρ εἰργάζετο, διὰ τῶν αἰσθητῶν ἂν εἰργάζετο, αἰσθητὸν δὲ ἐν ἰδέαις οὐδέν.

1.28„Πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς καὶ ἐπότιζε πᾶν τὸ πρόσωπον τῆς γῆς“ (Gen. 2, 6). τὸν μὲν νοῦν εἴρηκε γῆς πηγήν, τὰς δὲ αἰσθήσεις πρόσωπον, ὅτι χωρίον αὐταῖς ἐξ ἅπαντος τοῦ σώματος πρὸς τὰς ἰδίας ἐνεργείας ἐπιτηδειότατον ἡ πάντα προμηθουμένη φύσις ἀπένειμε τοῦτο· πηγῆς δὲ τρόπον ἄρδει τὰς αἰσθήσεις ὁ νοῦς, ἐπιπέμπων τὰ πρόσφορα ἑκάστῃ ῥεύματα. ἴδε οὖν, πῶς ἁλύσεως τρόπον αἱ τοῦ ζῴου δυνάμεις ἀλλήλων ἔχονται· νοῦ γὰρ καὶ αἰσθήσεως ἔτι δὲ αἰσθητοῦ τριῶν ὄντων μέσον μέν ἐστιν αἴσθησις, ἄκρον δὲ ἑκάτερον ὅ τε νοῦς καὶ τὸ αἰσθητόν.

1.29ἀλλ’ οὔθ’ ὁ νοῦς δυνατὸς ἐργάσασθαι τουτέστιν ἐνεργῆσαι κατὰ αἴσθησιν, ἐὰν μὴ βρέξῃ καὶ ὕσῃ τὸ αἰσθητὸν ὁ θεός, οὔτε ὑσθέντος αἰσθητοῦ ὄφελός ἐστιν, ἐὰν μὴ πηγῆς τρόπον ὁ νοῦς τείνας ἑαυτὸν ἄχρι τῆς αἰσθήσεως κινήσῃ τε αὐτὴν ἠρεμοῦσαν καὶ ἀγάγῃ πρὸς ἀντίληψιν τοῦ ὑποκειμένου· ὥστε ἀντίδοσιν ὁ νοῦς καὶ τὸ αἰσθητὸν ἀεὶ μελετῶσι, τὸ μὲν προϋποκείμενον αἰσθήσει ὡς ἂν ὕλη, ὁ δὲ κινῶν τὴν αἴσθησιν πρὸς τὸ ἐκτὸς ὡς ἂν τεχνίτης, ἵνα γένηται ὁρμή.

1.30τὸ γὰρ ζῷον τοῦ μὴ ζῴου δυσὶ προὔχει, φαντασίᾳ καὶ ὁρμῇ· ἡ μὲν οὖν φαντασία συνίσταται κατὰ τὴν τοῦ ἐκτὸς πρόσοδον τυποῦντος νοῦν δι’ αἰσθήσεως, ἡ δὲ ὁρμή, τὸ ἀδελφὸν τῆς φαντασίας, κατὰ τὴν τοῦ νοῦ τονικὴν δύναμιν, ἣν τείνας δι’ αἰσθήσεως ἅπτεται τοῦ ὑποκειμένου καὶ πρὸς αὐτὸ χωρεῖ γλιχόμενος ἐφικέσθαι καὶ συλλαβεῖν αὐτό.

1.31„Καὶ ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον χοῦν λαβὼν ἀπὸ τῆς γῆς, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν“ (Gen. 2,7). διττὰ ἀνθρώπων γένη· ὁ μὲν γάρ ἐστιν οὐράνιος ἄνθρωπος, ὁ δὲ γήϊνος. ὁ μὲν οὖν οὐράνιος ἅτε κατ’ εἰκόνα θεοῦ γεγονὼς φθαρτῆς καὶ συνόλως γεώδους οὐσίας ἀμέτοχος, ὁ δὲ γήϊνος ἐκ σποράδος ὕλης, ἣν χοῦν κέκληκεν, ἐπάγη· διὸ τὸν μὲν οὐράνιόν φησιν οὐ πεπλάσθαι, κατ’ εἰκόνα δὲ τετυπῶσθαι θεοῦ, τὸν δὲ γήϊνον πλάσμα, ἀλλ’ οὐ γέννημα, εἶναι τοῦ τεχνίτου.

1.32ἄνθρωπον δὲ τὸν ἐκ γῆς λογιστέον εἶναι νοῦν εἰσκρινόμενον σώματι, οὔπω δ’ εἰσκεκριμένον. ὁ δὲ νοῦς οὗτος γεώδης ἐστὶ τῷ ὄντι καὶ φθαρτός, εἰ μὴ ὁ θεὸς ἐμπνεύσειεν αὐτῷ δύναμιν ἀληθινῆς ζωῆς· τότε γὰρ γίνεται, οὐκέτι πλάττεται, εἰς ψυχήν, οὐκ ἀργὸν καὶ ἀδιατύπωτον, ἀλλ’ εἰς νοερὰν καὶ ζῶσαν ὄντως· „εἰς ψυχὴν“ γάρ φησι „ζῶσαν ἐγένετο ὁ ἄνθρωπος“.

1.33ζητήσαι δ’ ἄν τις, διὰ τί ἠξίωσεν ὁ θεὸς ὅλως τὸν γηγενῆ καὶ φιλοσώματον νοῦν πνεύματος θείου, ἀλλ’ οὐχὶ τὸν κατὰ τὴν ἰδέαν γεγονότα καὶ τὴν εἰκόνα ἑαυτοῦ· δεύτερον δέ, τί ἐστι τὸ „ἐνεφύσησε“· τρίτον, διὰ τί εἰς τὸ πρόσωπον ἐμπνεῖται· τέταρτον, διὰ τί πνεύματος ὄνομα εἰδώς, ὅταν λέγῃ „καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος“ (Gen. 1,2), πνοῆς νῦν ἀλλ’ οὐχὶ πνεύματος μέμνηται.

1.34πρὸς μὲν οὖν τὸ πρῶτον λεκτέον ἓν μέν, ὅτι φιλόδωρος ὢν ὁ θεὸς χαρίζεται τὰ ἀγαθὰ πᾶσι καὶ τοῖς μὴ τελείοις, προκαλούμενος αὐτοὺς εἰς μετουσίαν καὶ ζῆλον ἀρετῆς ἅμα καὶ τὸν περιττὸν πλοῦτον ἐπιδεικνύμενος αὑτοῦ, ὅτι ἐξαρκεῖ καὶ τοῖς μὴ λίαν ὠφεληθησομένοις. τοῦτο δὲ καὶ ἐπὶ τῶν ἄλλων ἐμφαντικώτατα παρίστησιν. ὅταν γὰρ ὕῃ μὲν κατὰ θαλάττης, πηγὰς δὲ ἐν τοῖς ἐρημοτάτοις ἀνομβρῇ, τὴν δὲ λεπτόγεων καὶ τραχεῖαν καὶ ἄγονον γῆν ἄρδῃ ποταμοὺς ἀναχέων ταῖς πλημμύραις, τί ἕτερον παρίστησιν ἢ τὴν ὑπερβολὴν τοῦ τε πλούτου καὶ τῆς ἀγαθότητος ἑαυτοῦ; ἥδ’ ἐστὶν αἰτία δι’ ἣν ἄγονον οὐδεμίαν ψυχὴν ἐδημιούργησεν ἀγαθοῦ, κἂν ἡ χρῆσις ἀδύνατος ἐνίοις ᾖ αὐτοῦ.

1.35ἕτερον δὲ λεκτέον ἐκεῖνο· βούλεται τὰ θέσει δίκαια εἰσαγαγεῖν. ὁ μὲν οὖν μὴ ἐμπνευσθεὶς τὴν ἀληθινὴν ζωήν, ἀλλ’ ἄπειρος ὢν ἀρετῆς, κολαζόμενος ἐφ’ οἷς ἡμάρτανεν εἶπεν ἂν ὡς ἀδίκως κολάζεται, ἀπειρίᾳ γὰρ τοῦ ἀγαθοῦ σφάλλεσθαι περὶ αὐτό, αἴτιον δὲ εἶναι τὸν μηδεμίαν ἐμπνεύσαντα ἔννοιαν αὐτοῦ· τάχα δὲ μηδὲ ἁμαρτάνειν φήσει τὸ παράπαν, εἴ γε τὰ ἀκούσια καὶ κατὰ ἄγνοιαν οὐδὲ ἀδικημάτων ἔχειν λόγον φασί τινες.

1.36τό γε μὴν „ἐνεφύσησεν“ ἴσον ἐστὶ τῷ ἐνέπνευσεν ἢ ἐψύχωσε τὰ ἄψυχα· μὴ γὰρ τοσαύτης ἀτοπίας ἀναπλησθείημεν, ὥστε νομίσαι θεὸν στόματος ἢ μυκτήρων ὀργάνοις χρῆσθαι πρὸς τὸ ἐμφυσῆσαι· ἄποιος γὰρ ὁ θεός, οὐ μόνον οὐκ ἀνθρωπόμορφος. ἐμφαίνει δέ τι καὶ φυσικώτερον ἡ προφορά.

1.37τρία γὰρ εἶναι δεῖ, τὸ ἐμπνέον, τὸ δεχόμενον, τὸ ἐμπνεόμενον· τὸ μὲν οὖν ἐμπνέον ἐστὶν ὁ θεός, τὸ δὲ δεχόμενον ὁ νοῦς, τὸ δὲ ἐμπνεόμενον τὸ πνεῦμα. τί οὖν ἐκ τούτων συνάγεται; ἕνωσις γίνεται τῶν τριῶν, τείναντος τοῦ θεοῦ τὴν ἀφ’ ἑαυτοῦ δύναμιν διὰ τοῦ μέσου πνεύματος ἄχρι τοῦ ὑποκειμένου — τίνος ἕνεκα ἢ ὅπως ἔννοιαν αὐτοῦ λάβωμεν;

1.38ἐπεὶ πῶς ἂν ἐνόησεν ἡ ψυχὴ θεόν, εἰ μὴ ἐνέπνευσε καὶ ἥψατο αὐτῆς κατὰ δύναμιν; οὐ γὰρ ἂν ἀπετόλμησε τοσοῦτον ἀναδραμεῖν ὁ ἀνθρώπινος νοῦς, ὡς ἀντιλαβέσθαι θεοῦ φύσεως, εἰ μὴ αὐτὸς ὁ θεὸς ἀνέσπασεν αὐτὸν πρὸς ἑαυτόν, ὡς ἐνῆν ἀνθρώπινον νοῦν ἀνασπασθῇναι, καὶ ἐτύπωσε κατὰ τὰς ἐφικτὰς νοηθῆναι δυνάμεις.

1.39εἰς δὲ τὸ πρόσωπον ἐμπνεῖ καὶ φυσικῶς καὶ ἠθικῶς· φυσικῶς μέν, ὅτι ἐν προσώπῳ τὰς αἰσθήσεις ἐδημιούργει· τοῦτο γὰρ μάλιστα τοῦ σώματος τὸ μέρος ἐψύχωται [καὶ ἐμπέπνευσται]· ἠθικῶς δὲ οὕτως· ὥσπερ σώματος ἡγεμονικόν ἐστι τὸ πρόσωπον, οὕτως ψυχῆς ἡγεμονικόν ἐστιν ὁ νοῦς· τούτῳ μόνῳ ἐμπνεῖ ὁ θεός, τοῖς δ’ ἄλλοις μέρεσιν οὐκ ἀξιοῖ, ταῖς τε αἰσθήσεσι καὶ τῷ λόγῳ καὶ τῷ γονίμῳ· δεύτερα γάρ ἐστι τῇ δυνάμει.

1.40ὑπὸ τίνος οὖν καὶ ταῦτα ἐνεπνεύσθη; ὑπὸ τοῦ νοῦ δηλονότι· οὗ γὰρ μετέσχεν ὁ νοῦς παρὰ θεοῦ, τούτου μεταδίδωσι τῷ ἀλόγῳ μέρει τῆς ψυχῆς, ὥστε τὸν μὲν νοῦν ἐψυχῶσθαι ὑπὸ θεοῦ, τὸ δὲ ἄλογον ὑπὸ τοῦ νοῦ· ὡσανεὶ γὰρ θεός ἐστι τοῦ ἀλόγου ὁ νοῦς, παρὸ καὶ Μωυσῆν οὐκ ὤκνησεν εἰπεῖν „θεὸν τοῦ Φαραώ“ (Exod. 7, 1).

1.41τῶν γὰρ γινομένων τὰ μὲν καὶ ὑπὸ θεοῦ γίνεται καὶ δι’ αὐτοῦ, τὰ δὲ ὑπὸ θεοῦ μέν, οὐ δι’ αὐτοῦ δέ· τὰ μὲν οὖν ἄριστα καὶ ὑπὸ θεοῦ γέγονε καὶ δι’ αὐτοῦ· προελθὼν γοῦν ἐρεῖ ὅτι „ἐφύτευσεν ὁ θεὸς παράδεισον“ (Gen. 2, 8)· τούτων καὶ ὁ νοῦς ἐστι· τὸ δὲ ἄλογον ὑπὸ θεοῦ μὲν γέγονεν, οὐ διὰ θεοῦ δέ, ἀλλὰ διὰ τοῦ λογικοῦ τοῦ ἄρχοντός τε καὶ βασιλεύοντος ἐν ψυχῇ. "πνοὴν" δέ, ἀλλ’ οὐ πνεῦμα, εἴρηκεν, ὡς διαφορᾶς οὔσης· τὸ μὲν γὰρ πνεῦμα νενόηται κατὰ τὴν ἰσχὺν καὶ εὐτονίαν καὶ δύναμιν, ἡ δὲ πνοὴ ὡς ἂν αὖρά τίς ἐστι καὶ ἀναθυμίασις ἠρεμαία καὶ πραεῖα.

1.42ὁ μὲν οὖν κατὰ τὴν εἰκόνα γεγονὼς καὶ τὴν ἰδέαν νοῦς πνεύματος ἂν λέγοιτο κεκοινωνηκέναι — ῥώμην γὰρ ἔχει ὁ λογισμὸς αὐτοῦ —, ὁ δὲ ἐκ τῆς ὕλης τῆς κούφης καὶ ἐλαφροτέρας αὔρας ὡς ἂν ἀποφορᾶς τινος, ὁποῖαι γίνονται ἀπὸ τῶν ἀρωμάτων· φυλαττομένων γὰρ οὐδὲν ἧττον καὶ μὴ ἐκθυμιωμένων εὐωδία τις γίνεται.

1.43„Καὶ ἐφύτευσεν ὁ θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς· καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασε“ (Gen. 2, 8.). τὴν μετάρσιον καὶ οὐράνιον σοφίαν πολλοῖς ὀνόμασι πολυώνυμον οὖσαν δεδήλωκε· καὶ γὰρ ἀρχὴν καὶ εἰκόνα καὶ ὅρασιν θεοῦ κέκληκε. ταύτης δ’ ὡς ἂν ἀρχετύπου μίμημα τὴν ἐπίγειον σοφίαν νυνὶ παρίστησι διὰ τῆς τοῦ παραδείσου φυτουργίας· μὴ γὰρ τοσαύτη κατάσχοι τὸν ἀνθρώπινον λογισμὸν ἀσέβεια, ὡς ὑπολαβεῖν ὅτι θεὸς γεωπονεῖ καὶ φυτεύει παραδείσους, ἐπεὶ καὶ τίνος ἕνεκα εὐθὺς διαπορήσομεν· οὐ γὰρ ὅπως ἀναπαύλας εὐδιαγώγους καὶ ἡδονὰς ἑαυτῷ πορίζῃ — μηδὲ εἰς νοῦν ἔλθοι ποτὲ τὸν ἡμέτερον ἡ τοιαύτη μυθοποιΐα —·

1.44θεοῦ γὰρ οὐδὲ ὁ σύμπας κόσμος ἄξιον ἂν εἴη χωρίον καὶ ἐνδιαίτημα, ἐπεὶ αὐτὸς ἑαυτοῦ τόπος καὶ αὐτὸς ἑαυτοῦ πλήρης καὶ ἱκανὸς αὐτὸς ἑαυτῷ ὁ θεός, τὰ μὲν ἄλλα ἐπιδεᾶ καὶ ἔρημα καὶ κενὰ ὄντα πληρῶν καὶ περιέχων, αὐτὸς δὲ ὑπ’ οὐδενὸς ἄλλου περιεχόμενος, ἅτε εἷς καὶ τὸ πᾶν αὐτὸς ὤν.

1.45τὴν οὖν ἐπίγειον ἀρετὴν σπείρει καὶ φυτεύει τῷ θνητῷ γένει ὁ θεὸς μίμημα καὶ ἀπεικόνισμα οὖσαν τῆς οὐρανίου· ἐλεήσας γὰρ ἡμῶν τὸ γένος καὶ κατιδὼν ὅτι ἐξ ἀφθόνων καὶ πλουσίων κακῶν συνέστηκεν, ἐπίκουρον καὶ ἀρωγὸν τῶν ψυχῆς νόσων ἀρετὴν ἐπίγειον ἐρρίζου, μίμημα, ὡς ἔφην, τῆς οὐρανίου καὶ ἀρχετύπου, ἣν πολλοῖς ὀνόμασι καλεῖ. παράδεισος μὲν δὴ τροπικῶς εἴρηται ἡ ἀρετή, τόπος δὲ οἰκεῖος τῷ παραδείσῳ Ἐδέμ, τοῦτο δέ ἐστι τρυφή· ἀρετῇ δὲ ἁρμόττον εἰρήνη καὶ εὐπάθεια καὶ χαρά, ἐν οἷς τὸ τρυφᾶν ὡς ἀληθῶς ἐστι.

1.46καὶ μὴν κατὰ ἀνατολάς ἐστιν ἡ φυτουργία τοῦ παραδείσου· οὐ γὰρ δύεται καὶ σβέννυται, ἀλλ’ ἀεὶ πέφυκεν ἀνατέλλειν ὁ ὀρθὸς λόγος, καὶ ὥσπερ, οἶμαι, ἀνατείλας ἥλιος τὸν ζόφον τοῦ ἀέρος φωτὸς ἐνέπλησεν, οὕτως καὶ ἀρετὴ ἀνατείλασα ἐν ψυχῇ τὴν ἀχλὺν αὐτῆς ἐναυγάζει καὶ τὸν πολὺν σκότον σκεδάννυσι.

1.47„καὶ ἔθετο“ φησίν „ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασεν.“ ἀγαθὸς γὰρ ὢν ὁ θεὸς καὶ ἐπ’ ἀρετὴν ὡς οἰκειότατον ἔργον ἀσκῶν τὸ γένος ἡμῶν τὸν νοῦν τίθησιν ἐν τῇ ἀρετῇ, ἵνα δηλονότι μηδὲν ἄλλο ἢ ταύτην καθάπερ ἀγαθὸς γεωργὸς τημελῇ καὶ περιέπῃ.

1.48ζητήσειε δ’ ἄν τις, διὰ τί, τοῦ μιμεῖσθαι θεοῦ τὰ ἔργα ὄντος ὁσίου, ἐμοὶ μὲν ἀπηγόρευται φυτεύειν ἄλσος παρὰ τῷ θυσιαστηρίῳ, τὸν δὲ παράδεισον ὁ θεὸς φυτεύει; φησὶ γάρ· „οὐ φυτεύσεις σεαυτῷ ἄλσος, πᾶν ξύλον παρὰ τὸ θυσιαστήριον κυρίου τοῦ θεοῦ σου οὐ ποιήσεις σεαυτῷ“ (Deuter. 16,21). τί οὖν λεκτέον; ὅτι πρέπει τῷ θεῷ φυτεύειν καὶ οἰκοδομεῖν ἐν ψυχῇ τὰς ἀρετάς.

1.49φίλαυτος δὲ καὶ ἄθεος ὁ νοῦς οἰόμενος ἴσος εἶναι θεῷ καὶ ποιεῖν δοκῶν ἐν τῷ πάσχειν ἐξεταζόμενος· θεοῦ δὲ σπείροντος καὶ φυτεύοντος ἐν ψυχῇ τὰ καλά, ὁ λέγων νοῦς ὅτι „ἐγὼ φυτεύω“ ἀσεβεῖ. οὐ φυτεύσεις οὖν, ὅταν ὁ θεὸς φυτουργῇ· ἐὰν δὲ καὶ φυτὰ ἐν ψυχῇ καταβάλῃ, ὦ διάνοια, καρποτόκα φύτευε πάντα, ἀλλὰ μὴ ἄλσος, ἐν ἄλσει γὰρ καὶ ἀγρίας ὕλης ἐστὶ καὶ ἡμέρου δένδρα· κακίαν δὲ τὴν ἄγονον ἐν ψυχῇ μετὰ τῆς ἡμέρου καὶ καρποτόκου φυτεύειν ἀρετῆς λέπρας ἐστὶ τῆς διφυοῦς καὶ μιγάδος οἰκεῖον.

