Сравнить рядом · Chapter 1
Два–четыре издания рядом: листаете одно — остальные держатся того же места. Строки сопоставлены по данным соответствия библиотеки; совпадение места не означает одинакового текста.
Соответствие: По общим ссылкам единиц
Как сопоставлено: Издания нумеруют единицы одинаково (общие ссылки); более крупная единица объединяет вложенные в неё (Pl.Cri.43 охватывает 43a–43e).
Строки сопоставлены по данным соответствия библиотеки; совпадение места не означает одинакового текста.
Клавиши: ↑/↓ — соседнее место, ←/→ — соседняя глава.
Проведите вбок, чтобы сменить издание; место сохранится.
Второе послание Климента (греч.)ведущеедревнегреческий
Открыть в читалке1.1Ἀδελφοί, οὕτως δεῖ ἡμᾶς φρονεῖν περὶ Ἰησοῦ Χριστοῦ, ὡς περὶ θεοῦ, ὡς περὶ κριτοῦ ζώντων καὶ νεκρῶν: καὶ οὐ δεῖ ἡμᾶς μικρὰ φρονεῖν περὶ τῆς σωτηρίας ἡμῶν.
1.2ἐν τῷ γὰρ φρονεῖν ἡμᾶς μικρὰ περὶ αὐτοῦ, μικρὰ καὶ ἐλπίζομεν λαβεῖν: καὶ οἱ ἀκούοντες ὡς περὶ μικρῶν ἁμαρτάνουσιν, καὶ ἡμεῖς ἁμαρτάνομεν οὐκ εἰδότες, πόθεν ἐκλήθημεν καὶ ὑπὸ τίνος καὶ εἰς ὃν τόπον, καὶ ὅσα ὑπέμεινεν Ἰησοῦς Χριστὸς παθεῖν ἕνεκα ἡμῶν.
1.3τίνα οὖν ἡμεῖς αὐτῷ δώσομεν ἀντιμισθίαν, ἢ τίνα καρπὸν ἄξιον οὖ ἡμῖν αὐτὸς ἔδωκεν; πόσα δὲ αὐτῷ ὀφείλομεν ὅσια;
1.4τὸ φῶς γὰρ ἡμῖν ἐχαρίσατο, ὡς πατὴρ υἱοὺς ἡμᾶς προσηγόρευσεν, ἀπολλυμένους ἡμᾶς ἔσωσεν.
1.5ποῖον οὖν αἶνον αὐτῷ δώσομεν ἡ μισθὸν ἀντιμισθίας ὦν ἐλάβομεν;
1.6πηροὶ ὄντες τῇ διανοίᾳ, προσκυνοῦντες λίθους καὶ ξύλα καὶ χρυσὸν καὶ ἄργυρον καὶ χαλκόν, ἔργα ἀνθρώπων: καὶ ὁ βίος ἡμῶν ὅλος ἄλλο οὐδὲν ἦν εἰ μὴ θάνατος. ἀμαύρωσιν οὖν περικείμενοι καὶ τοιαύτης ἀχλύος γέμοντες ἐν τῇ ὁράσει, ἀνεβλέψαμεν ἀποθέμενοι ἐκεῖνο ὃ περικείμεθα νέφος τῇ αὐτοῦ θελήσει.
1.7ἠλέησεν γὰρ ἡμᾶς καὶ σπλαγχνισθεὶς ἔσωσεν, θεασάμενος ἐν ἡμῖν πολλὴν πλάνην καὶ ἀπώλειαν, καὶ μηδεμίαν ἐλπίδα ἔχοντας σωτηρίας, εἰ μὴ τὴν παῤ αὐτοῦ.
1.8ἐκάλεσεν γὰρ ἡμᾶς οὐκ ὄντας καὶ ἠθέλησεν ἐκ μὴ ὄντος εἶναι ἡμᾶς.
2:2.1Εὐφράνθητι, στείρα ἦ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. ὃ εἶπεν: Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ἡμᾶς εἶπεν: στεῖρα γὰρ ἦν ἡ ἐκκλησία ἡμῶν πρὸ τοῦ δοθῆναι αὐτῇ τέκνα.
