Skip to content

Side by side · Article 1. The Father

Two to four editions side by side: scroll one and the others keep to the same place. Rows are aligned by the library's correspondence data; the same place is not the same text.

Editions

The first edition leads: chapters, the numbering of a reference and the order of rows follow it.

Correspondence: By shared unit refs

How it is aligned: The editions number their units the same way (shared refs); a coarser unit joins the finer ones it contains (Pl.Cri.43 covers 43a–43e).

Rows are aligned by the library's correspondence data; the same place is not the same text.

Swipe sideways to change the edition; the place is kept.

Nicene Creed 325 (Greek)leadAncient Greek

Open in the reader

Article 1. The FatherΠιστεύομεν εἰς ἕνα ΘΕΟΝ ΠΑΤΕΡΑ παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητὴν.

2:Article 2. The SonΚαὶ εἰς ἕνα κύριον ἸΗΣΟΥΝ ΧΡΙΣΤΟΝ, τὸν υἱὸν τοῦ θεοῦ, γεννηθέντα ἐκ τοῦ πατρὸς μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ πατρός, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρί· δἰ οὗ τὰ πάντα ἐγένετο, τὰ τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς· τὸν δἰ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα καὶ σαρκωθέντα καὶ ἐνανθρωπήσαντα, παθόντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀνελθόντα εἰς τοὺς οὐρανούς, καὶ ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς.

3:Article 3. The Holy SpiritΚαὶ εἰς τὸ ἍΓΙΟΝ ΠΝΕΥΜΑ.

4:AnathemaΤοὺς δὲ λέγοντας, ὅτι ἦν ποτε ὅτε οὐκ ἦν, καὶ πρὶν γεννηθῆναι οὐκ ἦν, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι, [ἢ κτιστόν,] τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ, [τούτους] ἀναθεματίζει ἡ καθολικὴ [καὶ ἀποστολικὴ] ἐκκλησία.