1.50ἐὰν μέντοι γε τὰ ἄμικτα καὶ σύγκλυδα εἰς ταὐτὸν ἄγῃς, χώριζε καὶ διάκρινε τῆς καθαρᾶς καὶ ἀμιάντου φύσεως τῆς ἀναφερούσης τὰ ἄμωμα τῷ θεῷ, αὕτη δέ ἐστι τὸ θυσιαστήριον· τούτου γὰρ ἀλλότριον τὸ λέγειν ἔργον τι εἶναι ψυχῆς, ἐπὶ θεὸν πάντων λαμβανόντων τὴν ἀναφοράν, καὶ τὸ τὰ ἄκαρπα τοῖς καρποτόκοις ἀναμιγνύναι· μῶμος γὰρ τοῦτό γε, τὰ δὲ ἄμωμα τῷ θεῷ προσάγεται.

1.51ἐὰν οὖν τι τούτων παραβῇς, ὦ ψυχή, σαυτὴν βλάψεις, οὐ θεόν· διὰ τοῦτό φησιν· „οὐ φυτεύσεις σεαυτῷ“· θεῷ γὰρ οὐδεὶς ἐργάζεται, καὶ μάλιστα τὰ φαῦλα· καὶ ἐπιφέρει πάλιν· „οὐ ποιήσεις σεαυτῷ.“ λέγει δὲ καὶ ἐν ἑτέροις· „οὐ ποιήσετε μετ’ ἐμοῦ θεοὺς ἀργυροῦς, καὶ θεοὺς χρυσοῦς οὐ ποιήσετε ὑμῖν ἑαυτοῖς“ (Exod. 20, 23)· ὁ γὰρ ἢ ποιότητα οἰόμενος ἔχειν τὸν θεὸν ἢ μὴ ἕνα εἶναι ἢ μὴ ἀγένητον καὶ ἄφθαρτον ἢ μὴ ἄτρεπτον ἑαυτὸν ἀδικεῖ, οὐ θεόν· „ἑαυτοῖς“ γάρ φησιν „οὐ ποιήσετε“· δεῖ γὰρ ἡγεῖσθαι καὶ ἄποιον αὐτὸν καὶ ἕνα καὶ ἄφθαρτον καὶ ἄτρεπτον· ὁ δὲ μὴ οὕτως διανοούμενος ἑαυτοῦ τὴν ψυχὴν ψευδοῦς καὶ ἀθέου δόξης ἀναπίμπλησιν.

1.52οὐχ ὁρᾷς ὅτι, κἂν εἰσαγάγῃ ἡμᾶς εἰς τὴν ἀρετὴν καὶ εἰσαχθέντες φυτεύσωμεν ἄκαρπον μὲν οὐδὲν „πᾶν δὲ ξύλον βρώσιμον“, κελεύει "περικαθαρίσαι τὴν ἀκαθαρσίαν αὐτοῦ“ (Lev. 19, 23); τοῦτο δ’ ἐστὶ τὸ δοκεῖν φυτεύειν· ἀποτεμεῖν οἴησιν γὰρ

1.53ἐπαγγέλλεται, οἴησις δὲ ἀκάθαρτον φύσει. ὃν δὲ ἔπλασεν ἄνθρωπον τιθέναι φησὶν ἐν τῷ παραδείσῳ, νυνὶ μόνον· τίς οὖν ἐστιν, ἐφ’ οὗ ὕστερόν φησιν ὅτι „ἔλαβε κύριος ὁ θεὸς τὸν ἄνθρωπον ὃν ἐποίησε καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ, ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν“ (Gen. 2, 15); μήποτ’ οὖν ἕτερός ἐστιν ἄνθρωπος οὗτος, ὁ κατὰ τὴν εἰκόνα καὶ τὴν ἰδέαν γεγονώς, ὥστε δύο ἀνθρώπους εἰς τὸν παράδεισον εἰσάγεσθαι, τὸν μὲν πεπλασμένον, τὸν δὲ κατ’ εἰκόνα.

1.54ὁ μὲν οὖν κατὰ τὴν ἰδέαν γεγονὼς οὐ μόνον ἐν ταῖς φυτουργίαις τῶν ἀρετῶν ἐξετάζεται, ἀλλὰ καὶ ἐργάτης ἐστὶν αὐτῶν καὶ φύλαξ, τοῦτο δ’ ἐστὶ μνήμων ὧν ἤκουσε καὶ ἤσκησεν, ὁ δὲ πλαστὸς οὔτε ἐργάζεται τὰς ἀρετὰς οὔτε φυλάττει, ἀλλὰ μόνον εἰσάγεται εἰς τὰ δόγματα ἀφθονίᾳ θεοῦ, μέλλων αὐτίκα φυγὰς ἀρετῆς ἔσεσθαι.

1.55διὰ τοῦτο ὃν μὲν μόνον τίθησιν ἐν τῷ παραδείσῳ, πλαστὸν καλεῖ, ὃν δὲ καὶ ἐργάτην καὶ φύλακα ἀποδείκνυσιν, οὐ πλαστόν, ἀλλὰ „ὃν ἐποίησε“· καὶ τοῦτον μὲν λαμβάνει, ἐκεῖνον δὲ ἐκβάλλει. ὃν δὲ λαμβάνει, τριῶν ἀξιοῖ, ἐξ ὧν συνέστηκεν ἡ εὐφυΐα, εὐθιξίας, ἐπιμονῆς, μνήμης· ἡ μὲν οὖν εὐθιξία θέσις ἐστὶν ἐν τῷ παραδείσῳ, ἡ δὲ ἐπιμονὴ πρᾶξις τῶν καλῶν [τὸ ἐργάζεσθαι τὰ καλά], ἡ δὲ μνήμη φυλακὴ καὶ διατήρησις τῶν ἁγίων δογμάτων. ὁ δὲ πλαστὸς νοῦς οὔτε μνημονεύει τὰ καλὰ οὔτε ἐργάζεται, μόνον δὲ εὔθικτός ἐστι· παρὸ καὶ τεθεὶς ἐν τῷ παραδείσῳ μικρὸν ὕστερον ἀποδιδράσκει καὶ ἐκβάλλεται.

1.56„Καὶ ἐξανέτειλεν ὁ θεὸς ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν, καὶ τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ τῷ παραδείσῳ, καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ“ (Gen. 2, 9). ἃ φυτεύει ἐν τῇ ψυχῇ δένδρα ἀρετῆς, νῦν ὑπογράφει· ἔστι δὲ ταῦτα αἵ τε κατὰ μέρος ἀρεταὶ καὶ αἱ κατ’ αὐτὰς ἐνέργειαι καὶ τὰ κατορθώματα καὶ τὰ λεγόμενα παρὰ τοῖς φιλοσοφοῦσι καθήκοντα, ταῦτά ἐστι τοῦ παραδείσου τὰ φυτά.

1.57χαρακτηρίζει μέντοι γε αὐτὰ ταῦτα δηλῶν ὅτι τὸ ἀγαθὸν καὶ ὀφθῆναι κάλλιστόν ἐστι καὶ ἀπολαυσθῆναι· ἔνιαι γὰρ τῶν τεχνῶν θεωρητικαὶ μέν εἰσιν, οὐ πρακτικαὶ δέ, γεωμετρία ἀστρονομία, ἔνιαι δὲ πρακτικαὶ μέν, οὐ θεωρητικαὶ δέ, τεκτονικὴ χαλκευτικὴ καὶ ὅσαι βάναυσοι λέγονται· ἡ δὲ ἀρετὴ καὶ θεωρητική ἐστι καὶ πρακτική· καὶ γὰρ θεωρίαν ἔχει, ὁπότε καὶ ἡ ἐπ’ αὐτὴν ὁδὸς φιλοσοφία διὰ τῶν τριῶν αὐτῆς μερῶν, τοῦ λογικοῦ, τοῦ ἠθικοῦ, τοῦ φυσικοῦ, καὶ πράξεις· ὅλου γὰρ τοῦ βίου ἐστὶ τέχνη ἡ ἀρετή, ἐν ᾧ καὶ αἱ σύμπασαι πράξεις.

1.58ἀλλὰ καίτοι θεωρίαν ἔχουσα καὶ πρᾶξιν, πάλιν ἐν ἑκατέρῳ ὑπερβάλλει κατὰ τὸ κρεῖττον· καὶ γὰρ ἡ θεωρία τῆς ἀρετῆς παγκάλη καὶ ἡ πρᾶξις καὶ ἡ χρῆσις περιμάχητος. διὸ καί φησιν ὅτι καὶ „εἰς ὅρασίν ἐστιν ὡραῖον“, ὅπερ ἦν τοῦ θεωρητικοῦ σύμβολον, καὶ "καλὸν εἰς βρῶσιν“, ὅπερ ἐστὶ τοῦ χρηστικοῦ καὶ πρακτικοῦ σημεῖον.

1.59τὸ δὲ ξύλον τῆς ζωῆς ἐστιν ἡ γενικωτάτη ἀρετή, ἥν τινες ἀγαθότητα καλοῦσιν, ἀφ’ ἧς αἱ κατὰ μέρος ἀρεταὶ συνίστανται. τούτου χάριν καὶ μέσον ἵδρυται τοῦ παραδείσου, τὴν συνεκτικωτάτην χώραν ἔχον, ἵνα ὑπὸ τῶν ἑκατέρωθεν βασιλέως τρόπον δορυφορῆται. οἱ δὲ λέγουσι τὴν καρδίαν ξύλον εἰρῆσθαι ζωῆς, ἐπειδὴ αἰτία τε τοῦ ζῆν ἐστι καὶ τὴν μέσην τοῦ σώματος χώραν ἔλαχεν, ὡς ἂν κατ’ αὐτοὺς ἡγεμονικὸν ὑπάρχουσα. ἀλλ’ οὗτοι μὲν ἰατρικὴν δόξαν ἐκτιθέμενοι μᾶλλον ἢ φυσικὴν μὴ λανθανέτωσαν, ἡμεῖς δέ, ὡς καὶ πρότερον ἐλέχθη, τὴν γενικωτάτην ἀρετὴν ξύλον εἰρῆσθαι ζωῆς λέγομεν.

1.60τοῦτο μὲν οὖν ῥητῶς φησιν ὅτι ἐστὶν ἐν μέσῳ τῷ παραδείσῳ· τὸ δὲ ἕτερον ξύλον, τὸ τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, οὐ δεδήλωκεν οὔτε εἰ ἐντὸς οὔτε εἰ ἐκτός ἐστι τοῦ παραδείσου, ἀλλ’ εἰπὼν οὕτως „καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ“ εὐθὺς ἡσύχασεν οὐ δηλώσας ὅπου τετύχηκεν ὄν, ἵνα μὴ ὁ φυσιολογίας ἀμύητος τὸν ὄντα τῆς ἐπιστήμης θαυμάζῃ. τί οὖν χρὴ λέγειν; ὅτι τὸ ξύλον τοῦτο καὶ ἐν τῷ παραδείσῳ ἐστὶ καὶ ἐκτὸς αὐτοῦ, οὐσίᾳ μὲν ἐν αὐτῷ, δυνάμει δὲ ἐκτός.

1.61πῶς; τὸ ἡγεμονικὸν ἡμῶν πανδεχές ἐστι καὶ ἔοικε κηρῷ πάντας τύπους καλούς τε καὶ αἰσχροὺς δεχομένῳ· παρὸ καὶ ὁ πτερνιστὴς Ἰακὼβ ὁμολογεῖ φάσκων "Ἐπ’ ἐμὲ ἐγένετο πάντα ταῦτα“ (Gen. 42,36)· ἐπὶ γὰρ μίαν οὖσαν τὴν ψυχὴν αἱ ἀμύθητοι τυπώσεις ἁπάντων τῶν ἐν τῷ παντὶ ἀναφέρονται· ὅταν μὲν οὖν δέξηται τὸν τῆς τελείας ἀρετῆς χαρακτῆρα, γέγονε τὸ τῆς ζωῆς ξύλον, ὅταν δὲ τὸν τῆς κακίας, γέγονε τὸ τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ· ἡ δὲ κακία πεφυγάδευται θείου χοροῦ· τὸ δεδεγμένον οὖν αὐτὴν ἡγεμονικὸν ἐν τῷ παραδείσῳ ἐστὶ κατὰ τὴν οὐσίαν, ἐν αὐτῷ γάρ ἐστι καὶ ὁ τῆς ἀρετῆς χαρακτὴρ οἰκεῖος ὢν τῷ παραδείσῳ, δυνάμει δὲ πάλιν οὐκ ἔστιν ἐν αὐτῷ, ὅτι ὁ τύπος ὁ κακίας ἀλλότριός ἐστι θείων ἀνατολῶν.

1.62ὃ δὲ λέγω, καὶ οὕτως ἄν τις καταμάθοι. νῦν ἐν τῷ σώματί μου τὸ ἡγεμονικόν ἐστι κατὰ τὴν οὐσίαν, δυνάμει δὲ ἐν Ἰταλίᾳ ἢ Σικελίᾳ, ὁπότε περὶ τῶν χωρῶν τούτων ἐπιλογίζεται, καὶ ἐν οὐρανῷ, ὁπότε περὶ οὐρανοῦ σκοπεῖ· παρὸ καὶ πολλάκις ἐν βεβήλοις ὄντες χωρίοις τινὲς κατὰ τὴν οὐσίαν ἐν ἱερωτάτοις ὑπάρχουσι φαντασιούμενοι τὰ ἀρετῆς, καὶ ἔμπαλιν ἐν τοῖς ἀδύτοις ὑπάρχοντες ἄλλοι τὴν διάνοιάν εἰσι βέβηλοι, τῷ τροπὰς πρὸς τὸ χεῖρον καὶ τύπους αὐτὴν λαμβάνειν φαύλους· ὥστε οὔτε ἐν τῷ παραδείσῳ ἡ κακία ἐστὶν οὔτε οὐχί ἐστι· δύναται μὲν γὰρ εἶναι κατ’ οὐσίαν, δυνάμει δὲ οὐ δύναται.

1.63„Ποταμὸς δὲ ἐκπορεύεται ἐξ Ἐδὲμ ποτίζειν τὸν παράδεισον· ἐκεῖθεν ἀφορίζεται εἰς τέσσαρας ἀρχάς. ὄνομα τῷ ἑνὶ Φεισών· οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Εὐιλάτ, ἐκεῖ οὗ ἐστι τὸ χρυσίον· τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης καλόν· καὶ ἐκεῖ ἐστιν ὁ ἄνθραξ καὶ ὁ λίθος ὁ πράσινος. καὶ ὄνομα τῷ ποταμῷ τῷ δευτέρῳ Γηών· οὗτος κυκλοῖ πᾶσαν τὴν γῆν Αἰθιοπίας. καὶ ὁ ποταμὸς ὁ τρίτος Τίγρις· οὗτος ὁ πορευόμενος κατέναντι Ἀσσυρίων. ὁ δὲ ποταμὸς ὁ τέταρτος Εὐφράτης“ (Gen. 2,10 —14). διὰ τούτων βούλεται τὰς κατὰ μέρος ἀρετὰς ὑπογράφειν· εἰσὶ δὲ τὸν ἀριθμὸν τέτταρες, φρόνησις σωφροσύνη ἀνδρεία δικαιοσύνη. ὁ μὲν δὴ μέγιστος ποταμός, οὗ αἱ τέτταρες ἀπόρροιαι γεγόνασιν, ἡ γενική ἐστιν ἀρετή, ἣν ἀγαθότητα ὠνομάσαμεν, αἱ δὲ τέτταρες ἀπόρροιαι αἱ ἰσάριθμοι ἀρεταί.

1.64λαμβάνει μὲν οὖν τὰς ἀρχὰς ἡ γενικὴ ἀρετὴ ἀπὸ τῆς Ἐδέμ, τῆς τοῦ θεοῦ σοφίας, ἣ χαίρει καὶ γάνυται καὶ τρυφᾷ ἐπὶ μόνῳ τῷ πατρὶ αὐτῆς ἀγαλλομένη καὶ σεμνυνομένη θεῷ, αἱ δὲ ἐν εἴδει τέτταρες ἀπὸ τῆς γενικῆς, ἥτις ποταμοῦ δίκην ἄρδει τὰ κατορθώματα ἑκάσταις πολλῷ ῥεύματι καλῶν πράξεων.

1.65ἴδωμεν δὲ καὶ τὰς λέξεις. „ποταμὸς δὲ„ φησίν „ἐκπορεύεται ἐξ Ἐδὲμ ποτίζειν τὸν παράδεισον.“ ποταμὸς ἡ γενική ἐστιν ἀρετή, ἡ ἀγαθότης· αὕτη ἐκπορεύεται ἐκ τῆς Ἐδέμ, τῆς τοῦ θεοῦ σοφίας· ἡ δέ ἐστιν ὁ θεοῦ λόγος· κατὰ γὰρ τοῦτον πεποίηται ἡ γενικὴ ἀρετή. τὸν παράδεισον δὲ ποτίζει ἡ γενικὴ ἀρετή, τουτέστι τὰς κατὰ μέρος ἀρετὰς ἄρδει. „ἀρχὰς“ δὲ οὐ τὰς τοπικὰς λαμβάνει, ἀλλὰ τὰς ἡγεμονικάς· ἑκάστη γὰρ τῶν ἀρετῶν ἡγεμονὶς καὶ βασιλὶς ὡς ἀληθῶς ἐστι. τὸ δὲ „ἀφορίζεται“ ἴσον ἐστὶ τῷ ὅροις πεπεράτωται· ἡ μὲν φρόνησις περὶ τὰ ποιητέα ὅρους αὐτοῖς τιθεῖσα, ἡ δὲ ἀνδρεία τοῖς ὑπομενετέοις, ἡ δὲ σωφροσύνη τοῖς αἱρετέοις,

1.66ἡ δὲ δικαιοσύνη τοῖς ἀπονεμητέοις. „ὄνομα τῷ ἑνὶ Φεισών· οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Εὐιλάτ, ἐκεῖ οὗ ἐστι τὸ χρυσίον, τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης καλόν· καὶ ἐκεῖ ἐστιν ὁ ἄνθραξ καὶ ὁ λίθος ὁ πράσινος.“ τῶν τεττάρων ἀρετῶν ἓν εἶδός ἐστιν ἡ φρόνησις, ἣν Φεισὼν ὠνόμασε παρὰ τὸ φείδεσθαι καὶ φυλάττειν τὴν ψυχὴν ἀπὸ ἀδικημάτων. χορεύει δὲ καὶ κύκλῳ περίεισι τὴν γῆν Εὐιλάτ, τοῦτο δέ ἐστι, τὴν εὐμενῆ καὶ πραεῖαν καὶ ἵλεων κατάστασιν περιέπει· καθάπερ δὲ τῆς χυτῆς οὐσίας ἡ κρατίστη καὶ δοκιμωτάτη χρυσός ἐστιν, οὕτως καὶ ψυχῆς ἡ δοκιμωτάτη ἀρετὴ φρόνησις γέγονε.

1.67τὸ δὲ „ἐκεῖ οὗ ἐστι τὸ χρυσίον“ οὐκ ἔστι τοπικὸν τοιοῦτον, ἐκεῖ ὅπου ἐστὶ τὸ χρυσίον, ἀλλ’ ἐκεῖ οὗ κτῆμά ἐστιν ἡ χρυσαυγὴς καὶ πεπυρωμένη καὶ τιμία φρόνησις· κτῆμα δὲ θεοῦ κάλλιστον ἥδε ἀνωμολόγηται. κατὰ δὲ τὸν τόπον τῆς φρονήσεως δύο εἰσὶ ποιοί, ὅ τε φρόνιμος καὶ ὁ φρονῶν, οὓς ἄνθρακι καὶ λίθῳ πρασίνῳ παραβέβληκεν.

1.68„καὶ ὄνομα τῷ ποταμῷ τῷ δευτέρῳ Γηών· οὗτος κυκλοῖ πᾶσαν τὴν γῆν Αἰθιοπίας." συμβολικῶς ἐστιν ὁ ποταμὸς οὗτος ἡ ἀνδρεία· ἑρμηνευθὲν γὰρ τὸ Γηὼν ὄνομά ἐστι στῆθος ἢ κερατίζων· ἑκάτερον δὲ ἀνδρείας μηνυτικόν· περί τε γὰρ τὰ στήθη, ὅπου καὶ ἡ καρδία, διατρίβει καὶ πρὸς ἄμυναν εὐτρέπισται· ἐπιστήμη γάρ ἐστιν ὑπομενετέων καὶ οὐχ ὑπομενετέων καὶ οὐδετέρων. περικυκλοῖ δὲ καὶ περικάθηται προσπολεμοῦσα τὴν Αἰθιοπίαν, ἧς ἐστιν ἑρμηνευθὲν τοὔνομα ταπείνωσις· ταπεινὸν δὲ ἡ δειλία, ἡ δὲ ἀνδρεία ταπεινώσει καὶ δειλίᾳ πολέμιον.