2:2.2ὃ δὲ εἶπεν: Βόησον, ἡ οὐκ ὠδίνουσα, τοῦτο λέγει: τὰς προσευχὰς ἡμῶν ἁπλῶς ἀναφέρειν πρὸς τὸν θεόν. μὴ ὡς αἱ ὠδίνουσαι ἐγκακῶμεν,
2:2.3δ δὲ εἶπεν: Ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα: ἐπεὶ ἔρημος ἐδόκει εἶναι ἀπὸ τοῦ θεοῦ ὁ λαὸς ἡμῶν. νυνὶ δὲ πιστεύσαντες πλείονες ἐγενόμεθα τῶν δοκούντων ἔχειν θεόν.
2:2.4καὶ ἑτέρα δὲ γραφὴ λέγει, ὅτι οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλούς:
2:2.5τοῦτο λέγει, ὅτι δεῖ τοὺς ἀπολλυμένους σώζειν.
2:2.6ἐκεῖνο γάρ ἐστιν μέγα καὶ θαυμαστὸν οὐ τὰ ἑστῶτα στηρίζειν, ἀλλὰ τὰ πίπτοντα.
2:2.7οὕτως καὶ ὁ Χριστὸς ἠθέλησεν σῶσαι τὰ ἀπολλύμενα, καὶ ἔσωσεν πολλούς, ἐλθὼν καὶ καλέσας ἡμᾶς ἤδη ἀπολλυμένους.
3:3.1Τοσοῦτον οὖν ἔλεος ποιήσαντος αὐτοῦ εἰς ἡμᾶς, πρῶτον μέν, ὅτι ἡμεῖς οἱ ζῶντες τοῖς νεκροῖς θεοῖς οὐ θύομεν καὶ οὐ προσκυνοῦμεν αὐτοῖς, ἀλλὰ ἔγνωμεν δἰ αὐτοῦ τὸν πατέρα τῆς ἀληθείας: τίς ἡ γνῶσις ἡ πρὸς αὐτόν, ἢ τὸ μὴ ἀρνεῖσθαι δἰ οὖ ἔγνωμεν αὐτόν;
3:3.2λέγει δὲ καὶ αὐτός: Τὸν ὁμολογήσαντά με ἐνώπιον τῶν ἀνθρώπων. ὁμολογήσω αὐτὸν ἐνώπιον τοῦ πατρός μου.
3:3.3οὗτος οὖν ἐστὶν ὁ μισθὸς ἡμῶν, ἐὰν οὖν ὁμολογήσωμεν δἰ οὖ ἐσώθημεν.
3:3.4ἐν τίνι δὲ αὐτὸν ὁμολογοῦμεν; ἐν τῷ ποιεῖν ἃ λέγει καὶ μὴ παρακούειν αὐτοῦ τῶν ἐντολῶν, καὶ μὴ μόνον χείλεσιν αὐτὸν τιμᾶν, ἀλλὰ ἐξ ὅλης καρδίας καὶ ἐξ ὅλης τῆς διανοίας.
3:3.5λέγει δὲ καὶ ἐν τῷ Ἡσαΐᾳ: Ὁ λαὸς οὗτος τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἄπεστιν ἀπ’ ἐμοῦ.
4:4.1Μὴ μόνον οὖν αὐτὸν καλῶμεν κύριον: οὐ γὰρ τοῦτο σώσει ἡμᾶς.
4:4.2λέγει γάρ: Οὐ πᾶς ὁ λέγων μοι: Κύριε, κύριε, σωθήσεται, ἀλλ’ ὁ ποιῶν τὴν δικαιοσύνην.
4:4.3ὥστε οὖν, ἀδελφοί, ἐν τοῖς ἔργοις αὐτὸν ὁμολογῶμεν, ἐν τῷ ἀγαπᾶν ἑαυτούς, ἐν τῷ μὴ μοιχᾶσθαι μηδὲ καταλαλεῖν ἀλλήλων μηδὲ ζηλοῦν, ἀλλ’ ἐγκρατεῖς εἶναι, ἐλεήμονας, ἀγαθούς: καὶ συμπάσχειν ἀλλήλοις ὀφείλομεν, καὶ μὴ φιλαργυρεῖν. ἐν τούτοις τοῖς ἔργοις ὁμολογῶμεν αὐτὸν καὶ μὴ ἐν τοῖς ἐναντίοις:
4:4.4καὶ οὐ δεῖ ἡμᾶς φοβεῖσθαι τοὺς ἀνθρώπους μᾶλλον, ἀλλὰ τὸν θεόν.