1.69„καὶ ὁ ποταμὸς ὁ τρίτος Τίγρις, οὗτος ὁ πορευόμενος κατέναντι Ἀσσυρίων.“ τρίτη ἐστὶν ἀρετὴ σωφροσύνη, ἀντιστατοῦσα τῇ κατευθύνειν δοκούσῃ τὴν ἀνθρωπίνην ἀσθένειαν ἡδονῇ· Ἀσσύριοι γὰρ εὐθύνοντες Ἑλλάδι γλώττῃ καλοῦνται. τίγριδι δὲ τῷ ἀτιθασωτάτῳ ζῴῳ τὴν ἐπιθυμίαν εἴκασε, περὶ ἣν ἡ σωφροσύνη πραγματεύεται.

1.70ἄξιον μέντοι ἀπορῆσαι, διὰ τί δευτέρα μὲν ἀνδρεία, τρίτη δὲ σωφροσύνη, πρώτη δὲ φρόνησις εἴρηται, καὶ οὐχ ἑτέραν τῶν ἀρετῶν τάξιν δεδήλωκε. νοητέον οὖν ὅτι ἐστὶν ἡμῶν τριμερὴς ἡ ψυχὴ καὶ ἔχει μέρος τὸ μὲν λογικόν, τὸ δὲ θυμικόν, τὸ δὲ ἐπιθυμητικόν. καὶ συμβέβηκε τοῦ μὲν λογικοῦ χωρίον εἶναι καὶ ἐνδιαίτημα τὴν κεφαλήν, τοῦ δὲ θυμικοῦ τὰ στέρνα, τοῦ δὲ ἐπιθυμητικοῦ τὸ ἦτρον, ἀρετὴν δὲ ἑκάστῳ τῶν μερῶν οἰκείαν προσηρμόσθαι, τῷ μὲν λογικῷ φρόνησιν, λογισμοῦ γάρ ἐστιν ἐπιστήμην ἔχειν ὧν τε δεῖ ποιεῖν καὶ ὧν μή, τῷ δὲ θυμικῷ ἀνδρείαν, τῷ δὲ ἐπιθυμητικῷ σωφροσύνην, σωφροσύνῃ γὰρ τὰς ἐπιθυμίας ἀκούμεθα καὶ ἰώμεθα.

1.71ὥσπερ οὖν κεφαλὴ μὲν πρῶτον τοῦ ζῴου καὶ ἀνωτάτω μέρος ἐστί, δεύτερον δὲ στέρνα, τρίτον δὲ ἦτρον, καὶ πάλιν ψυχῆς πρῶτον μὲν τὸ λογικόν, δεύτερον δὲ τὸ θυμικόν, τρίτον δὲ τὸ ἐπιθυμητικόν, οὕτως καὶ τῶν ἀρετῶν πρώτη μὲν ἡ περὶ τὸ πρῶτον μέρος τῆς ψυχῆς, ὃ δὴ λογικόν ἐστι, καὶ τοῦ σώματος διατρίβουσα κεφαλὴν φρόνησις, δευτέρα δὲ ἀνδρεία, ὅτι περὶ τὸ δεύτερον μέρος ψυχῆς μὲν θυμόν, σώματος δὲ τὰ στέρνα φωλεύει, τρίτη δὲ σωφροσύνη, ὅτι περὶ τὸ ἦτρον, ὃ δὴ τρίτον ἐστὶ τοῦ σώματος, καὶ περὶ τὸ ἐπιθυμητικόν, ὃ τρίτην εἴληχε χώραν ἐν ψυχῇ, πραγματεύεται.

1.72"ὁ δὲ ποταμὸς“ φησίν "ὁ τέταρτος Εὐφράτης.“ καρποφορία καλεῖται ὁ Εὐφράτης, ἔστι δὲ συμβολικῶς ἀρετὴ τετάρτη, δικαιοσύνη, καρποφόρος τῷ ὄντι καὶ εὐφραίνουσα τὴν διάνοιαν. πότε οὖν γίνεται; ὅταν τὰ τρία μέρη τῆς ψυχῆς συμφωνίαν ἔχῃ· συμφωνία δὲ αὐτοῖς ἐστιν ἡ τοῦ κρείττονος ἡγεμονία, οἷον ὅταν τὰ δύο, τό τε θυμικὸν καὶ τὸ ἐπιθυμητικόν, ἡνιοχῶνται καθάπερ ἵπποι ὑπὸ τοῦ λογικοῦ, τότε γίνεται δικαιοσύνη· δίκαιον γὰρ τὸ μὲν κρεῖττον ἄρχειν ἀεὶ καὶ πανταχοῦ, τὸ δὲ χεῖρον ἄρχεσθαι· κρεῖττον μὲν δὴ τὸ λογικόν, χεῖρον δὲ τὸ ἐπιθυμητικὸν καὶ τὸ θυμικόν.

1.73ὅταν δὲ ἔμπαλιν ἀφηνιάσῃ καὶ ἀναχαιτίσῃ ὁ θυμὸς καὶ ἡ ἐπιθυμία καὶ τὸν ἡνίοχον, λέγω δὲ τὸν λογισμόν, τῇ βίᾳ τῆς ὁρμῆς κατασύρῃ καὶ ὑποζεύξῃ, ἑκάτερον δὲ πάθος λάβηται τῶν ἡνιῶν, ἀδικία κρατεῖ· ἀνάγκη γὰρ ἀπειρίᾳ καὶ κακίᾳ τοῦ ἡνιόχου τὰ ὑπεζευγμένα κατὰ κρημνῶν φέρεσθαι καὶ βαράθρων, ὥσπερ

1.74ἐμπειρίᾳ καὶ ἀρετῇ διασῴζεσθαι. ἔτι καὶ οὕτως ἴδωμεν τὸ προκείμενον. Φεισὼν ἑρμηνεύεται στόματος ἀλλοίωσις, Εὐιλὰτ δὲ ὠδίνουσα· καὶ διὰ τούτων ἡ φρόνησις ἐμφαίνεται. οἱ μὲν γὰρ πολλοὶ φρόνιμον νομίζουσι τὸν εὑρετὴν λόγων σοφιστικῶν καὶ δεινὸν ἑρμηνεῦσαι τὸ νοηθέν, Μωυσῆς δὲ λογοφίλην μὲν αὐτὸν οἶδε, φρόνιμον δὲ οὐδαμῶς. ἐν ἀλλοιώσει γὰρ τοῦ στόματος, τουτέστι τοῦ ἑρμηνευτικοῦ λόγου, ἡ φρόνησις θεωρεῖται· ὅπερ ἦν μὴ ἐν λόγῳ τὸ φρονεῖν, ἀλλ’ ἐν ἔργῳ θεωρεῖσθαι καὶ σπουδαίαις πράξεσι.

1.75κύκλον δὲ περιτίθησι καὶ ὡσανεὶ τεῖχος ἡ φρόνησις τῇ Εὐιλὰτ τῇ ὠδινούσῃ ἀφροσύνῃ πρὸς πολιορκίαν αὐτῆς καὶ καθαίρεσιν· ἀφροσύνῃ δὲ κύριον ὄνομά ἐστιν ὠδίνουσα, ὅτι ὁ ἄφρων νοῦς ἀνεφίκτων ἐρῶν ἑκάστοτε ἐν ὠδῖσίν ἐστιν, ὅτε χρημάτων ἐρᾷ, [ὠδίνει,] ὅτε δόξης, ὅτε ἡδονῆς, ὅτε ἄλλου τινός.

1.76ἐν ὠδῖσι δὲ ὢν οὐδέποτε τίκτει· οὐ γὰρ πέφυκε γόνιμον οὐδὲν τελεσφορεῖν ἡ τοῦ φαύλου ψυχή· ἃ δ’ ἂν καὶ δοκῇ προφέρειν, ἀμβλωθρίδια εὑρίσκεται καὶ ἐκτρώματα, κατεσθίοντα τὸ ἥμισυ τῶν σαρκῶν αὐτῆς, ἴσα θανάτῳ ψυχικῷ. παρὸ καὶ δεῖται ὁ ἱερὸς λόγος Ἀαρὼν τοῦ θεοφιλοῦς Μωυσέως ἰάσασθαι τὴν τροπὴν τῆς Μαριάμ, ἵνα μὴ γένηται ἐν ὠδῖνι κακῶν ἡ ψυχή, διὸ καί φησι· „μὴ γένηται ὡς ἴσον θανάτῳ, ὡς ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρός, καὶ κατεσθίει τὸ ἥμισυ τῶν σαρκῶν αὐτῆς“ (Num. 12, 12).

1.77"Ἐκεῖ" οὖν φησιν „οὗ ἐστι τὸ χρυσίον“ (Gen. 2, 11). οὐ λέγει ἐκεῖ εἶναι τὸ χρυσίον μόνον, ἀλλὰ "ἐκεῖ οὗ ἐστιν.“ ἡ γὰρ φρόνησις, ἣν εἴκασε χρυσίῳ, ἀδόλῳ καὶ καθαρᾷ καὶ πεπυρωμένῃ καὶ δεδοκιμασμένῃ καὶ τιμίᾳ φύσει, ἐκεῖ μέν ἐστιν ἐν τῇ τοῦ θεοῦ σοφίᾳ, ἐκεῖ δὲ οὖσα οὐκ ἔστι τῆς σοφίας κτῆμα, ἀλλὰ οὗ καὶ ἡ σοφία ἐστὶν αὐτή, τοῦ δημιουργοῦ καὶ κτωμένου θεοῦ.

1.78„τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης καλόν“ (Gen. 2, 12). οὐκοῦν ἐστιν ἕτερον χρυσίον οὐχὶ καλόν; πάνυ γε· διττὸν γὰρ φρονήσεως γένος, τὸ μὲν καθόλου, τὸ δὲ ἐπὶ μέρους· ἡ μὲν οὖν ἐν ἐμοὶ φρόνησις ἐκ μέρους οὖσα οὐ καλή, φθαρέντος γάρ μου συμφθείρεται· ἡ δὲ καθόλου φρόνησις ἡ οἰκοῦσα τὴν τοῦ θεοῦ σοφίαν καὶ τὸν οἶκον αὐτοῦ καλή, ἄφθαρτος γὰρ ἐν ἀφθάρτῳ οἴκῳ διαμένει.

1.79"καὶ ἐκεῖ ἐστιν ὁ ἄνθραξ καὶ ὁ λίθος ὁ πράσινος“ (ibid.), οἱ δύο ποιοί, ὅ τε φρόνιμος καὶ ὁ φρονῶν, ὁ μὲν συνιστάμενος κατὰ τὴν φρόνησιν, ὁ δὲ φρονῶν κατὰ τὸ φρονεῖν· τούτων γὰρ ἕνεκα τῶν ποιῶν ἔσπειρεν ὁ θεὸς ἐν τῷ γηγενεῖ φρόνησίν τε καὶ ἀρετήν· τί γὰρ ὄφελος ἦν αὐτῆς, εἰ μὴ οἱ δεξόμενοι λογισμοὶ ὑπῆρχον καὶ τοὺς τύπους αὐτῆς ἐναπομαξόμενοι; ὥστ’ εἰκότως ἐκεῖ ἐστιν, ὅπου ἡ φρόνησις, ὅ τε φρόνιμος καὶ ὁ φρονῶν, οἱ δύο λίθοι.

1.80μήποτε δὲ ὁ Ἰούδας ἐστὶ καὶ ὁ Ἰσσάχαρ· ὁ γὰρ τῆς τοῦ θεοῦ φρονήσεως ἀσκητὴς ἐξομολογεῖται εὐχαριστικῶς τῷ τὸ ἀγαθὸν ἀφθόνως δωρησαμένῳ, ὁ δὲ καὶ τὰ καλὰ καὶ σπουδαῖα ἐργάζεται· τοῦ μὲν οὖν ἐξομολογουμένου ὁ Ἰούδας σύμβολον, ἐφ’ οὗ καὶ ἵσταται τίκτουσα ἡ Λεία (Gen. 29, 35), τοῦ δὲ ἐργαζομένου τὰ καλὰ ὁ Ἰσσάχαρ, „ὑπέθηκε γὰρ τὸν ὦμον εἰς τὸ πονεῖν καὶ ἐγένετο ἀνὴρ γεωργός“ (Gen. 49, 15), ἐφ’ οὗ φησι Μωυσῆς σπαρέντος καὶ φυτευθέντος ἐν ψυχῇ „ἔστι μισθός“ (Gen. 30, 18), ὅπερ ἦν οὐκ ἀτελὴς ὁ πόνος ἀλλὰ στεφανούμενος ὑπὸ θεοῦ καὶ μισθοδοτούμενος.

1.81ὅτι δὲ τούτων ποιεῖται μνήμην, δι’ ἑτέρων δηλοῖ, ὅταν ἐπὶ τοῦ ποδήρους φῇ· „καὶ συνυφανεῖς ἐν αὐτῷ λίθον τετράστιχον· στίχος λίθων ἔσται, σάρδιον τοπάζιον σμάραγδος ὁ στίχος ὁ εἷς“ — Ῥουβὴν Συμεὼν Λευί—· „καὶ ὁ στίχος“ φησίν "ὁ δεύτερος ἄνθραξ καὶ σάπφειρος„ (Exod. 28,17. 18)· ὁ δὲ σάπφειρος πράσινος λίθος ἐστίν. ἐγγέγλυπται δὲ τῷ μὲν ἄνθρακι ὁ Ἰούδας, τέταρτος γάρ, τῷ δὲ σαπφείρῳ ὁ Ἰσσάχαρ.

1.82διὰ τί οὖν οὐχ ὥσπερ λίθον πράσινον εἴρηκεν, οὕτως καὶ λίθον ἀνθράκινον; ὅτι ὁ μὲν Ἰούδας ὁ ἐξομολογητικὸς τρόπος ἄυλός ἐστι καὶ ἀσώματος· καὶ γὰρ αὐτὸ τοὔνομα τὸ τῆς ἐξομολογήσεως ἐμφαίνει τὴν ἐκτὸς ἑαυτοῦ ὁμολογίαν· ὅταν γὰρ ἐκβῇ ὁ νοῦς ἑαυτοῦ καὶ ἑαυτὸν ἀνενέγκῃ θεῷ, ὥσπερ ὁ γέλως Ἰσαάκ, τηνικαῦτα ὁμολογίαν τὴν πρὸς τὸν ὄντα ποιεῖται· ἕως δὲ ἑαυτὸν ὑποτίθεται ὡς αἴτιόν τινος, μακρὰν ἀφέστηκε τοῦ παραχωρεῖν θεῷ καὶ ὁμολογεῖν αὐτῷ· καὶ αὐτὸ γὰρ τοῦτο τὸ ἐξομολογεῖσθαι νοητέον ὅτι ἔργον ἐστὶν οὐχὶ τῆς ψυχῆς, ἀλλὰ τοῦ φαίνοντος αὐτῇ

1.83θεοῦ τὸ εὐχάριστον. ἄυλος μὲν δὴ ὁ ἐξομολογούμενος Ἰούδας. τῷ δὲ ἐκ πόνου προεληλυθότι Ἰσσάχαρ δεῖ καὶ ὕλης σωματικῆς· ἐπεὶ πῶς ἀναγνώσεται χωρὶς ὀμμάτων ὁ ἀσκητής; πῶς δὲ ἀκούσεται τῶν προτρεπτικῶν λόγων χωρὶς ἀκοῆς; πῶς δὲ σιτίων καὶ ποτῶν ἐφίξεται δίχα γαστρὸς καὶ τῆς περὶ αὐτὴν τερατουργίας; διὰ τοῦτο λίθῳ ἀπεικάσθη.

1.84καὶ τὰ χρώματα μέντοι διάφορα· τῷ μὲν γὰρ ἐξομολογητικῷ οἰκεία χροιὰ ἡ τοῦ ἄνθρακος, πεπύρωται γὰρ ἐν εὐχαριστίᾳ θεοῦ καὶ μεθύει τὴν νήφουσαν μέθην, τῷ δὲ ἔτι πονοῦντι ἡ τοῦ πρασίνου λίθου, ὠχροὶ γὰρ οἱ ἐν ἀσκήσει διά τε τὸν τρύχοντα πόνον καὶ διὰ δέος τοῦ μὴ τυχεῖν ἂν ἴσως τοῦ κατ’ εὐχὴν τέλους.

1.85Ἄξιον δὲ διαπορῆσαι, διὰ τί οἱ μὲν δύο ποταμοὶ ὁ Φεισὼν καὶ ὁ Γηὼν κυκλοῦσι χώρας, ὁ μὲν τὴν Εὐιλάτ, ὁ δὲ τὴν Αἰθιοπίαν, τῶν δὲ λοιπῶν οὐδέτερος, ἀλλ’ ὁ μὲν Τίγρις κατέναντι Ἀσσυρίων λέγεται εἶναι, ὁ δὲ Εὐφράτης οὐδενός· καίτοι γε πρὸς τὸ ἀληθὲς ὁ Εὐφράτης καὶ περιρρεῖ τινας χώρας καὶ ἀντικρὺς ἔχει πολλάς. ἀλλ’ οὐκ ἔστι περὶ τοῦ ποταμοῦ ὁ λόγος, ἀλλὰ περὶ ἤθους ἐπανορθώσεως.

1.86λεκτέον οὖν ὅτι ἡ μὲν φρόνησις καὶ ἡ ἀνδρεία δύνανται κύκλον καὶ τεῖχος βαλέσθαι κατὰ τῶν ἐναντίων κακιῶν, ἀφροσύνης τε καὶ δειλίας, καὶ ἑλεῖν αὐτάς· ἀσθενεῖς γὰρ καὶ εὐάλωτοι ἀμφότεραι, καὶ γὰρ ὁ ἄφρων εὔληπτος τῷ φρονίμῳ καὶ ὁ δειλὸς ὑποπέπτωκε τῷ ἀνδρείῳ· ἡ δὲ σωφροσύνη ἀδυνατεῖ κυκλώσασθαι τὴν ἐπιθυμίαν καὶ ἡδονήν· χαλεπαὶ γὰρ ἀντίπαλοι καὶ δυσκαθαίρετοι. οὐχ ὁρᾷς ὅτι καὶ οἱ ἐγκρατέστατοι ἀνάγκῃ τοῦ θνητοῦ παραγίνονται ἐπὶ σιτία καὶ ποτά, ἐξ ὧν αἱ γαστρὸς ἡδοναὶ συνεστᾶσιν; ἀγαπητὸν οὖν ἐστιν ἀντιβῆναι καὶ μαχέσασθαι τῷ γένει τῆς ἐπιθυμίας. διὸ καὶ κατέναντι Ἀσσυρίων ἐστὶν ὁ Τίγρις ποταμός, ἡ σωφροσύνη τῆς ἡδονῆς.

1.87ἡ δέ γε δικαιοσύνη, καθ’ ἣν ὁ Εὐφράτης ποταμὸς συνίσταται, οὔτε πολιορκεῖ καὶ περιτειχίζει τινὰ οὔτε ἀντιστατεῖ· διὰ τί; ὅτι ἀπονεμητικὴ τῶν κατ’ ἀξίαν ἐστὶν ἡ δικαιοσύνη καὶ τέτακται οὔτε κατὰ τὸν κατήγορον οὔτε κατὰ τὸν ἀπολογούμενον, ἀλλὰ κατὰ τὸν δικαστήν. ὥσπερ οὖν ὁ δικαστὴς οὔτε νικῆσαί τινας προῄρηται οὔτε πολεμῆσαί τισι καὶ ἐναντιωθῆναι, γνώμην δὲ ἀποφηνάμενος βραβεύει τὸ δίκαιον, οὕτως ἡ δικαιοσύνη οὐδενὸς οὖσα ἀντίδικος ἀπονέμει τὸ κατ’ ἀξίαν ἑκάστῳ πράγματι.

1.88„Καὶ ἔλαβε κύριος ὁ θεὸς τὸν ἄνθρωπον ὃν ἐποίησε καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ, ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν“ (Gen. 2, 15). τοῦ πλασθέντος διαφέρει ὃν ἐποίησεν ὁ θεὸς ἄνθρωπον, ὡς εἶπον· ὁ μὲν γὰρ πλασθεὶς νοῦς ἐστι γεωδέστερος, ὁ δὲ ποιηθεὶς ἀυλότερος, φθαρτῆς ὕλης ἀμέτοχος, καθαρωτέρας καὶ εἱλικρινεστέρας τετυχηκὼς συστάσεως.

1.89τοῦτον οὖν τὸν καθαρὸν νοῦν λαμβάνει ὁ θεός, οὐκ ἐῶν ἐκτὸς ἑαυτοῦ βαίνειν, καὶ λαβὼν τίθησιν ἐν ταῖς ἐρριζωμέναις καὶ βλαστανούσαις ἀρεταῖς, ἵνα ἐργάζηται αὐτὰς καὶ φυλάττῃ. πολλοὶ γὰρ ἀσκηταὶ γενόμενοι τῆς ἀρετῆς ἐπὶ τοῦ τέλους μετέβαλον· ᾧ δὲ παρέχει ὁ θεὸς ἐπιστήμην βεβαίαν, τούτῳ δίδωσιν ἀμφότερα, ἐργάζεσθαί τε τὰς ἀρετὰς καὶ μηδέποτε αὐτῶν ἀφίστασθαι, ἀλλ’ ἀεὶ ταμιεύειν καὶ φυλάττειν ἑκάστην. τὸ μὲν οὖν „ἐργάζεσθαι“ ἀντὶ τοῦ πράττειν, τὸ δὲ „φυλάττειν“ ἀντὶ τοῦ μνημονεύειν.

1.90„Καὶ ἐνετείλατο κύριος ὁ θεὸς τῷ Ἀδὰμ λέγων· ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε ἀπ’ αὐτοῦ· ᾗ δ’ ἂν ἡμέρᾳ φάγητε ἀπ’ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε“ (Gen. 2, 16. 17). ποίῳ Ἀδὰμ ἐντέλλεται καὶ τίς ἐστιν οὗτος, διαπορητέον· οὐ γὰρ μέμνηται πρότερον αὐτοῦ, νυνὶ δὲ πρῶτον ὠνόμακεν αὐτόν. μήποτ’ οὖν βούλεταί σοι τοῦ πλαστοῦ ἀνθρώπου παραστῆσαι τοὔνομα. κάλει δή, φησίν, αὐτὸν γῆν· τοῦτο γὰρ Ἀδὰμ ἑρμηνεύεται, ὥστε ὅταν ἀκούῃς Ἀδάμ, γήϊνον καὶ φθαρτὸν νοῦν εἶναι νόμιζε· ὁ γὰρ κατ’ εἰκόνα οὐ γήϊνος, ἀλλ’ οὐράνιος.

1.91ζητητέον δέ, διὰ τί πᾶσιν ἐπιτιθεὶς τοῖς ἄλλοις τὰ ὀνόματα οὐκ ἐπιτέθεικεν ἑαυτῷ. τί οὖν λεκτέον; ὁ νοῦς ὁ ἐν ἑκάστῳ ἡμῶν τὰ μὲν ἄλλα δύναται καταλαβεῖν, ἑαυτὸν δὲ γνωρίσαι ἀδυνάτως ἔχει· ὥσπερ γὰρ ὁ ὀφθαλμὸς τὰ μὲν ἄλλα ὁρᾷ, ἑαυτὸν δὲ οὐχ ὁρᾷ, οὕτως καὶ ὁ νοῦς τὰ μὲν ἄλλα νοεῖ, ἑαυτὸν δὲ οὐ καταλαμβάνει· εἰπάτω γάρ, τίς τέ ἐστι καὶ ποταπός, πνεῦμα ἢ αἷμα ἢ πῦρ ἢ ἀὴρ ἢ ἕτερόν τι [σῶμα], ἢ τοσοῦτόν γε ὅτι σῶμά ἐστιν ἢ πάλιν ἀσώματον. εἶτ’ οὐκ εὐήθεις οἱ περὶ θεοῦ σκεπτόμενοι οὐσίας; οἳ γὰρ τῆς ἰδίας ψυχῆς τὴν οὐσίαν οὐκ ἴσασι, πῶς ἂν περὶ τῆς τῶν ὅλων ψυχῆς ἀκριβώσαιεν; ἡ γὰρ τῶν ὅλων ψυχὴ ὁ θεός ἐστι κατὰ ἔννοιαν.

1.92εἰκότως οὖν ὁ Ἀδάμ, τουτέστιν ὁ νοῦς, τὰ ἄλλα ὀνομάζων καὶ καταλαμβάνων ἑαυτῷ ὄνομα οὐκ ἐπιτίθησιν, ὅτι ἑαυτὸν ἀγνοεῖ καὶ τὴν ἰδίαν φύσιν. ἐντέλλεται δὲ τούτῳ καὶ οὐχὶ τῷ κατ’ εἰκόνα καὶ κατὰ τὴν ἰδέαν γεγονότι· ἐκεῖνος μὲν γὰρ καὶ δίχα προτροπῆς ἔχει τὴν ἀρετὴν αὐτομαθῶς, οὗτος δ’ ἄνευ διδασκαλίας οὐκ ἂν φρονήσεως ἐπιλάχοι.

1.93διαφέρει δὲ τρία ταῦτα· πρόσταξις, ἀπαγόρευσις, ἐντολὴ καὶ παραίνεσις· ἡ μὲν γὰρ ἀπαγόρευσις περὶ ἁμαρτημάτων γίνεται καὶ πρὸς φαῦλον, ἡ δὲ πρόσταξις περὶ κατορθωμάτων, ἡ δὲ παραίνεσις πρὸς τὸν μέσον, τὸν μήτε φαῦλον μήτε σπουδαῖον· οὔτε γὰρ ἁμαρτάνει, ὡς ἀπαγορεύειν ἄν τινα αὐτῷ, οὔτε κατορθοῖ κατὰ τὴν τοῦ ὀρθοῦ λόγου πρόσταξιν, ἀλλὰ χρείαν ἔχει παραινέσεως τῆς ἀνέχειν μὲν τῶν φαύλων διδασκούσης, προτρεπούσης δὲ ἐφίεσθαι τῶν ἀστείων.

1.94τῷ μὲν οὖν τελείῳ τῷ κατ’ εἰκόνα προστάττειν ἢ ἀπαγορεύειν ἢ παραινεῖν οὐχὶ δεῖ, οὐδενὸς γὰρ τούτων ὁ τέλειος δεῖται, τῷ δὲ φαύλῳ προστάξεως καὶ ἀπαγορεύσεως χρεία, τῷ δὲ νηπίῳ παραινέσεως καὶ διδασκαλίας, ὥσπερ τῷ τελείῳ γραμματικῷ ἢ μουσικῷ οὐδενὸς δεῖ παραγγέλματος τῶν εἰς τὰς τέχνας, τῷ δὲ σφαλλομένῳ περὶ τὰ θεωρήματα ὡσανεί τινων νόμων προστάξεις καὶ ἀπαγορεύσεις ἐχόντων, τῷ δὲ ἄρτι μανθάνοντι διδασκαλίας.

1.95εἰκότως οὖν τῷ γηίνῳ νῷ μήτε φαύλῳ ὄντι μήτε σπουδαίῳ ἀλλὰ μέσῳ τὰ νῦν ἐντέλλεται καὶ παραινεῖ. ἡ δὲ παραίνεσις γίνεται δι’ ἀμφοτέρων τῶν κλήσεων καὶ τοῦ κυρίου καὶ τοῦ θεοῦ, „ἐνετείλατο“ γὰρ „κύριος ὁ θεός“, ἵνα, εἰ μὲν πείθοιτο ταῖς παραινέσεσιν, ὑπὸ τοῦ θεοῦ εὐεργεσιῶν ἀξιωθείη, εἰ δὲ ἀφηνιάζοι, ὑπὸ τοῦ κυρίου ὡς δεσπότου καὶ ἐξουσίαν ἔχοντος σκορακίζοιτο.

1.96διόπερ καὶ ὅτε ἐκβάλλεται τοῦ παραδείσου, τὰς αὐτὰς κλήσεις παρείληφε, λέγει γάρ· „καὶ ἐξαπέστειλεν αὐτὸν κύριος ὁ θεὸς ἐκ τοῦ παραδείσου τῆς τρυφῆς, ἐργάζεσθαι τὴν γῆν, ἐξ ἧς ἐλήφθη“ (Gen. 3, 23), ἵνα, ἐπεὶ καὶ ὡς δεσπότης ὁ κύριος καὶ ὡς εὐεργέτης ὁ θεὸς ἐνετέλλετο, πάλιν ὡς ἀμφότερα ὢν τὸν παρακούσαντα τιμωρῆται· δι’ ὧν γὰρ προὔτρεπε δυνάμεων, διὰ τούτων τὸν ἀπειθοῦντα ἀποπέμπεται.

1.97Ἃ δὲ παραινεῖ, ταῦτά ἐστιν· „ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ“ (Gen. 2, 16). προτρέπει τὴν τοῦ ἀνθρώπου ψυχὴν μὴ ἀφ’ ἑνὸς ξύλου μηδ’ ἀπὸ μιᾶς ἀρετῆς ἀλλ’ ἀπὸ πασῶν τῶν ἀρετῶν ὠφελεῖσθαι· τὸ γὰρ φαγεῖν σύμβολόν ἐστι τροφῆς ψυχικῆς· τρέφεται δὲ ἡ ψυχὴ ἀναλήψει τῶν καλῶν καὶ πράξει τῶν κατορθωμάτων.

1.98μὴ μόνον δέ φησι „φάγῃ“, ἀλλὰ καὶ „βρώσει“, τουτέστι καταλέσας καὶ ἐπιλεάνας μὴ ἰδιώτου ἀλλ’ ἀθλητοῦ τρόπον τὴν τροφήν, ἵνα ἰσχὺν καὶ δύναμιν περιποιήσῃ· καὶ γὰρ τοῖς ἀθληταῖς οἱ ἀλεῖπται παραγγέλλουσι μὴ κάπτειν, ἀλλὰ κατὰ σχολὴν λεαίνειν, ἵνα πρὸς ἰσχὺν ἐπιδιδῶσιν· ἑτέρως γὰρ ἐγὼ καὶ ὁ ἀθλητὴς τρεφόμεθα, ἐγὼ μὲν γὰρ ἕνεκα τοῦ ζῆν μόνον, ὁ δὲ ἀθλητὴς καὶ ἕνεκα τοῦ πιαίνεσθαι καὶ ῥώννυσθαι, παρὸ καὶ ἕν τι τῶν ἀσκητικῶν ἐστι τὸ λεαίνεσθαι τροφήν. τὸ „βρώσει φαγεῖν“ ἐστι τοιοῦτον. ἔτι δὲ ἀκριβέστερον διατυπώσωμεν αὐτό.

1.99τὸ τιμᾶν τοὺς γονεῖς ἐδώδιμον καὶ τρόφιμόν ἐστιν· ἀλλ’ ἑτέρως οἱ ἀγαθοὶ καὶ οἱ φαῦλοι τιμῶσιν, οἱ μὲν γὰρ διὰ τὸ ἔθος, οἵτινες οὐ βρώσει ἐσθίουσιν, ἀλλὰ μόνον ἐσθίουσι· πότε οὖν καὶ βρώσει; ὅταν ἀναπτύξαντες καὶ τὰς αἰτίας ἐρευνήσαντες κρίνωσιν ἑκουσίως, ὅτι καλὸν τοῦτ’ ἐστίν· αἱ δὲ αἰτίαι τοιαῦται· ἐγέννησαν ἡμᾶς, ἔθρεψαν, ἐπαίδευσαν, πάντων αἴτιοι γεγόνασιν ἀγαθῶν. πάλιν ἐδώδιμον τὸ τὸν ὄντα τιμᾶσθαι· τότε δὲ „βρώσει“, ὅταν καὶ μετὰ τῆς τοῦ κεφαλαίου ἀναπτύξεως καὶ τῆς τῶν αἰτιῶν ἀποδόσεως.

1.100„ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε ἀπ’ αὐτοῦ“ (Gen. 2, 17). οὐκοῦν οὐκ ἔστιν ἐν τῷ παραδείσῳ τὸ ξύλον τοῦτο· εἰ γὰρ ἀπὸ παντὸς ἐσθίειν παραγγέλλει τῶν ἐν τῷ παραδείσῳ, ἀπὸ δὲ τούτου μὴ φαγεῖν, δῆλον ὅτι οὐκ ἔστιν ἐν τῷ παραδείσῳ· καὶ φυσικῶς· ἔστι γάρ, ὡς ἔφην, οὐσίᾳ καὶ οὐκ ἔστι δυνάμει. ὥσπερ γὰρ ἐν τῷ κηρῷ δυνάμει μέν εἰσι πᾶσαι αἱ σφραγῖδες, ἐντελεχείᾳ δὲ μόνη ἡ τετυπωμένη, οὕτως καὶ ἐν τῇ ψυχῇ κηροειδεῖ ὑπαρχούσῃ πάντες οἱ τύποι περιέχονται δυνάμει, οὐκ ἀποτελέσματι, κρατεῖ δὲ ὁ εἷς χαραχθεὶς ἐν αὐτῇ, ἕως μὴ ἀπαλήλιπται ὑφ’ ἑτέρου ἐναργέστερον καὶ ἐκδήλως μᾶλλον ἐπιχαράξαντος.

1.101ἑξῆς κἀκεῖνο διαπορητέον· ὅτε μὲν παραινεῖ ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου ἐσθίειν, ἕνα προτρέπει, ὅτε δὲ ἀπαγορεύει χρῆσθαι τῷ πονηροῦ καὶ καλοῦ αἰτίῳ, πλείοσι διαλέγεται· ἐκεῖ μὲν γάρ φησιν „ἀπὸ παντὸς φάγῃ“, ἐνταῦθα δὲ „οὐ φάγεσθε“ καὶ „ᾗ δ’ ἂν ἡμέρᾳ φάγητε“, οὐχὶ φάγῃς, καὶ „ἀποθανεῖσθε“, οὐχὶ ἀποθανῇ.

1.102λεκτέον οὖν τάδε, ὅτι πρῶτον μὲν σπάνιόν ἐστι τἀγαθόν, τὸ δὲ κακὸν πολύχουν· διὰ τοῦτο σοφὸν μὲν εὑρεῖν ἕνα μόνον ἔργον, φαύλων δὲ πλῆθος ἀναρίθμητον· εἰκότως οὖν ἑνὶ παραγγέλλει ταῖς ἀρεταῖς ἐντρέφεσθαι, πολλοῖς δὲ περὶ τοῦ πανουργίας ἀπέχεσθαι, ταύτῃ γὰρ μυρίοι χρῶνται.

1.103δεύτερον δέ, εἰς ἀρετῆς ἀνάληψίν τε καὶ χρῆσιν ἑνὸς μόνου δεῖ τοῦ λογισμοῦ· τὸ δὲ σῶμα οὐχ οἷον οὐ συνεργεῖ πρὸς τοῦτο, ἀλλὰ καὶ κωλυσιεργεῖ· σχεδὸν γὰρ σοφίας ἔργον τοῦτ’ ἐστίν, ἀλλοτριοῦσθαι πρὸς τὸ σῶμα καὶ τὰς ἐπιθυμίας αὐτοῦ· εἰς δὲ ἀπόλαυσιν κακίας οὐ μόνον δεῖ πως ἔχειν τὸν νοῦν, ἀλλὰ καὶ τὴν αἴσθησιν καὶ τὸν λόγον καὶ τὸ σῶμα·

1.104ὁ γὰρ φαῦλος δεῖται τούτων ἁπάντων πρὸς ἐκπλήρωσιν τῆς ἰδίας κακίας· ἐπεὶ πῶς ἐκλαλήσει μυστήρια φωνητήριον οὐκ ἔχων ὄργανον; πῶς δὲ ταῖς ἡδοναῖς χρήσεται γαστρὸς καὶ τῶν αἰσθητηρίων στερόμενος; δεόντως οὖν ἑνὶ μὲν τῷ λογισμῷ διαλέγεται περὶ κτήσεως ἀρετῆς, μόνου γάρ, ὡς ἔφην, ἐστὶν αὐτοῦ χρεία πρὸς τὴν ἀνάληψιν αὐτῆς, περὶ δὲ κακίας πλείοσι, ψυχῇ, λόγῳ, αἰσθήσεσι, σώματι, διὰ πάντων γὰρ τούτων ἐμφαίνεται.

1.105λέγει γε μήν· „ᾗ ἂν ἡμέρᾳ φάγητε ἀπ’ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε“ (Gen. 2, 17). καὶ φαγόντες οὐχ οἷον οὐκ ἀποθνῄσκουσιν, ἀλλὰ καὶ παιδοποιοῦνται καὶ ἑτέροις τοῦ ζῆν αἴτιοι καθίστανται. τί οὖν λεκτέον; ὅτι διττός ἐστι θάνατος, ὁ μὲν ἀνθρώπου, ὁ δὲ ψυχῆς ἴδιος· ὁ μὲν οὖν ἀνθρώπου χωρισμός ἐστι ψυχῆς ἀπὸ σώματος, ὁ δὲ ψυχῆς θάνατος ἀρετῆς μὲν φθορά ἐστι, κακίας δὲ ἀνάληψις.

1.106παρὸ καί φησιν οὐκ ἀποθανεῖν αὐτὸ μόνον ἀλλὰ „θανάτῳ ἀποθανεῖν“, δηλῶν οὐ τὸν κοινὸν ἀλλὰ τὸν ἴδιον καὶ κατ’ ἐξοχὴν θάνατον, ὅς ἐστι ψυχῆς ἐντυμβευομένης πάθεσι καὶ κακίαις ἁπάσαις. καὶ σχεδὸν οὗτος ὁ θάνατος μάχεται ἐκείνῳ· ἐκεῖνος μὲν γὰρ διάκρισίς ἐστι τῶν συγκριθέντων σώματός τε καὶ ψυχῆς, οὗτος δὲ τοὐναντίον σύνοδος ἀμφοῖν, κρατοῦντος μὲν τοῦ χείρονος σώματος, κρατουμένου δὲ τοῦ κρείττονος ψυχῆς.

1.107ὅπου δ’ ἂν λέγῃ „θανάτῳ ἀποθανεῖν“, παρατήρει ὅτι θάνατον τὸν ἐπὶ τιμωρίᾳ παραλαμβάνει, οὐ τὸν φύσει γινόμενον· φύσει μὲν οὖν ἐστι, καθ’ ὃν χωρίζεται ψυχὴ ἀπὸ σώματος, ὁ δὲ ἐπὶ τιμωρίᾳ συνίσταται, ὅταν ἡ ψυχὴ τὸν ἀρετῆς βίον θνῄσκῃ, τὸν δὲ κακίας ζῇ

1.108μόνον. εὖ καὶ ὁ Ἡράκλειτος κατὰ τοῦτο Μωυσέως ἀκολουθήσας τῷ δόγματι, φησὶ γάρ· „Ζῶμεν τὸν ἐκείνων θάνατον, τεθνήκαμεν δὲ τὸν ἐκείνων βίον," ὡς νῦν μέν, ὅτε ζῶμεν, τεθνηκυίας τῆς ψυχῆς καὶ ὡς ἂν ἐν σήματι τῷ σώματι ἐντετυμβευμένης, εἰ δὲ ἀποθάνοιμεν, τῆς ψυχῆς ζώσης τὸν ἴδιον βίον καὶ ἀπηλλαγμένης κακοῦ καὶ νεκροῦ συνδέτου τοῦ σώματος.

2:2.1„Καὶ εἶπε κύριος ὁ θεός Οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον, ποιήσωμεν αὐτῷ βοηθὸν κατ’ αὐτόν“ (Gen. 2, 18). διὰ τί τὸν ἄνθρωπον, ὦ προφῆτα, οὐκ ἔστι καλὸν εἶναι μόνον; ὅτι, φησί, καλόν ἐστι τὸν μόνον εἶναι μόνον· μόνος δὲ καὶ καθ’ αὑτὸν εἷς ὢν ὁ θεός, οὐδὲν δὲ ὅμοιον θεῷ· ὥστ’ ἐπεὶ τὸ μόνον εἶναι τὸν ὄντα καλόν ἐστι — καὶ γὰρ περὶ μόνον αὐτὸν τὸ καλόν —, οὐκ ἂν εἴη καλὸν τὸ εἶναι τὸν ἄνθρωπον μόνον.

2:2.2τὸ δὲ μόνον εἶναι τὸν θεὸν ἔστι μὲν ἐκδέξασθαι καὶ οὕτως, ὅτι οὔτε πρὸ γενέσεως ἦν τι σὺν τῷ θεῷ οὔτε κόσμου γενομένου συντάττεταί τι αὐτῷ· χρῄζει γὰρ οὐδενὸς τὸ παράπαν. ἀμείνων δὲ ἥδε ἡ ἐκδοχή· ὁ θεὸς μόνος ἐστὶ καὶ ἕν, οὐ σύγκριμα, φύσις ἁπλῆ, ἡμῶν δ’ ἕκαστος καὶ τῶν ἄλλων ὅσα γέγονε πολλά· οἷον ἐγὼ πολλά εἰμι, ψυχὴ σῶμα, καὶ ψυχῆς ἄλογον λογικόν, πάλιν σώματος θερμὸν ψυχρὸν βαρὺ κοῦφον ξηρὸν ὑγρόν· ὁ δὲ θεὸς οὐ σύγκριμα οὐδὲ ἐκ πολλῶν συνεστώς, ἀλλ’ ἀμιγὴς ἄλλῳ· ὃ γὰρ ἂν προσκριθῇ

2:2.3θεῷ, ἢ κρεῖσσόν ἐστιν αὐτοῦ ἢ ἔλασσον ἢ ἴσον αὐτῷ· οὔτε δὲ ἴσον οὔτε κρεῖσσόν ἐστι θεοῦ, ἔλασσόν γε μὴν οὐδὲν αὐτῷ προσκρίνεται· εἰ δὲ μή, καὶ αὐτὸς ἐλαττωθήσεται· εἰ δὲ τοῦτο, καὶ φθαρτὸς ἔσται, ὅπερ οὐδὲ θέμις νοῆσαι. τέτακται οὖν ὁ θεὸς κατὰ τὸ ἓν καὶ τὴν μονάδα, μᾶλλον δὲ ἡ μονὰς κατὰ τὸν ἕνα θεόν· πᾶς γὰρ ἀριθμὸς νεώτερος κόσμου, ὡς καὶ

2:2.4χρόνος, ὁ δὲ θεὸς πρεσβύτερος κόσμου καὶ δημιουργός. οὐδένα δὲ ἄνθρωπον καλόν ἐστιν εἶναι μόνον. δύο γὰρ ἀνθρώπων γένη, τό τε κατὰ τὴν εἰκόνα γεγονὸς καὶ τὸ πεπλασμένον ἐκ γῆς· οὔτε δὲ τῷ κατ’ εἰκόνα ἀνθρώπῳ καλόν ἐστιν εἶναι μόνῳ — ἐφίεται γὰρ τῆς εἰκόνος· ἡ γὰρ εἰκὼν τοῦ θεοῦ ἀρχέτυπος ἄλλων ἐστί· πᾶν δὲ μίμημα ποθεῖ τοῦτο, οὗπέρ ἐστι μίμημα, καὶ μετ’ ἐκείνου τάττεται — οὔτε τῷ πλαστῷ πολὺ μᾶλλον καλόν ἐστιν εἶναι μόνῳ, ἀλλὰ καὶ ἀδύνατον, καὶ γὰρ αἰσθήσεις καὶ πάθη καὶ κακίαι καὶ μυρία ἄλλα τούτῳ τῷ νῷ συνέζευκται καὶ συνήρμοσται.

2:2.5τῷ δὲ δευτέρῳ ἀνθρώπῳ βοηθὸς συνίσταται, πρῶτον μὲν γενητός, „ποιήσωμεν“ γάρ φησιν "αὐτῷ βοηθόν“, ἔπειτα δὲ νεώτερος τοῦ βοηθουμένου· πρότερον μὲν γὰρ ἔπλασε τὸν νοῦν, μέλλει δὲ πλάττειν τὸν βοηθὸν αὐτοῦ. ἀλλὰ καὶ ταῦτα φυσικῶς ἀλληγορεῖ· ἡ γὰρ αἴσθησις καὶ τὰ πάθη τῆς ψυχῆς εἰσι βοηθοὶ νεώτεροι τῆς ψυχῆς. πῶς μὲν οὖν βοηθοῦσιν, ὀψόμεθα· ὅτι δέ εἰσι νεώτεροι, θεασώμεθα.

2:2.6ὥσπερ κατὰ τοὺς ἀρίστους τῶν ἰατρῶν καὶ φυσικῶν δοκεῖ τοῦ ὅλου σώματος προπλάττεσθαι ἡ καρδία, θεμελίου τρόπον ἢ ὡς ἐν νηὶ τρόπις, ἐφ’ ᾗ οἰκοδομεῖται τὸ ἄλλο σῶμα — παρὸ καὶ μετὰ τὴν τελευτὴν ἔτι ἐμπηδᾶν φασιν αὐτὴν ὡς καὶ πρώτην γινομένην καὶ ὑστέραν φθειρομένην —, οὕτως καὶ τὸ ἡγεμονικὸν τῆς ψυχῆς πρεσβύτερον τῆς ὅλης εἶναι, τὸ δ’ ἄλογον νεώτερον, οὗ τὴν γένεσιν οὔπω μὲν δεδήλωκε, μέλλει δὲ ὑπογράφειν. τὸ δὲ ἄλογον αἴσθησίς ἐστι καὶ τὰ ταύτης ἔκγονα πάθη, καὶ μάλιστα εἰ μὴ κρίσεις εἰσὶν ἡμέτεραι. καὶ νεώτερος οὖν οὗτος ὁ βοηθὸς [θεοῦ] καὶ γενητὸς εἰκότως.

2:2.7τὸ δ’ ὑπερτεθὲν ἴδωμεν, πῶς βοηθεῖ. πῶς ἡμῶν ὁ νοῦς καταλαμβάνει, ὅτι τουτὶ λευκὸν ἢ μέλαν ἐστίν, εἰ μὴ βοηθῷ χρησάμενος ὁράσει; πῶς δὲ ὅτι ἡδεῖα ἡ τοῦ κιθαρῳδοῦ φωνὴ ἢ τοὐναντίον ἐκμελής, εἰ μὴ βοηθῷ χρησάμενος ἀκοῇ; πῶς δὲ ὅτι εὐώδεις ἢ δυσώδεις οἱ ἀτμοί, εἰ μὴ συμμάχῳ χρησάμενος ὀσφρήσει; πῶς δὲ δοκιμάζει τοὺς χυλούς, εἰ μὴ διὰ βοηθοῦ τῆς γεύσεως; πῶς δὲ αὖ τὰ μαλακὰ καὶ τραχέα, εἰ μὴ δι’ ἁφῆς;

2:2.8ἔστι τοίνυν ἕτερον εἶδος βοηθῶν, ὡς ἔφην, τὰ πάθη· καὶ γὰρ ἡδονὴ βοηθεῖ πρὸς διαμονὴν τοῦ γένους ἡμῶν καὶ ἐπιθυμία, καὶ λύπη μέντοι καὶ φόβος δάκνοντα τὴν ψυχὴν ἐπέστρεψεν αὐτὴν μηδενὸς ὀλιγωρεῖν, ὀργή τε ἀμυντήριον ὅπλον [ἣ] μεγάλα πολλοὺς ὠφέλησε, καὶ τἆλλα ταύτῃ. διὸ καὶ εὐθυβόλως εἶπε "κατ’ αὐτὸν εἶναι τὸν βοηθόν·“ τῷ γὰρ ὄντι οἰκεῖος οὗτος ὁ βοηθός ἐστι τῷ νῷ ὡς ἂν ἀδελφὸς καὶ ὅμαιμος· μιᾶς γάρ ἐστι ψυχῆς μέρη καὶ γεννήματα ἥ τε αἴσθησις καὶ τὰ πάθη.

2:2.9Τοῦ δὲ βοηθοῦ ἐστι διττὸν τὸ εἶδος, τὸ μὲν ἐν πάθεσι, τὸ δ’ ἐν αἰσθήσει. τό γε νῦν μόνον τὸ πρότερον εἶδος γεννήσει, λέγει γάρ· "καὶ ἔπλασεν ὁ θεὸς ἔτι ἐκ τῆς γῆς πάντα τὰ θηρία τοῦ ἀγροῦ καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδάμ, ἰδεῖν τί καλέσει αὐτά· καὶ πᾶν ὃ ἂν ἐκάλεσεν αὐτὸ Ἀδὰμ ψυχὴν ζῶσαν, τοῦτο ὄνομα αὐτοῦ“ (Gen. 2, 19). ὁρᾷς, τίνες εἰσὶν ἡμῶν οἱ βοηθοί, τὰ θηρία, τῆς ψυχῆς τὰ πάθη· εἰπὼν γὰρ "ποιήσωμεν βοηθὸν κατ’ αὐτόν“ ἐπιφέρει τὸ "ἔπλασε τὰ θηρία“, ὡς τῶν θηρίων ὄντων βοηθῶν ἡμῖν.

2:2.10οὐ κυρίως δὲ οὗτοι βοηθοὶ ἀλλὰ καταχρηστικῶς λέγονται, εὑρίσκονταί γέ τοι πρὸς ἀλήθειαν καὶ πολέμιοι, ὥσπερ καὶ τῶν πόλεων ἔστιν ὅτε οἱ σύμμαχοι προδόται καὶ αὐτόμολοι καὶ ἐν ταῖς φιλίαις οἱ κόλακες ἀντὶ ἑταίρων ἐχθροί. οὐρανὸν δὲ καὶ ἀγρὸν συνωνύμως κέκληκεν ἀλληγορῶν τὸν νοῦν· οὗτος γὰρ καὶ ὡς ἀγρὸς ἀνατολὰς καὶ βλάστας ἔχει μυρίας ὅσας καὶ ὡς οὐρανὸς πάλιν λαμπρὰς καὶ θείας καὶ εὐδαίμονας φύσεις.

2:2.11θηρίοις δὲ καὶ πτηνοῖς ἀπεικάζει τὰ πάθη, ὅτι σίνεται τὸν νοῦν ἀτίθασα καὶ ἀνήμερα ὄντα καὶ ὅτι πτηνῶν τρόπον ἐπιποτᾶται τῇ διανοίᾳ· ὀξεῖα γὰρ ἡ τούτων καὶ ἀνεπίσχετος ὁρμή. οὐ παρέργως δὲ πρόσκειται τῷ „ἔπλασε“ τὸ "ἔτι". διὰ τί; ὅτι καὶ ἐπάνω πεπλάσθαι τὰ θηρία φησὶ πρὸ τῆς ἀνθρώπου γενέσεως, ὡς καὶ δηλοῖ διὰ τούτων ἐν ἕκτῃ ἡμέρᾳ· „καὶ εἶπεν Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, τετράποδα καὶ ἑρπετὰ καὶ θηρία“ (Gen. 1,24).

2:2.12τί παθὼν οὖν ἄλλα πλάττει θηρία νῦν οὐκ ἀρκεσθεὶς τοῖς προτέροις; λεκτέον οὖν ἠθικῶς μὲν τοῦτο· πλούσιόν ἐστι τὸ κακίας γένος ἐν τῷ γενητῷ, ὥστε ἀεὶ γεννᾶσθαι τὰ φαυλότατα ἐν τούτῳ· φυσικῶς δὲ ἐκεῖνο· πρότερον μὲν ἐν τῇ ἑξαημέρῳ τὰ γένη τῶν παθῶν καὶ τὰς ἰδέας εἰργάζετο, νυνὶ δὲ τὰ εἴδη προσπλάττει·

2:2.13διό φησιν „ἔπλασεν ἔτι“. ὅτι δὲ τὰ πάλαι κατασκευασθέντα γένη ἦν, φανερὸν ἐξ ὧν φησιν „ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν“ οὐ κατ’ εἶδος, ἀλλὰ „κατὰ γένος.“ καὶ τοιοῦτος ἐν ἅπασιν εὑρίσκεται· πρὸ γὰρ τῶν εἰδῶν ἀποτελεῖ τὰ γένη, ὥσπερ καὶ ἐπὶ τοῦ ἀνθρώπου· προτυπώσας γὰρ τὸν γενικὸν ἄνθρωπον, ἐν ᾧ τὸ ἄρρεν καὶ τὸ θῆλυ γένος φησὶν εἶναι, ὕστερον τὸ εἶδος ἀπεργάζεται τὸν Ἀδάμ.

2:2.14τοῦτο μὲν οὖν τὸ εἶδος τῶν βοηθῶν εἴρηκε, τὸ δ’ ἕτερον ὑπερτίθεται τὸ τῆς αἰσθήσεως, ἔστ’ ἂν ἐπιχειρῇ πλάττειν τὴν γυναῖκα· ἐκεῖνο δ’ ὑπερθέμενος περὶ τῆς τῶν ὀνομάτων θέσεως τεχνολογεῖ. ἔστι δὲ καὶ ἡ τροπικὴ καὶ ἡ ῥητὴ ἀπόδοσις ἀξία τοῦ θαυμάζεσθαι· ἡ μὲν ῥητή, παρόσον τὴν θέσιν τῶν ὀνομάτων προσῆψε τῷ πρώτῳ γενομένῳ ὁ νομοθέτης.

2:2.15καὶ γὰρ οἱ παρ’ Ἕλλησι φιλοσοφοῦντες εἶπον εἶναι σοφοὺς τοὺς πρώτους τοῖς πράγμασι τὰ ὀνόματα θέντας· Μωυσῆς δὲ ἄμεινον, ὅτι πρῶτον μὲν οὔ τισι τῶν πρότερον, ἀλλὰ τῷ πρώτῳ γενομένῳ, ἵνα ὥσπερ αὐτὸς ἀρχὴ τοῖς ἄλλοις γενέσεως ἐπλάσθη, οὕτως καὶ αὐτὸς ἀρχὴ τοῦ διαλέγεσθαι νομισθῇ — μὴ γὰρ ὄντων ὀνομάτων, οὐδ’ ἂν διάλεκτος ἦν —, ἔπειτα ὅτι πολλῶν μὲν τιθέντων ὀνόματα διάφωνα καὶ ἄμικτα ἔμελλεν ἔσεσθαι, ἄλλων ἄλλως τιθέντων, ἑνὸς δὲ ὤφειλεν ἡ θέσις ἐφαρμόττειν τῷ πράγματι, καὶ τοῦτ’ εἶναι σύμβολον ἅπασι τὸ αὐτὸ τοῦ

2:2.16τυγχάνοντος ἢ τοῦ σημαινομένου. ὁ δὲ ἠθικὸς λόγος τοιοῦτός ἐστιν· τὸ „τί“ πολλάκις τίθεμεν ἀντὶ τοῦ „διὰ τί“, οἷον τί λέλουσαι, τί περιπατεῖς, τί διαλέγῃ, πάντα γὰρ ταῦτα ἀντὶ τοῦ „διὰ τί“. ὅταν οὖν λέγῃ „ἰδεῖν τί καλέσει", ἄκουε ἴσον τῷ, διὰ τί καλέσει καὶ προσκαλέσεται καὶ ἀσπάσεται τούτων ἕκαστον ὁ νοῦς· πότερον ἕνεκα τοῦ ἀναγκαίου μόνον, ὅτι κατέζευκται τὸ θνητὸν ἐξ ἀνάγκης πάθεσι καὶ κακίαις, ἢ καὶ ἕνεκα τοῦ ἀμέτρου καὶ περιττοῦ; καὶ πότερον διὰ τὰς τοῦ γηγενοῦς χρείας ἢ διὰ τὸ κρίνειν αὐτὰ βέλτιστα καὶ θαυμασιώτατα;

2:2.17οἷον ἡδονῇ χρῆσθαι δεῖ τὸ γεγονός· ἀλλ’ ὁ μὲν φαῦλος ὡς ἀγαθῷ τελείῳ χρήσεται, ὁ δὲ σπουδαῖος ὡς μόνον ἀναγκαίῳ· χωρὶς γὰρ ἡδονῆς οὐδὲν γίνεται τῶν ἐν τῷ θνητῷ γένει. πάλιν τὴν τῶν χρημάτων κτῆσιν ὁ μὲν φαῦλος τελειότατον ἀγαθὸν κρίνει, ὁ δὲ σπουδαῖος ἀναγκαῖον καὶ χρήσιμον αὐτὸ μόνον. εἰκότως οὖν ὁ θεὸς ἰδεῖν καὶ καταμαθεῖν βούλεται, πῶς ἕκαστον τούτων προσκαλεῖται καὶ ἀποδέχεται ὁ νοῦς, εἴτε ὡς ἀγαθὰ εἴτε ὡς ἀδιάφορα ἢ ὡς κακὰ μέν, χρειώδη δὲ ἄλλως.

2:2.18διὸ καὶ πᾶν ὃ ἂν προσεκαλέσατο καὶ ἠσπάσατο ὡς ψυχὴν ζῶσαν ἰσότιμον αὐτὸ ἡγησάμενος ψυχῇ, τοῦτο ὄνομα οὐ τοῦ κληθέντος ἐγίνετο μόνον, ἀλλὰ καὶ τοῦ καλέσαντος· οἷον, εἰ ἀπεδέξατο ἡδονήν, ἐκαλεῖτο ἡδονικός, εἰ ἐπιθυμίαν, ἐπιθυμητικός, εἰ ἀκολασίαν, ἀκόλαστος, εἰ δειλίαν, δειλός, καὶ οὕτως ἐπὶ τῶν ἄλλων· ὥσπερ γὰρ ἀπὸ τῶν ἀρετῶν ὁ κατ’ αὐτὰς ποιὸς καλεῖται φρόνιμος ἢ σώφρων ἢ δίκαιος ἢ ἀνδρεῖος, οὕτως ἀπὸ τῶν κακιῶν ἄδικος καὶ ἄφρων καὶ ἄνανδρος, ἐπειδὰν τὰς ἕξεις προσκαλέσηται καὶ δεξιώσηται.

2:2.19„Καὶ ἐπέβαλεν ὁ θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδάμ, καὶ ὕπνωσε· καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ“ καὶ τὰ ἑξῆς (Gen. 2, 21). τὸ ῥητὸν ἐπὶ τούτου μυθῶδές ἐστι· πῶς γὰρ ἂν παραδέξαιτό τις, ὅτι γέγονεν ἐκ πλευρᾶς ἀνδρὸς γυνὴ ἢ συνόλως ἄνθρωπος; τί δὲ ἐκώλυεν, ὥσπερ ἐκ γῆς ἄνδρα ἐδημιούργει τὸ αἴτιον, οὕτως καὶ γυναῖκα δημιουργῆσαι; ὅ τε γὰρ ποιῶν ὁ αὐτὸς ἦν ἥ τε ὕλη σχεδὸν ἄπειρος, ἐξ ἧς πᾶσα ποιότης κατεσκευάζετο.

2:2.20διὰ τί δὲ οὐκ ἐξ ἄλλου μέρους, τοσούτων ὑπαρχόντων, ἀλλ’ ἐκ πλευρᾶς ἐτύπου τὴν γυναῖκα; ποτέραν δὲ πλευρὰν ἔλαβεν — ἵνα καὶ δύο μόνας ἐμφαίνεσθαι φῶμεν, πρὸς γὰρ ἀλήθειαν οὐδὲ πλῆθος αὐτῶν ἐδήλωσεν —; ἆρά γε τὴν εὐώνυμον ἢ τὴν δεξιάν; εἴ γε μὴν ἀνεπλήρου σαρκὶ τὴν ἑτέραν, ἡ ἀπολειπομένη οὐκ ἦν σαρκίνη δήπου; καὶ μὴν ἀδελφαί γ’ εἰσὶ καὶ συγγενεῖς πᾶσι τοῖς μέρεσιν αἱ ἡμῶν πλευραὶ καὶ σαρκὸς γεγόνασι.

2:2.21τί οὖν λεκτέον; πλευρὰς ὁ βίος ὀνομάζει τὰς δυνάμεις· λέγομεν γὰρ πλευρὰς ἔχειν τὸν ἄνθρωπον ἴσον τῷ δυνάμεις, καὶ εὔπλευρον εἶναι τὸν ἀθλητὴν ἀντὶ τοῦ ἰσχυρόν, καὶ πλευρὰς ἔχειν τὸν κιθαρῳδὸν ἀντὶ τοῦ δύναμιν ἐρρωμένην ἐν τῷ ᾄδειν.

2:2.22τούτου προειρημένου κἀκεῖνο λεκτέον, ὅτι ὁ γυμνὸς καὶ ἀνένδετος σώματι νοῦς — περὶ γὰρ τοῦ μήπω ἐνδεδεμένου ἐστὶν ὁ λόγος — πολλὰς ἔχει δυνάμεις, ἑκτικὴν φυτικὴν ψυχικὴν λογικὴν διανοητικήν, ἄλλας μυρίας κατά τε εἴδη καὶ γένη. ἡ μὲν ἕξις κοινὴ καὶ τῶν ἀψύχων ἐστὶ λίθων καὶ ξύλων, ἧς μετέχει καὶ τὰ ἐν ἡμῖν ἐοικότα λίθοις ὀστέα. ἡ δὲ φύσις διατείνει καὶ ἐπὶ τὰ φυτά· καὶ ἐν ἡμῖν δέ ἐστιν ἐοικότα φυτοῖς, ὄνυχές τε καὶ τρίχες· ἔστι δὲ ἡ φύσις ἕξις ἤδη κινουμένη.

2:2.23ψυχὴ δέ ἐστι φύσις προσειληφυῖα φαντασίαν καὶ ὁρμήν· αὕτη κοινὴ καὶ τῶν ἀλόγων ἐστίν· ἔχει δὲ καὶ ὁ ἡμέτερος νοῦς ἀναλογοῦν τι ἀλόγου ψυχῇ. πάλιν ἡ διανοητικὴ δύναμις ἰδία τοῦ νοῦ ἐστι, καὶ ἡ λογικὴ κοινὴ μὲν τάχα καὶ τῶν θειοτέρων φύσεων, ἰδία δὲ ὡς ἐν θνητοῖς ἀνθρώπου· αὕτη δὲ διττή, ἡ μὲν καθ’ ἣν λογικοί ἐσμεν νοῦ μετέχοντες, ἡ δὲ καθ’ ἣν διαλεγόμεθα.

2:2.24ἔστιν οὖν καὶ ἄλλη δύναμις ἐν ψυχῇ τούτων ἀδελφή, ἡ αἰσθητική, περὶ ἧς ἐστιν ὁ λόγος· οὐδὲν γὰρ ἄλλο νῦν ὑπογράφει ἢ γένεσιν τῆς κατ’ ἐνέργειαν αἰσθήσεως· καὶ κατὰ λόγον· μετὰ γὰρ νοῦν εὐθὺς ἔδει δημιουργηθῆναι αἴσθησιν βοηθὸν αὐτῷ καὶ σύμμαχον. τελεσιουργήσας οὖν ἐκεῖνον τὸ δεύτερον καὶ τῇ τάξει καὶ τῇ δυνάμει πλάττει δημιούργημα, τὴν κατ’ ἐνέργειαν αἴσθησιν, πρὸς συμπλήρωσιν τῆς ὅλης ψυχῆς καὶ πρὸς τὴν τῶν ὑποκειμένων ἀντίληψιν. πῶς οὖν γεννᾶται;

2:2.25ὡς αὐτὸς πάλιν φησίν, ὅταν ὑπνώσῃ ὁ νοῦς· τῷ γὰρ ὄντι ὑπνώσαντος νοῦ γίνεται αἴσθησις, καὶ γὰρ ἔμπαλιν ἐγρηγορότος νοῦ σβέννυται· τεκμήριον δέ· ὅταν τι βουλώμεθα ἀκριβῶς νοῆσαι, εἰς ἐρημίαν ἀποδιδράσκομεν, καταμύομεν τὰς ὄψεις, τὰ ὦτα ἐπιφράττομεν, ἀποταττόμεθα ταῖς αἰσθήσεσιν. οὕτως μέν, ὅταν ἀναστῇ καὶ ἐγρηγόρσει χρῆται ὁ νοῦς, φθείρεται αἴσθησις.

2:2.26ἴδωμεν δὲ καὶ θάτερον, πῶς ὕπνῳ χρῆται ὁ νοῦς. περιαναστάσης καὶ ζωπυρηθείσης αἰσθήσεως, ὅταν ἡ ὄψις γραφέων ἢ πλαστῶν ἔργα εὖ δεδημιουργημένα καθορᾷ, οὐχ ὁ νοῦς ἄπρακτός ἐστι νοητὸν ἐπινοῶν οὐδέν; τί δ’ ὅταν ἡ ἀκοὴ προσέχῃ φωνῆς ἐμμελείᾳ, δύναται ὁ νοῦς λογίζεσθαί τι τῶν οἰκείων; οὐδαμῶς. καὶ μὴν πολὺ πλέον ἄπρακτος γίνεται, ὅταν ἡ γεῦσις ἐξαναστᾶσα λάβρως ἐμπιπλῆται τῶν γαστρὸς ἡδονῶν.

2:2.27διὸ καὶ Μωυσῆς φοβηθείς, μή ποτε ὁ νοῦς μὴ μόνον κοιμηθῇ, ἀλλὰ καὶ τελείως ἀποθάνῃ, φησὶν ἐν ἑτέροις· „καὶ πάσσαλος ἔσται σοι ἐπὶ τῆς ζώνης σου· καὶ ἔσται, ὅταν διακαθιζάνῃς, ὀρύξεις ἐν αὐτῷ καὶ ἐπαγαγὼν καλύψεις τὴν ἀσχημοσύνην σου“ (Deut. 23, 13), πάσσαλον συμβολικῶς φάσκων τὸν ἐξορύσσοντα λόγον τὰ κεκρυμμένα τῶν πραγμάτων.

2:2.28κελεύει δ’ αὐτὸν φορεῖν ἐπὶ τοῦ πάθους, ὃ ἀνεζῶσθαι χρὴ καὶ μὴ ἐᾶν κεχαλάσθαι καὶ ἀνεῖσθαι· τοῦτο δὲ πρακτέον, ὅταν ὁ νοῦς τοῦ τόνου τῶν νοητῶν ἀποστὰς ὑφιῆται πρὸς τὰ πάθη καὶ διακαθιζάνῃ ἐνδιδοὺς καὶ ἀγόμενος ὑπὸ τῆς σωματικῆς ἀνάγκης.

2:2.29καὶ οὕτως ἔχει· ὅταν ἐν ταῖς ἁβροδιαίτοις συνουσίαις ἐπιλάθηται ὁ νοῦς ἑαυτοῦ κρατηθεὶς τοῖς ἐπὶ τὰς ἡδονὰς ἄγουσι, δεδουλώμεθα καὶ ἀκατακαλύπτῳ τῇ ἀκαθαρσίᾳ χρώμεθα· ἐὰν δὲ ὁ λόγος ἰσχύσῃ ἀνακαθᾶραι τὸ πάθος, οὔτε πίνοντες μεθυσκόμεθα οὔτε ἐσθίοντες ἐξυβρίζομεν διὰ κόρον, ἀλλὰ δίχα τοῦ ληρεῖν νηφάλια σιτούμεθα.

2:2.30οὐκοῦν ἥ τε τῶν αἰσθήσεων ἐγρήγορσις ὕπνος ἐστὶ τοῦ νοῦ ἥ τε τοῦ νοῦ ἐγρήγορσις ἀπραξία τῶν αἰσθήσεων, καθάπερ καὶ ἡλίου ἀνατείλαντος μὲν ἀφανεῖς αἱ τῶν ἄλλων ἀστέρων λάμψεις, καταδύντος δὲ ἔκδηλοι· ἡλίου δὴ τρόπον ὁ νοῦς ἐγρηγορὼς μὲν ἐπισκιάζει ταῖς αἰσθήσεσι, κοιμηθεὶς δὲ αὐτὰς ἐξέλαμψε.

2:2.31τούτων εἰρημένων ἐφαρμοστέον τὰς λέξεις. „ἐπέβαλε“ φησίν „ὁ θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδάμ, καὶ ὕπνωσεν“ (Gen. 2, 21)· ὀρθῶς· ἡ γὰρ ἔκστασις καὶ τροπὴ τοῦ νοῦ ὕπνος ἐστὶν αὐτοῦ· ἐξίσταται δέ, ὅταν μὴ πραγματεύηται τὰ ἐπιβάλλοντα αὐτῷ νοητά· ὅτε δ’ οὐκ ἐνεργεῖ ταῦτα, κοιμᾶται. εὖ δὲ τὸ φάναι ὅτι ἐξίσταται, τοῦτο δ’ ἐστὶ τρέπεται, οὐ παρ’ ἑαυτόν, ἀλλὰ παρὰ τὸν ἐπιβάλλοντα καὶ ἐπιφέροντα καὶ ἐπιπέμποντα τὴν τροπὴν θεόν.

2:2.32καὶ γὰρ οὕτως ἔχει· εἰ γοῦν παρ’ ἐμὲ ἦν τὸ τρέπεσθαι, ὁπότε ἐβουλόμην, ἂν ἐχρώμην αὐτῷ, καὶ ὁπότε μὴ ἐπροῃρούμην, ἄτρεπτος διετέλουν· νυνὶ δὲ καὶ ἀντιφιλονεικεῖ μοι ἡ τροπή, καὶ πολλάκις βουλόμενος καθῆκόν τι νοῆσαι ἐπαντλοῦμαι ταῖς παρὰ τὸ καθῆκον ἐπιρροίαις, καὶ ἔμπαλιν ἔννοιάν τινος λαμβάνων αἰσχροῦ ποτίμοις ἐννοίαις ἀπερρυψάμην ἐκεῖνο, θεοῦ τῇ ἑαυτοῦ χάριτι γλυκὺ νᾶμα ἀντὶ ἁλμυροῦ ἐπεισχέαντος τῇ ψυχῇ.

2:2.33πᾶν μὲν οὖν τὸ γενητὸν ἀναγκαῖον τρέπεσθαι, ἴδιον γάρ ἐστι τοῦτο αὐτοῦ, ὥσπερ θεοῦ τὸ ἄτρεπτον εἶναι· ἀλλ’ οἱ μὲν τραπέντες κατέμειναν ἄχρι παντελοῦς φθορᾶς, οἱ δ’ ὅσον μόνον παθεῖν τὸ θνητόν, οὗτοι δ’ εὐθὺς ἀνεσώθησαν.

2:2.34διὸ καὶ Μωυσῆς φησιν ὅτι „οὐκ ἐάσει τὸν ὀλοθρεύοντα εἰσελθεῖν εἰς τὰς οἰκίας ὑμῶν πατάξαι“ (Exod. 12, 23)· ἐᾷ μὲν γὰρ τὸν ὀλοθρεύοντα — ὄλεθρος δὲ ψυχῆς ἐστιν ἡ τροπή — εἰσελθεῖν εἰς τὴν ψυχήν, ἵνα τὸ ἴδιον ἐνδείξηται τοῦ γενητοῦ· οὐκ ἀφήσει δὲ ὁ θεὸς τὸν τοῦ ὁρῶντος ἔγγονον Ἰσραὴλ οὕτως τραπῆναι, ὥστε πληγῆναι ὑπὸ τῆς τροπῆς, ἀλλὰ ἀναδραμεῖν καὶ ἀνακῦψαι ὥσπερ ἐκ βυθοῦ καὶ ἀνασωθῆναι βιάσεται.

2:2.35„ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ“ (Gen. 2, 21). τῶν πολλῶν τοῦ νοῦ δυνάμεων μίαν ἔλαβε τὴν αἰσθητικήν. τὸ δὲ „ἔλαβεν“ οὐκ ἀντὶ τοῦ ἀφεῖλεν ἀκουστέον, ἀλλ’ ἀντὶ τοῦ κατηρίθμησεν, ἐξήτασεν, ὡς ἐν ἑτέροις „λάβε τὸ κεφάλαιον τῶν σκύλων τῆς αἰχμαλωσίας“ (Num. 31, 26).

2:2.36τί οὖν ἐστιν ὃ βούλεται παραστῆσαι; διχῶς αἴσθησις λέγεται, ἡ μὲν καθ’ ἕξιν, ἥτις καὶ κοιμωμένων ἡμῶν ἐστιν, ἡ δὲ κατ’ ἐνέργειαν. τῆς μὲν οὖν προτέρας τῆς καθ’ ἕξιν ὄφελος οὐδέν, οὐδὲ γὰρ αὐτῇ τῶν ὑποκειμένων ἀντιλαμβανόμεθα, τῆς δὲ δευτέρας τῆς κατ’ ἐνέργειαν, διὰ γὰρ ταύτης ποιούμεθα τὰς τῶν αἰσθητῶν ἀντιλήψεις.

2:2.37γεννήσας οὖν τὴν προτέραν τὴν καθ’ ἕξιν αἴσθησιν, ὅτε καὶ τὸν νοῦν ἐγέννα — σὺν γὰρ πολλαῖς δυνάμεσιν ἠρεμούσαις αὐτὸν κατεσκεύαζε —, νῦν βούλεται τὴν κατ’ ἐνέργειαν ἀποτελέσαι· ἀποτελεῖται δὲ ἡ κατ’ ἐνέργειαν, ὅταν ἡ καθ’ ἕξιν κινηθεῖσα ταθῇ μέχρι τῆς σαρκὸς καὶ τῶν αἰσθητικῶν ἀγγείων· ὥσπερ γὰρ φύσις ἀποτελεῖται κινηθέντος σπέρματος, οὕτως καὶ ἐνέργεια κινηθείσης ἕξεως.

2:2.38„ἀνεπλήρου δὲ σάρκα ἀντ’ αὐτῆς“ (Gen. 2, 21), τουτέστι συνεπλήρου τὴν καθ’ ἕξιν αἴσθησιν ἄγων εἰς ἐνέργειαν καὶ τείνων αὐτὴν ἄχρι σαρκὸς καὶ τῆς ὅλης ἐπιφανείας. διὸ καὶ ἐπιφέρει ὅτι „ᾠκοδόμησεν εἰς γυναῖκα“ (Gen. 2, 22), διὰ τούτου παριστὰς ὅτι οἰκειότατον καὶ εὐθυβολώτατόν ἐστιν ὄνομα αἰσθήσεως γυνή· ὥσπερ γὰρ ὁ μὲν ἀνὴρ ἐν τῷ δρᾶσαι θεωρεῖται, ἐν δὲ τῷ πάσχειν ἡ γυνή, οὕτως ἐν μὲν τῷ δρᾶν ὁ νοῦς, ἐν δὲ τῷ πάσχειν γυναικὸς τρόπον ἡ αἴσθησις ἐξετάζεται.

2:2.39μαθεῖν δὲ ἐκ τῆς ἐναργείας ῥᾴδιον· ἡ ὄψις πάσχει ὑπὸ τῶν κινούντων αὐτὴν ὁρατῶν, τοῦ λευκοῦ, τοῦ μέλανος, τῶν ἄλλων, ἡ ἀκοὴ πάλιν ὑπὸ τῶν φωνῶν καὶ ἡ γεῦσις ὑπὸ τῶν χυλῶν διατίθεται, ὑπὸ τῶν ἀτμῶν ἡ ὄσφρησις, ὑπὸ τοῦ τραχέος καὶ μαλακοῦ ἡ ἁφή· καὶ ἠρεμοῦσί γε αἱ αἰσθήσεις ἅπασαι, μέχρις ἂν προσέλθῃ ἑκάστῃ τὸ κινῆσον ἔξωθεν.

2:2.40„Καὶ ἤγαγεν αὐτὴν πρὸς τὸν Ἀδάμ· καὶ εἶπεν Ἀδάμ Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου“ (Gen. 2, 22. 23). τὴν κατ’ ἐνέργειαν αἴσθησιν ἄγει ὁ θεὸς πρὸς τὸν νοῦν, εἰδὼς ὅτι ἀνακάμπτειν δεῖ τὴν κίνησιν αὐτῆς καὶ ἀντίληψιν ἐπὶ νοῦν. ὁ δὲ θεασάμενος ἣν πρότερον εἶχε δύναμιν καὶ καθ’ ἕξιν ἠρεμοῦσαν νῦν ἀποτέλεσμα καὶ ἐνέργειαν γεγενημένην καὶ κινουμένην, θαυμάζει τε καὶ ἀναφθέγγεται φάσκων ὅτι οὐκ ἔστιν ἀλλοτρία αὑτοῦ, ἀλλὰ σφόδρα οἰκεία· "τοῦτο"

2:2.41γάρ φησιν „ἐστὶν ὀστοῦν ἐκ τῶν ἐμῶν ὀστῶν“ τουτέστι δύναμις ἐκ τῶν ἐμῶν δυνάμεων — ἐπὶ γὰρ δυνάμεως καὶ ἰσχύος νῦν παρείληπται τὸ ὀστέον — καὶ πάθος ἐκ τῶν ἐμῶν παθῶν· „καὶ σὰρξ“ φησίν „ἐκ τῆς σαρκός μου“· πάντα γὰρ ὅσα πάσχει ἡ αἴσθησις, οὐκ ἄνευ νοῦ ὑπομένει, πηγὴ γὰρ οὗτός ἐστιν αὐτῇ

2:2.42καὶ θεμέλιος ᾧ ἐπερείδεται. ἄξιον δὲ σκέψασθαι, διὰ τί τὸ "νῦν" προσετέθη· „τοῦτο“ γάρ φησι „νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου.“ ἡ αἴσθησις φύσει νῦν ἐστι κατὰ τὸν ἐνεστῶτα χρόνον ὑφισταμένη μόνον. ὁ μὲν γὰρ νοῦς τῶν τριῶν ἐφάπτεται χρόνων, καὶ γὰρ τὰ παρόντα νοεῖ καὶ τῶν παρεληλυθότων μέμνηται καὶ τὰ μέλλοντα προσδοκᾷ·

2:2.43ἡ δὲ αἴσθησις οὔτε μελλόντων ἀντιλαμβάνεται οὐδ’ ἀνάλογόν τι πάσχει προσδοκίᾳ ἢ ἐλπίδι οὔτε παρεληλυθότων μέμνηται, ἀλλ’ ὑπὸ τοῦ ἤδη κινοῦντος καὶ παρόντος μόνου πάσχειν πέφυκεν, οἷον ὀφθαλμὸς λευκαίνεται νῦν ὑπὸ τοῦ παρόντος λευκοῦ, ὑπὸ δὲ τοῦ μὴ παρόντος οὐδὲν πάσχει. ὁ δὲ νοῦς καὶ ἐπὶ τῷ μὴ παρόντι κινεῖται, παρεληλυθότι μὲν κατὰ μνήμην, μέλλοντι δὲ ἐπελπίζων καὶ προσδοκῶν.

2:2.44„ταύτῃ καὶ κληθήσεται γυνή“ (Gen. 2, 23), ἀντὶ τοῦ, διὰ τοῦτο ἡ αἴσθησις γυνὴ προσρηθήσεται, „ὅτι ἐκ τοῦ ἀνδρὸς“ τοῦ κινοῦντος αὐτὴν „λαμβάνεται αὕτη„ φησί. διὰ τί οὖν τὸ „αὕτη“ πρόσκειται; ὅτι ἐστὶν ἑτέρα αἴσθησις, οὐκ ἐκ τοῦ νοῦ λαμβανομένη, ἀλλὰ σὺν αὐτῷ γεγενημένη· δύο γάρ, ὡς εἶπον ἤδη, εἰσὶν αἰσθήσεις, ἡ μὲν καθ’ ἕξιν, ἡ δὲ κατ’ ἐνέργειαν·

2:2.45ἡ μὲν οὖν καθ’ ἕξιν οὐκ ἐκ τοῦ ἀνδρός, τουτέστι τοῦ νοῦ, λαμβάνεται, ἀλλὰ σὺν αὐτῷ φύεται· ὁ γὰρ νοῦς, καθάπερ ἐδήλωσα, ὅτε ἐγεννᾶτο, σὺν πολλαῖς δυνάμεσι καὶ ἕξεσιν ἐγεννᾶτο, λογικῇ ψυχικῇ φυτικῇ, ὥστε καὶ αἰσθητικῇ· ἡ δὲ κατ’ ἐνέργειαν ἐκ τοῦ νοῦ· ἐκ γὰρ τῆς ἐν νῷ καθ’ ἕξιν οὔσης αἰσθήσεως ἐτάθη, ἵνα γένηται κατ’ ἐνέργειαν, ὥστε ἐξ αὐτοῦ τοῦ νοῦ γεγενῆσθαι τὴν δευτέραν καὶ κατὰ κίνησιν.

2:2.46μάταιος δὲ ὁ νομίζων πρὸς τὸν ἀληθῆ λόγον ἐκ τοῦ νοῦ τι συνόλως γεννᾶσθαι ἢ ἐξ ἑαυτοῦ. οὐχ ὁρᾷς ὅτι καὶ τῇ ἐπὶ τῶν εἰδώλων καθεζομένῃ αἰσθήσει τῇ Ῥαχὴλ νομιζούσῃ ἐκ τοῦ νοῦ τὰ κινήματα εἶναι ἐπιπλήττει ὁ βλέπων; ἡ μὲν γάρ φησι· „δός μοι τέκνα, εἰ δὲ μή, τελευτήσω ἐγώ“ (Gen. 30, 1)· ὁ δὲ ἀποκρίνεται ὅτι, ὦ ψευδοδοξοῦσα, οὐκ ἔστιν ὁ νοῦς αἴτιον οὐδενός, ἀλλ’ ὁ πρὸ τοῦ νοῦ θεός· διὸ καὶ ἐπιφέρει· „μὴ ἀντὶ θεοῦ ἐγώ εἰμι, ὃς ἐστέρησέ σε καρπὸν κοιλίας“ (ibid. 2);

2:2.47ὅτι δὲ ὁ γεννῶν ὁ θεός ἐστι, μαρτυρήσει ἐπὶ τῆς Λείας, ὅταν φῇ· „ἰδὼν δὲ κύριος ὅτι μισεῖται Λεία, ἤνοιξε τὴν μήτραν αὐτῆς, Ῥαχὴλ δὲ ἦν στεῖρα" (Gen. 29, 31). ἀνδρὸς δὲ ἴδιον τὸ μήτραν ἀνοιγνύναι. φύσει δὲ μισεῖται παρὰ τῷ θνητῷ γένει ἡ ἀρετή, διὸ καὶ ὁ θεὸς αὐτὴν τετίμηκε καὶ παρέχει τὰ πρωτοτόκια τῇ μισουμένῃ.

2:2.48λέγει δ’ ἐν ἑτέροις· „ἐὰν δὲ γένωνται ἀνθρώπῳ δύο γυναῖκες, μία αὐτῶν ἠγαπημένη καὶ μία αὐτῶν μισουμένη, καὶ τέκωσιν αὐτῷ καὶ γένηται υἱὸς πρωτότοκος τῆς μισουμένης,... οὐ δυνήσεται πρωτοτοκεῦσαι τῷ υἱῷ τῆς ἠγαπημένης, ὑπεριδὼν τὸν υἱὸν τῆς μισουμένης τὸν πρωτότοκον“ (Deut. 21, 15. 16)· πρώτιστα γάρ ἐστι καὶ τελειότατα τὰ τῆς μισουμένης | ἀρετῆς γεννήματα, τὰ δὲ τῆς ἀγαπωμένης ἡδονῆς ἔσχατα.

2:2.49„Ἕνεκα τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν“ (Gen. 2, 24). ἕνεκα τῆς αἰσθήσεως ὁ νοῦς, ὅταν αὐτῇ δουλωθῇ, καταλείπει καὶ τὸν πατέρα τῶν ὅλων θεὸν καὶ τὴν μητέρα τῶν συμπάντων, τὴν ἀρετὴν καὶ σοφίαν τοῦ θεοῦ, καὶ προσκολλᾶται καὶ ἑνοῦται τῇ αἰσθήσει καὶ ἀναλύεται εἰς αἴσθησιν, ἵνα γένωνται μία σὰρξ καὶ ἓν πάθος οἱ δύο.

2:2.50παρατήρει δ’ ὅτι οὐχ ἡ γυνὴ κολλᾶται τῷ ἀνδρί, ἀλλ’ ἔμπαλιν ὁ ἀνὴρ τῇ γυναικί, ὁ νοῦς τῇ αἰσθήσει· ὅταν γὰρ τὸ κρεῖττον ὁ νοῦς ἑνωθῇ τῷ χείρονι τῇ αἰσθήσει, ἀναλύεται εἰς τὸ χεῖρον τὸ σαρκὸς γένος, τὴν παθῶν αἰτίαν αἴσθησιν· ὅταν δὲ τὸ χεῖρον ἡ αἴσθησις ἀκολουθήσῃ τῷ κρείττονι τῷ νῷ, οὐκέτι ἔσται σάρξ, ἀλλὰ ἀμφότερα νοῦς. οὗτος μὲν δὴ τοιοῦτος, τὸ φιλοπαθὲς προκρίνων τοῦ φιλοθέου.

2:2.51ἔστι δέ τις ἕτερος τοὐναντίον ᾑρημένος ὁ Λευὶ ὁ „λέγων τῷ πατρὶ καὶ τῇ μητρί Οὐχ ἑώρακά σε, καὶ τοὺς ἀδελφοὺς οὐκ ἐπέγνω, καὶ τοὺς υἱοὺς ἀπέγνω“ (Deut. 33, 9)· πατέρα καὶ μητέρα οὗτος [τε], τὸν νοῦν καὶ τὴν τοῦ σώματος ὕλην, καταλείπει ὑπὲρ τοῦ κλῆρον ἔχειν τὸν ἕνα θεόν, „κύριος γὰρ αὐτὸς κλῆρος αὐτῷ“ (Deut. 10, 9).

2:2.52γίνεται δὴ τοῦ μὲν φιλοπαθοῦς κλῆρος τὸ πάθος, τοῦ δὲ φιλοθέου τοῦ Λευὶ κλῆρος ὁ θεός. οὐχ ὁρᾷς ὅτι καὶ τῇ δεκάτῃ τοῦ ἑβδόμου μηνὸς κελεύει δύο τράγους [κλῆρον] προσάγειν, „κλῆρον ἕνα τῷ κυρίῳ καὶ κλῆρον ἕνα τῷ ἀποπομπαίῳ“ (Lev. 16, 8); τοῦ γὰρ φιλοπαθοῦς ἐστι κλῆρος ὄντως τὸ ἀποπόμπιμον πάθος.

2:2.53„Καὶ ἦσαν οἱ δύο γυμνοί, ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ, καὶ οὐκ ᾐσχύνοντο. Ὁ δὲ ὄφις ἦν φρονιμώτατος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, ὧν ἐποίησε κύριος ὁ θεός“ (Gen. 2, 25. 3,1). γυμνός ἐστιν ὁ νοῦς ὁ μήτε κακίᾳ μήτε ἀρετῇ ἀμπεχόμενος, ἀλλ’ ἑκατέρου γεγυμνωμένος ὄντως, οἷον ἡ τοῦ νηπίου παιδὸς ψυχὴ ἀμέτοχος οὖσα ἑκατέρου, ἀγαθοῦ τε καὶ κακοῦ, ἀπημφίασται τὰ καλύμματα καὶ γεγύμνωται· ταῦτα γάρ ἐστιν ἐσθήματα ψυχῆς, οἷς σκεπάζεται καὶ συγκρύπτεται, τῆς μὲν σπουδαίας τὸ ἀγαθόν, τῆς δὲ φαύλης τὸ κακόν.

2:2.54τριχῶς δὲ [καὶ] ψυχὴ γυμνοῦται· ἅπαξ μὲν ὅτε ἄτρεπτος διατελεῖ καὶ πασῶν μὲν ἠρήμωται κακιῶν, πάντα δὲ τὰ πάθη ἀπημφίασται καὶ ἀποβέβληκε. διὰ τοῦτο καὶ „Μωυσῆς ἔξω τῆς παρεμβολῆς πήγνυσι τὴν ἑαυτοῦ σκηνήν, μακρὰν ἀπὸ τῆς παρεμβολῆς, καὶ ἐκλήθη σκηνὴ μαρτυρίου“ (Exod. 33, 7)· τοῦτο δ’ ἐστὶ τοιοῦτον·

2:2.55ἡ φιλόθεος ψυχὴ ἐκδῦσα τὸ σῶμα καὶ τὰ τούτῳ φίλα καὶ μακρὰν ἔξω φυγοῦσα ἀπὸ τούτων πῆξιν καὶ βεβαίωσιν καὶ ἵδρυσιν ἐν τοῖς τελείοις ἀρετῆς δόγμασι λαμβάνει· διὸ καὶ μαρτυρεῖται ὑπὸ θεοῦ, ὅτι καλῶν ἐρᾷ, „ἐκλήθη γὰρ σκηνὴ μαρτυρίου“ φησί· καὶ τὸν καλοῦντα παρεσιώπησεν, ἵνα συγκινηθεῖσα ἡ ψυχὴ σκέψηται, τίς ὁ μαρτυρῶν ταῖς φιλαρέτοις διανοίαις ἐστί.

2:2.56τούτου χάριν ὁ ἀρχιερεὺς εἰς τὰ ἅγια τῶν ἁγίων οὐκ εἰσελεύσεται ἐν τῷ ποδήρει (cf. Lev. 16, 1 ss.), ἀλλὰ τὸν τῆς δόξης καὶ φαντασίας ψυχῆς χιτῶνα ἀποδυσάμενος καὶ καταλιπὼν τοῖς τὰ ἐκτὸς ἀγαπῶσι καὶ δόξαν πρὸ ἀληθείας τετιμηκόσι γυμνὸς ἄνευ χρωμάτων καὶ ἤχων εἰσελεύσεται σπεῖσαι τὸ ψυχικὸν αἷμα καὶ θυμιᾶσαι ὅλον τὸν νοῦν τῷ σωτῆρι καὶ εὐεργέτῃ θεῷ.

2:2.57καὶ μὲν δὴ Ναδὰβ καὶ Ἀβιοὺδ (cf. Lev. 10, 1) οἱ ἐγγίσαντες θεῷ καὶ τὸν μὲν θνητὸν βίον καταλιπόντες, τοῦ δ’ ἀθανάτου μεταλαχόντες, γυμνοὶ θεωροῦνται τῆς κενῆς καὶ θνητῆς δόξης· οὐ γὰρ ἂν ἐν τοῖς χιτῶσιν αὐτοὺς οἱ κομίζοντες ἔφερον (Lev. 10, 5), εἰ μὴ γεγύμνωντο πάντα δεσμὸν πάθους καὶ σωματικῆς ἀνάγκης διαρρήξαντες, ἵνα μὴ ἡ γύμνωσις αὐτῶν καὶ ἀσωματότης ἀθέων ἐπεισόδῳ λογισμῶν κιβδηλευθῇ· οὐ γὰρ πᾶσιν ἐπιτρεπτέον τὰ θεοῦ καθορᾶν ἀπόρρητα, ἀλλὰ μόνοις τοῖς δυναμένοις αὐτὰ περιστέλλειν καὶ φυλάττειν.

2:2.58διὸ καὶ οἱ περὶ τὸν Μισαδαὶ οὐχὶ τοῖς ἰδίοις χιτῶσιν αἴρουσιν, ἀλλὰ τοῖς τῶν ἐκπυρωθέντων καὶ ἀναληφθέντων Ναδὰβ καὶ Ἀβιούδ· ἀποδυσάμενοι γὰρ τὰ ἐπικαλύπτοντα πάντα τὴν μὲν γύμνωσιν τῷ θεῷ προσήνεγκαν, τοὺς δὲ χιτῶνας τοῖς περὶ Μισαδαὶ κατέλιπον· χιτῶνες δ’ εἰσὶ τὰ μέρη τοῦ ἀλόγου, ἃ τὸ λογικὸν ἐπεσκίαζε.

2:2.59καὶ Ἀβραὰμ γυμνοῦται, ὅταν ἀκούσῃ· "ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου“ (Gen. 12, 1). καὶ ὁ Ἰσαὰκ οὐ γυμνοῦται μέν, ἀεὶ δὲ γυμνός ἐστι καὶ ἀσώματος· πρόσταγμα γὰρ αὐτῷ δέδοται, μὴ καταβῆναι εἰς Αἴγυπτον (Gen. 26, 2), τουτέστι τὸ σῶμα. καὶ Ἰακὼβ γυμνότητος ἐρᾷ ψυχικῆς — ἡ γὰρ λειότης αὐτοῦ γύμνωσίς ἐστιν —· ἦν γὰρ Ἠσαῦ ἀνὴρ δασύς, Ἰακὼβ δέ, φησίν, ἀνὴρ λεῖος (Gen. 27,11), παρὸ καὶ τῆς Λείας

2:2.60ἀνήρ ἐστι. μία μὲν ἀρίστη γύμνωσίς ἐστιν αὕτη, ἡ δ’ ἑτέρα ἐστὶν ἐναντία, ἀρετῆς ἀφαίρεσις ἐκ τροπῆς γινομένη, ὅταν ληραίνῃ καὶ παρανοῇ ἡ ψυχή. ταύτῃ χρῆται ὁ Νῶε γυμνούμενος, ὅταν πίῃ τοῦ οἴνου· χάρις δὲ τῷ θεῷ, ὅτι ἡ τροπὴ καὶ ἡ γύμνωσις τοῦ νοῦ κατ’ ἀρετῆς ἀφαίρεσιν οὐκ ἄχρι τῶν ἐκτὸς ἐχύθη, ἀλλ’ ἔμεινεν ἐν τῷ οἴκῳ· φησὶ γὰρ ὅτι „ἐγυμνώθη ἐν τῷ οἴκῳ αὐτοῦ“ (Gen. 9, 21)· κἂν γὰρ ἁμάρτῃ ὁ σοφός, οὐχ οὕτως ἐξώκειλεν ὡς ὁ φαῦλος, τοῦ μὲν γὰρ κέχυται ἡ κακία, τοῦ δὲ συνέσταλται· διὸ καὶ ἀνανήφει, τοῦτο δ’ ἐστὶ μετανοεῖ καὶ ὥσπερ ἐκ νόσου ἀναλαμβάνει.

2:2.61ἀκριβέστερον δὲ τὸ ἐν τῷ οἴκῳ γίνεσθαι τὴν γύμνωσιν θεασώμεθα· ἐπειδὰν ἡ ψυχὴ τραπεῖσα μόνον ἐννοηθῇ τι τῶν ἀτόπων καὶ μὴ ἐπεξέλθῃ, ὥστε αὐτὸ ἔργῳ τελειῶσαι, ἐν τῷ τῆς ψυχῆς χωρίῳ καὶ οἴκῳ γέγονε τὸ ἁμάρτημα· ἐὰν δὲ πρὸς τῷ μοχθηρόν τι λογίσασθαι καὶ ἐπανύσηται, ὥστε ἐργάσασθαι, κέχυται καὶ εἰς τὰ ἐκτὸς τὸ ἀδίκημα. παρὸ καὶ τῷ Χαναὰν καταρᾶται,

2:2.62ὅτι τὴν τῆς ψυχῆς τροπὴν ἔξω ἀπήγγειλε, τουτέστι καὶ εἰς τὰ ἐκτὸς ἔτεινε καὶ ἐπεξειργάσατο προσθεὶς τῷ κακῷ βουλήματι κακὸν τὸ διὰ τῶν ἔργων ἀποτέλεσμα· Σὴμ δὲ καὶ Ἰάφεθ ἐπαινοῦνται μὴ ἐπιθέμενοι τῇ ψυχῇ, ἀλλὰ τὴν τροπὴν αὐτῆς περικαλύψαντες.

2:2.63διὰ τοῦτο καὶ αἱ εὐχαὶ καὶ οἱ ὁρισμοὶ τῆς ψυχῆς ἐπιλύονται, ὅταν ἐν οἴκῳ γένωνται πατρὸς ἢ ἀνδρός (Num. 30, 4 ss.), μὴ ἡσυχαζόντων τῶν λογισμῶν μηδὲ ἐπιτιθεμένων τῇ τροπῇ, ἀλλὰ περιαιρούντων τὸ ἁμάρτημα· τότε γὰρ καὶ ὁ δεσπότης ἁπάντων „καθαριεῖ αὐτήν“. εὐχὴν δὲ χήρας καὶ ἐκβεβλημένης ἀναφαίρετον ἐᾷ· „ὅσα γὰρ ἂν εὔξηται“ φησί „κατὰ τῆς ψυχῆς αὐτῆς, μένει αὐτῇ“ (Num. 30, 10)· κατὰ λόγον· εἰ γὰρ ἄχρι τῶν ἐκτὸς ἐκβληθεῖσα προελήλυθεν, ὡς μὴ τρέπεσθαι μόνον ἀλλὰ καὶ διὰ τῶν ἀποτελεσμάτων ἁμαρτάνειν, ἀθεράπευτος μένει ἀνδρείου τε λόγου μὴ μετασχοῦσα καὶ τῆς τοῦ πατρὸς παρηγορίας στερηθεῖσα.

2:2.64τρίτη γύμνωσίς ἐστιν ἡ μέση, καθ’ ἣν ὁ νοῦς ἄλογός ἐστι μήτε ἀρετῆς πω μήτε κακίας μετέχων. περὶ ταύτης ἐστὶν ὁ λόγος, ἧς καὶ ὁ νήπιος κοινωνεῖ, ὥστε τὸ λεγόμενον „ἦσαν οἱ δύο γυμνοί, ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ“ τοιοῦτον εἶναι· οὔτε ὁ νοῦς ἐνόει οὔτε ἡ αἴσθησις ᾐσθάνετο, ἀλλ’ ἦν ὁ μὲν τοῦ νοεῖν ἔρημός τε καὶ γυμνός, ἡ δὲ τοῦ αἰσθάνεσθαι.

2:2.65τὸ δὲ „οὐκ ᾐσχύνοντο“ πάλιν ἴδωμεν. τρία κατὰ τὸν τόπον ἐστίν· ἀναισχυντία, αἰδώς, τὸ μήτε ἀναισχυντεῖν μήτε αἰδεῖσθαι· ἀναισχυντία μὲν οὖν ἴδιον φαύλου, αἰδὼς δὲ σπουδαίου, τὸ δὲ μήτε αἰδεῖσθαι μήτε ἀναισχυντεῖν τοῦ ἀκαταλήπτως ἔχοντος καὶ ἀσυγκαταθέτως, περὶ οὗ νῦν ἐστιν ὁ λόγος· ὁ γὰρ μηδέπω κατάληψιν ἀγαθοῦ ἢ κακοῦ λαβὼν οὔτε ἀναισχυντεῖν οὔτε αἰδεῖσθαι δύναται.

2:2.66τῆς μὲν οὖν ἀναισχυντίας παραδείγματα αἱ ἀσχημοσύναι πᾶσαι, ὅταν ὁ νοῦς ἀποκαλύπτῃ τὰ αἰσχρά, συσκιάζειν δέον, ἐπαυχῶν καὶ σεμνυνόμενος ἐπ’ αὐτοῖς. λέγεται καὶ ἐπὶ τῆς Μαριάμ, ὅτε κατελάλει Μωυσῆ· „εἰ ὁ πατὴρ αὐτῆς πτύων ἐνέπτυσεν εἰς τὸ πρόσωπον αὐτῆς, οὐκ ἐντραπήσεται ἑπτὰ ἡμέρας“ (Num. 12, 14);

2:2.67ὄντως γὰρ ἀναίσχυντος καὶ θρασεῖα ἡ αἴσθησις, ἣ ἐξουθενηθεῖσα ὑπὸ τοῦ θεοῦ τοῦ πατρὸς παρὰ τὸν πιστὸν ἐν ὅλῳ τῷ οἴκῳ (ibid. 7), ᾧ τὴν Αἰθιόπισσαν, τὴν ἀμετάβλητον καὶ κατακορῆ γνώμην, αὐτὸς ὁ θεὸς ἡρμόσατο, τολμᾷ καταλαλεῖν Μωυσῆ καὶ κατηγορεῖν, ἐφ’ ᾧ ὤφειλεν ἐπαινεῖσθαι (ibid. 1)· τοῦτο γάρ ἐστιν ἐγκώμιον αὐτοῦ μέγιστον, ὅτι τὴν Αἰθιόπισσαν ἔλαβε, τὴν ἄτρεπτον καὶ πεπυρωμένην καὶ δόκιμον φύσιν· ὥσπερ γὰρ ἐν ὀφθαλμῷ τὸ βλέπον μέλαν ἐστίν, οὕτως τὸ ὁρατικὸν τῆς ψυχῆς Αἰθιόπισσα κέκληται.

2:2.68διὰ τί οὖν, πολλῶν ὄντων κακίας ἔργων, ἑνὸς μόνου μέμνηται τοῦ κατὰ τὸ αἰσχρὸν εἰπὼν „οὐκ ᾐσχύνοντο“, ἀλλ’ οὐκ οὐκ ἠδίκουν ἢ οὐχ ἡμάρτανον ἢ οὐκ ἐπλημμέλουν; παράκειται δὲ ἡ αἰτία. μὰ τὸν ἀληθῆ μόνον θεὸν οὐδὲν οὕτως αἰσχρὸν ἡγοῦμαι ὡς τὸ ὑπολαμβάνειν ὅτι νοῶ ἢ ὅτι αἰσθάνομαι. ὁ ἐμὸς νοῦς αἴτιος τοῦ νοεῖν; πόθεν;

2:2.69ἑαυτὸν γὰρ οἶδεν, ὅστις ὢν τυγχάνει ἢ πῶς ἐγένετο; ἡ δὲ αἴσθησις αἰτία τοῦ αἰσθάνεσθαι; πῶς ἂν λέγοιτο, μήθ’ ὑφ’ αὑτῆς μήτε ὑπὸ τοῦ νοῦ γνωριζομένη; οὐχ ὁρᾷς ὅτι ὁ δοκῶν νοεῖν νοῦς εὑρίσκεται πολλάκις ἄνους, ἐν τοῖς κόροις, ἐν ταῖς μέθαις, ἐν ταῖς παραφροσύναις; ποῦ δὴ τὸ νοεῖν ἐπ’ αὐτῶν; ἡ δὲ αἴσθησις οὐ πολλάκις ἀφαιρεῖται τὸ αἰσθάνεσθαι; ὁρῶντες ἔστιν ὅτε οὐχ ὁρῶμεν καὶ ἀκούοντες οὐκ ἀκούομεν, ἐπειδὰν ὁ νοῦς μικρὸν ὅσον ἑτέρῳ νοητῷ προσενεχθῇ παρενθυμούμενος.

2:2.70ἕως οὖν γυμνοί εἰσιν, ὁ μὲν νοῦς τοῦ νοεῖν, ἡ δὲ αἴσθησις τοῦ αἰσθάνεσθαι, οὐδὲν ἔχουσιν αἰσχρόν· ἐπειδὰν δὲ ἄρξωνται καταλαμβάνειν, ἐν αἰσχύνῃ καὶ ὕβρει γίνονται, εὑρεθήσονται γὰρ εὐηθείᾳ καὶ μωρίᾳ πολλάκις χρώμενοι μᾶλλον ἢ ὑγιαινούσῃ ἐπιστήμῃ, οὐ μόνον ἐν κόροις καὶ μελαγχολίαις καὶ παραφροσύναις ἀλλὰ καὶ ἐν τῷ ἄλλῳ βίῳ· ὅτε μὲν γὰρ ἡ αἴσθησις κρατεῖ, ὁ νοῦς ἠνδραπόδισται μηδενὶ προσέχων νοητῷ, ὅτε δὲ ὁ νοῦς κρατεῖ, ἡ αἴσθησις ἄπρακτος θεωρεῖται μηδενὸς ἀντίληψιν ἴσχουσα αἰσθητοῦ.

2:2.71„Ὁ δὲ ὄφις ἦν φρονιμώτατος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, ὧν ἐποίησε κύριος ὁ θεός“ (Gen. 3, 1). δυεῖν προγεγονότων νοῦ καὶ αἰσθήσεως καὶ τούτων γυμνῶν κατὰ τὸν δεδηλωμένον τρόπον ὑπαρχόντων, ἀνάγκη τρίτην ἡδονὴν συναγωγὸν ἀμφοῖν ὑπάρξαι πρὸς τὴν τῶν νοητῶν καὶ αἰσθητῶν ἀντίληψιν· οὔτε γὰρ ὁ νοῦς δίχα αἰσθήσεως ἠδύνατο καταλαβεῖν ζῷον ἢ φυτὸν ἢ λίθον ἢ ξύλον ἢ συνόλως σῶμα οὔτε ἡ αἴσθησις δίχα τοῦ νοῦ περιποιῆσαι τὸ αἰσθάνεσθαι.

2:2.72ἐπειδὴ τοίνυν ἄμφω ταῦτα συνελθεῖν ἔδει πρὸς κατάληψιν τῶν ὑποκειμένων, τίς αὐτὰ συνήγαγεν ὅτι μὴ δεσμὸς τρίτος ἔρωτος καὶ ἐπιθυμίας, ἀρχούσης καὶ δυναστευούσης ἡδονῆς, ἣν συμβολικῶς ὄφιν ὠνόμασε;

2:2.73πάνυ καλῶς ὁ ζῳοπλάστης θεὸς ἐδημιούργησε τὴν τάξιν· νοῦν πρῶτον τὸν ἄνδρα, πρεσβύτατον γὰρ ἐν ἀνθρώπῳ, εἶτα αἴσθησιν τὴν γυναῖκα, εἶτα ἑξῆς τρίτον ἡδονήν. δυνάμει δέ εἰσιν αὐτῶν αἱ ἡλικίαι διάφοροι νοούμεναι μόνον, χρόνῳ δὲ ἰσήλικες· ἅμα γὰρ ἑαυτῇ ψυχὴ πάντα ἐπιφέρεται, ἀλλὰ τὰ μὲν ἐντελεχείᾳ, τὰ δὲ τῷ δύνασθαι γενέσθαι, εἰ καὶ μήπω προσείληφε τὸ τέλος.

2:2.74εἰκάσθη δὲ ὄφει ἡδονὴ διὰ τόδε· πολύπλοκος γὰρ καὶ ποικίλη ὥσπερ τοῦ ὄφεως ἡ κίνησις, οὕτως καὶ ἡδονῆς· πενταχῆ γέ τοι πρῶτον εἱλεῖται, καὶ γὰρ δι’ ὁράσεως ἡδοναὶ συνίστανται καὶ δι’ ἀκοῆς καὶ διὰ γεύσεως καὶ διὰ ὀσφρήσεως καὶ δι’ ἁφῆς· γίνονται δὲ αἱ σφοδρόταται καὶ σύντονοι αἱ περὶ τὰς γυναῖκας ὁμιλίαι, δι’ ὧν γένεσις ἡ τοῦ ὁμοίου πέφυκεν ἀποτελεῖσθαι.

2:2.75καὶ μὴν οὐ διὰ τοῦτο μόνον ποικίλην φαμὲν τὴν ἡδονήν, ὅτι περὶ πάντα τὰ τοῦ ἀλόγου τῆς ψυχῆς εἱλεῖται, ἀλλ’ ὅτι καὶ περὶ ἕκαστον μέρος πολύπλοκός ἐστιν· εὐθέως δι’ ὁράσεως ἡδοναὶ γίνονται ποικίλαι, γραφικὴ πᾶσα, πλαστική, τἆλλα ὅσα κατὰ τέχνας τεχνικὰ δημιουργήματα τέρπει τὴν ὅρασιν· πάλιν φυτῶν βλαστανόντων ἀνθούντων καρποτοκούντων διαφοραί, ζῴων εὐμορφίαι πολυσχιδεῖς· ὁμοίως τὴν ἀκοὴν αὐλὸς ἡδύνει, κιθάρα, πᾶσα ὀργάνων ἰδέα, ζῴων ἀλόγων ἐμμελεῖς φωναί, χελιδόνων, ἀηδόνων, τῶν ἄλλων ὅσα φύσις μεμούσωκε, λογικῶν εὐφωνία, κιθαρῳδῶν κωμῳδίαν τραγῳδίαν τὴν ἄλλην ὑποκριτικὴν ἐπιδεικνυμένων.

2:2.76τί δὲ δεῖ περὶ τῶν γαστρὸς ἡδονῶν διδάσκειν; σχεδὸν γὰρ ὅσαι τῶν ὑποκειμένων χυλῶν προσηνῶν διαφοραὶ καὶ τὴν αἴσθησιν κινούντων, τοσαῦται καὶ τῆς ἡδονῆς. ἆρ’ οὖν οὐ δεόντως ποικίλον οὖσα ἡδονὴ ποικίλῳ ζῴῳ ὄφει παρεβλήθη; διὰ τοῦτο καὶ τὸ λαῶδες καὶ ὄχλον ἔχον ἐν ἡμῖν μέρος,

2:2.77ὅτε τῶν ἐν Αἰγύπτῳ, τουτέστι τῷ σωματικῷ ὄγκῳ, οἰκιῶν ἐφίεται, ἡδοναῖς περιπίπτει θάνατον ἐπαγούσαις, οὐ χωρισμὸν ψυχῆς ἀπὸ σώματος, ἀλλὰ ψυχῆς ὑπὸ κακίας φθοράν· φησὶ γάρ· „καὶ ἀπέστειλε κύριος εἰς τὸν λαὸν τοὺς ὄφεις τοὺς θανατοῦντας. καὶ ἔδακνον τὸν λαόν, καὶ ἀπέθνῃσκε λαὸς πολὺς τῶν υἱῶν Ἰσραήλ“ (Num. 21, 6)· ὄντως γὰρ οὐδὲν οὕτως θάνατον ἐπάγει ψυχῇ, ὡς ἀμετρία τῶν ἡδονῶν.

2:2.78τὸ δὲ ἀποθνῇσκον οὐ τὸ ἄρχον ἐστὶν ἐν ἡμῖν, ἀλλὰ τὸ ἀρχόμενον τὸ λαῶδες, καὶ μέχρι τούτου θάνατον ἐνδέξεται, μέχρις ἂν μετανοίᾳ χρησάμενον ὁμολογήσῃ τὴν τροπήν· προσελθόντες γὰρ ἔλεγον Μωυσῇ „ὅτι ἡμαρτήκαμεν, ὅτι κατελαλήσαμεν κατὰ κυρίου καὶ κατὰ σοῦ· εὖξαι οὖν πρὸς κύριον, καὶ ἀφελέτω ἀφ’ ἡμῶν τοὺς ὄφεις“ (ibid. 7). εὖ τὸ φάναι, οὐχ ὅτι κατελαλήσαμεν, ἡμάρτομεν, ἀλλ’ „ὅτι ἡμάρτομεν, κατελαλήσαμεν“· ὅταν γὰρ ἁμάρτῃ καὶ ἀπαρτηθῇ ὁ νοῦς ἀρετῆς, αἰτιᾶται τὰ θεῖα τὴν ἰδίαν τροπὴν

2:2.79προσάπτων θεῷ. πῶς οὖν γίνεται ἴασις τοῦ πάθους; ὅταν ἕτερος ὄφις κατασκευασθῇ τῷ τῆς Εὔας ἐναντίος, ὁ σωφροσύνης λόγος· ἡδονῇ γὰρ ἐναντίον σωφροσύνη, ποικίλῳ πάθει ποικίλη ἀρετὴ καὶ ἀμυνομένη πολεμίαν ἡδονήν. τὸν κατὰ σωφροσύνην οὖν ὄφιν κελεύει ὁ θεὸς Μωυσεῖ κατασκευάσασθαι καί φησι· „ποίησον σεαυτῷ ὄφιν καὶ θὲς αὐτὸν ἐπὶ σημείου“ (ibid. 8). ὁρᾷς ὅτι οὐκ ἄλλῳ τινὶ κατασκευάζεται τοῦτον ὁ Μωυσῆς τὸν ὄφιν ἢ ἑαυτῷ, προστάττει γὰρ ὁ θεός „ποίησον σεαυτῷ,“ ἵνα γνῷς, ὅτι οὐ παντός ἐστι κτῆμα σωφροσύνη, ἀλλὰ μόνου τοῦ θεοφιλοῦς.

2:2.80σκεπτέον δέ, διὰ τί Μωυσῆς χαλκοῦν ὄφιν κατασκευάζεται, οὐ προσταχθὲν αὐτῷ περὶ ποιότητος. μήποτ’ οὖν διὰ τάδε· πρῶτον μὲν ἄυλοί εἰσιν αἱ θεοῦ χάριτες [ἰδέαι αὗται] καὶ ἄποιοι, αἱ δὲ τῶν θνητῶν σὺν ὕλῃ θεωροῦνται· δεύτερον δὲ Μωυσῆς μὲν ἀσωμάτων ἐρᾷ ἀρετῶν, αἱ δ’ ἡμέτεραι ψυχαὶ οὐ δυνάμεναι ἐκδῦναι τὰ σώματα σωματικῆς ἐφίενται ἀρετῆς.

2:2.81δυνατῇ δὲ καὶ στερεᾷ οὐσίᾳ τῇ χαλκοῦ ἀπείκασται ὁ κατὰ σωφροσύνην λόγος εὔτονος καὶ ἀδιάκοπος ὤν, ἴσως δὲ καὶ παρόσον ἡ μὲν ἐν τῷ θεοφιλεῖ σωφροσύνη τιμιωτάτη ἐστὶ καὶ χρυσῷ ἐοικυῖα, δευτερεύουσα δὲ ἡ ἐν τῷ κατὰ προκοπὴν σοφίαν ἀναλαβόντι. ὃν ἂν οὖν „δάκῃ ὄφις, πᾶς ὁ ἰδὼν αὐτὸν ζήσεται“ (ibid.)· πάνυ ἀληθῶς· ἐὰν γὰρ ὁ νοῦς δηχθεὶς ἡδονῇ, τῷ τῆς Εὔας ὄφει, ἰσχύσῃ κατιδεῖν ψυχικῶς τὸ σωφροσύνης κάλλος, τὸν Μωυσέως ὄφιν, καὶ διὰ τούτου τὸν θεὸν αὐτόν, ζήσεται· μόνον ἰδέτω καὶ κατανοησάτω.

2:2.82οὐχ ὁρᾷς ὅτι καὶ ἡ ἄρχουσα σοφία Σάρρα φησίν· „ὃς γὰρ ἂν ἀκούσῃ, συγχαρεῖταί μοι“ (Gen. 21,6); ἀλλὰ φέρε τινὰ ἰσχῦσαι ἀκοῦσαι, ὅτι τέτοκεν ἡ ἀρετὴ τὴν εὐδαιμονίαν Ἰσαάκ, καὶ εὐθὺς συγχαρητικὸν ὕμνον ὑμνήσει. ὡς οὖν τοῦ ἀκούσαντός ἐστι τὸ συγχαίρειν, οὕτως τοῦ σωφροσύνην καὶ θεὸν ἰδόντος εἱλικρινῶς τὸ μὴ ἀποθνῄσκειν.

2:2.83πολλαὶ δὲ καρτερίας καὶ σωφροσύνης ἐρασθεῖσαι ψυχαὶ καὶ ἐρημωθεῖσαι παθῶν ὅμως κράτος ὑπέμειναν θεοῦ καὶ τροπὴν τὴν πρὸς τὸ χεῖρον ἐδέξαντο, διασυνιστάντος αὑτόν τε καὶ τὴν γένεσιν τοῦ δεσπότου, ἑαυτὸν μέν, ὅτι ἀκλινὴς ἕστηκεν ἀεί, τὴν δὲ γένεσιν, ὅτι ταλαντεύει καὶ πρὸς τἀναντία ἀντιρρέπει· φησὶ γάρ·

2:2.84„τοῦ ἀγαγόντος σε διὰ τῆς ἐρήμου τῆς μεγάλης καὶ τῆς φοβερᾶς ἐκείνης, οὗ ὄφις δάκνων καὶ σκορπίος καὶ δίψα, οὗ οὐκ ἦν ὕδωρ, τοῦ ἐξαγαγόντος σοι ἐκ πέτρας ἀκροτόμου πηγὴν ὕδατος, τοῦ ψωμίσαντός σε τὸ μάννα ἐν τῇ ἐρήμῳ, ὃ οὐκ ᾔδεισαν οἱ πατέρες σου“ (Deut. 8, 15. 16). ὁρᾷς ὅτι οὐ μόνον τῶν ἐν Αἰγύπτῳ παθῶν ἐφιεμένη ἡ ψυχὴ περιπίπτει τοῖς ὄφεσιν, ἀλλὰ καὶ ὅτε ἐστὶν ἐν ἐρήμῳ δάκνεται ὑφ’ ἡδονῆς, τοῦ ποικίλου καὶ ὀφιώδους πάθους· οἰκειότατον δὲ ὄνομα εἴληχε τὸ ἡδονῆς ἔργον, δηγμὸς γὰρ καλεῖται.

2:2.85ἀλλ’ οὐ μόνον οἱ ἐν ἐρήμῳ δάκνονται ὑφ’ ἡδονῆς, ἀλλὰ καὶ οἱ ἐσκορπισμένοι· καὶ γὰρ ἐγὼ πολλάκις καταλιπὼν μὲν ἀνθρώπους συγγενεῖς καὶ φίλους καὶ πατρίδα καὶ εἰς ἐρημίαν ἐλθών, ἵνα τι τῶν θέας ἀξίων κατανοήσω, οὐδὲν ὤνησα, ἀλλὰ σκορπισθεὶς ὁ νοῦς ἢ πάθει δηχθεὶς ἀνεχώρησεν εἰς τἀναντία· ἔστι δὲ ὅτε καὶ ἐν πλήθει μυριάνδρῳ ἠρεμῶ τὴν διάνοιαν, τὸν ψυχικὸν ὄχλον σκεδάσαντος θεοῦ καὶ διδάξαντός με, ὅτι οὐ τόπων διαφοραὶ τό τε εὖ καὶ χεῖρον ἐργάζονται, ἀλλ’ ὁ κινῶν θεὸς καὶ ἄγων ᾗ ἂν προαιρῆται τὸ τῆς ψυχῆς ὄχημα.

2:2.86πλὴν περιπίπτει σκορπίῳ, ὅπερ ἐστὶ σκορπισμῷ, ἐν τῇ ἐρήμῳ, καὶ δίψα καταλαμβάνει ἡ τῶν παθῶν, μέχρις ἂν ὁ θεὸς τῆς ἀκροτόμου σοφίας ἑαυτοῦ τὸ νᾶμα ἐπιπέμψῃ καὶ ποτίσῃ τὴν τραπεῖσαν ψυχὴν ἀμεταβλήτῳ ὑγείᾳ· ἡ γὰρ ἀκρότομος πέτρα ἡ σοφία τοῦ θεοῦ ἐστιν, ἣν ἄκραν καὶ πρωτίστην ἔτεμεν ἀπὸ τῶν ἑαυτοῦ δυνάμεων, ἐξ ἧς ποτίζει τὰς φιλοθέους ψυχάς· ποτισθεῖσαι δὲ καὶ τοῦ μάννα ἐμπίπλανται τοῦ γενικωτάτου — καλεῖται γὰρ τὸ μάννα "τί", ὃ πάντων ἐστὶ γένος —, τὸ δὲ γενικώτατόν ἐστιν ὁ θεός, καὶ δεύτερος ὁ θεοῦ λόγος, τὰ δ’ ἄλλα λόγῳ μόνον ὑπάρχει, ἔργοις δὲ ἔστιν οὗ ἴσα τῷ οὐχ ὑπάρχοντι.

2:2.87ἴδε νῦν διαφορὰν τοῦ ἐν ἐρήμῳ τρεπομένου καὶ τοῦ ἐν Αἰγύπτῳ· ὁ μὲν γὰρ τοῖς θανατοῦσιν ὄφεσι χρῆται, τουτέστιν ἀπλήστοις ἡδοναῖς θάνατον ἐπιφερούσαις, ὁ δ’ ἀσκητὴς δάκνεται μόνον ὑφ’ ἡδονῆς καὶ σκορπίζεται, οὐ θανατοῦται· κἀκεῖνος μὲν σωφροσύνῃ, χαλκῷ ὄφει, θεραπεύεται γενομένῃ ὑπὸ τοῦ σοφοῦ Μωυσέως, οὗτος δὲ ὑπὸ τοῦ θεοῦ ποτίζεται κάλλιστον ποτὸν σοφίαν ἐκ τῆς πηγῆς, ἣν αὐτὸς ἐξήγαγεν ἀπὸ τῆς ἑαυτοῦ σοφίας.

2:2.88οὐδὲ τοῦ θεοφιλεστάτου Μωυσέως ἀπέχεται ἡ ὀφιώδης ἡδονή, λέγεται δὲ ὧδε· „ἐὰν οὖν μὴ πιστεύσωσί μοι μηδὲ εἰσακούσωσι τῆς φωνῆς μου — ἐροῦσι γάρ, οὐκ ὦπταί σοι ὁ θεός —, τί ἐρῶ πρὸς αὐτούς; καὶ εἶπε κύριος Μωυσεῖ· τί τοῦτ’ ἐστὶ τὸ ἐν τῇ χειρί σου; ὁ δὲ εἶπε· ῥάβδος. καὶ εἶπε· ῥῖψον αὐτὴν ἐπὶ τὴν γῆν. καὶ ἔρριψεν αὐτὴν ἐπὶ τὴν γῆν, καὶ ἐγένετο ὄφις, καὶ ἔφυγε Μωυσῆς ἀπ’ αὐτοῦ. καὶ εἶπε κύριος Μωυσεῖ· ἔκτεινον τὴν χεῖρα καὶ ἐπιλαβοῦ τῆς κέρκου. ἐκτείνας οὖν τὴν χεῖρα ἐπελάβετο τῆς κέρκου, καὶ ἐγένετο ῥάβδος ἐν τῇ χειρὶ αὐτοῦ· ἵνα πιστεύσωσί σοι“ (Exod. 4, 1 ss.).

2:2.89πῶς ἄν τις πιστεύσαι θεῷ; ἐὰν μάθῃ, ὅτι πάντα τὰ ἄλλα τρέπεται, μόνος δὲ αὐτὸς ἄτρεπτός ἐστι. πυνθάνεται οὖν ὁ θεὸς τοῦ σοφοῦ, τί ἐστιν ἐν τῷ πρακτικῷ τῆς ψυχῆς αὐτοῦ βίῳ· ἡ γὰρ χεὶρ σύμβολον πράξεως· ὁ δ’ ἀποκρίνεται, ὅτι παιδεία, ἣν ῥάβδον καλεῖ. διὸ καὶ ὁ πτερνιστὴς τῶν παθῶν Ἰακώβ φησιν· "ἐν γὰρ τῇ ῥάβδῳ μου διέβην τὸν Ἰορδάνην τοῦτον“ (Gen. 32, 10)· Ἰορδάνης δὲ κατάβασις ἑρμηνεύεται· τῆς δὲ κάτω καὶ γηίνης καὶ φθαρτῆς φύσεώς ἐστι τὰ κατὰ κακίαν καὶ πάθος· διαβαίνει δὲ ταῦτα ὁ ἀσκητὴς νοῦς ἐν παιδείᾳ· ταπεινὸν γὰρ τὸ ἐκδέχεσθαι, ὅτι βακτηρίαν ἔχων ποταμὸν διέβαινε.

2:2.90καλῶς οὖν καὶ ὁ θεοφιλὴς Μωυσῆς ἀποκρίνεται· ὄντως γὰρ αἱ πράξεις τοῦ σπουδαίου παιδείᾳ ὡς ἂν ῥάβδῳ ἐπερείδονται, τὸν κλόνον καὶ σάλον τῆς ψυχῆς ἱδρυόμεναι. αὕτη ἡ ῥάβδος ἀπορριφθεῖσα γίνεται ὄφις· εἰκότως· ἐὰν γὰρ ἡ ψυχὴ ἀπορρίψῃ τὴν παιδείαν, γέγονε φιλήδονος ἀντὶ φιλαρέτου. διὸ καὶ Μωυσῆς φεύγει ἀπ’ αὐτοῦ· ἀπὸ γὰρ τοῦ πάθους καὶ τῆς ἡδονῆς ἀποδιδράσκει ὁ φιλάρετος.

2:2.91ἀλλά τοί γε ὁ θεὸς τὴν φυγὴν οὐκ ἐπαινεῖ· σοὶ μὲν γάρ, ὦ διάνοια, μήπω τελειωθείσῃ φυγὴν καὶ δρασμὸν τῶν παθῶν ἁρμόζει μελετᾶν, Μωυσεῖ δὲ τῷ τελείῳ παραμένειν τῷ πρὸς αὐτὰ πολέμῳ καὶ ἀντιστατεῖν αὐτοῖς καὶ διαμάχεσθαι· εἰ δὲ μή, ἀδείας καὶ ἐξουσίας λαβόμενα μέχρι τῆς ψυχικῆς ἀκροπόλεως ἀναβάντα πᾶσαν ἐκπολιορκήσει καὶ λεηλατήσει τυράννου τρόπον τὴν ψυχήν.

2:2.92διὸ καὶ προστάττει ὁ θεὸς „λαβέσθαι τῆς κέρκου", τουτέστι τὸ ἀντίδικον τῆς ἡδονῆς καὶ ἀτίθασον αὐτῆς μὴ φοβείτω σε, ἀλλὰ τούτου μάλιστα λαβοῦ καὶ κατάσχες καὶ περικράτησον· ἔσται γὰρ πάλιν ἀντὶ ὄφεως ῥάβδος, τουτέστιν ἀντὶ ἡδονῆς γενήσεται ἐν τῇ χειρὶ παιδεία.