4:4.5διὰ τοῦτο, ταῦτα ὑμῶν πρασσόντων, εἶπεν ὁ κύριος: Ἐὰν ἦτε μετ’ ἐμοῦ συνηγμένοι ἐν τῷ κόλπῳ μου καὶ μὴ ποιῆτε τὰς ἐντολάς μου, ἀποβαλῶ ὑμᾶς καὶ ἐρῶ ὑμῖν: Ὑπάγετε ἀπ’ ἐμοῦ, οὐκ οἶδα ὑμᾶς, πόθεν ἐστέ, ἐργάται ἀνομίας.
5:5.1Ὅθεν, ἀδελφοί, καταλείψαντες τὴν παροικίαν τοῦ κόσμου τούτου ποιήσωμεν τὸ θέλημα τοῦ καλέσαντος ἡμᾶς, καὶ μὴ φοβηθῶμεν ἐξελθεῖν ἐκ τοῦ κόσμου τούτου.
5:5.2λέγει γὰρ ὁ κύριος Ἔσεσθε ὡς ἀρνία ἐν μέσῳ λύκων.
5:5.3ἀποκριθεὶς δὲ ὁ Πέτρος αὐτῷ λέγει: Ἐὰν οὖν διασπαράξωσιν οἱ λύκοι τὰ ἀρνία;
5:5.4εἶπεν ὁ Ἰησοῦς τῷ Πέτρῳ: Μὴ φοβείσθωσαν τὰ ἀρνία τοὺς λύκους μετὰ τὸ ἀποθανεῖν αὐτά: καὶ ὑμεῖς μὴ φοβεῖσθε τοὺς ἀποκτέννοντας ὑμᾶς καὶ μηδὲν ὑμῖν δυναμένους ποιεῖν, ἀλλὰ φοβεῖσθε τὸν μετὰ τὸ ἀποθανεῖν ὑμᾶς ἔχοντα ἐξουσίαν ψυχῆς καὶ σώματος τοῦ βαλεῖν εἰς γέενναν πυρός.
5:5.5καὶ γινώσκετε, ἀδελφοί, ὅτι ἡ ἐπιδημία ἡ ἐν τῷ κόσμῳ τούτῳ τῆς σαρκὸς ταύτης μικρά ἐστιν καὶ ὀλιγοχρόνιος, ἡ δὲ ἐπαγγελία τοῦ Χριστοῦ μεγάλη καὶ θαυμαστή ἐστιν, καὶ ἀνάπαυσις τῆς μελλούσης βασιλείας καὶ ζωῆς αἰωνίου.
5:5.6τί οὖν ἐστὶν ποιήσαντας ἐπιτυχεῖν αὐτῶν, εἰ μὴ τὸ ὁσίως καὶ δικαίως ἀναστρέφεσθαι καὶ τὰ κοσμικὰ ταῦτα ὡς ἀλλότρια ἡγεῖσθαι καὶ μὴ ἐπιθυμεῖν αὐτῶν;
5:5.7ἐν γὰρ τῷ ἐπιθυμεῖν ἡμᾶς κτήσασθαι ταῦτα ἀποπίπτομεν τῆς ὁδοῦ τῆς δικαίας.
6:6.1Λέγει δὲ ὁ κύριος: Οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δουλεύειν. ἐὰν ἡμεῖς θέλωμεν καὶ θεῷ δουλεύειν καὶ μαμωνᾷ, ἀσύμφορον ἡμῖν ἐστίν.
6:6.2τί γὰρ τὸ ὄφελος, ἐάν τις τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν ζημιωθῇ;
6:6.3ἔστιν δὲ οὗτος ὁ αἰὼν καὶ ὁ μέλλων δύο ἐχθροί.
6:6.4οὗτος λέγει μοιχείαν καὶ φθορὰν καὶ φιλαργυρίαν καὶ ἀπάτην, ἐκεῖνος δὲ τούτοις ἀποτάσσεται.
6:6.5οὐ δυνάμεθα οὖν τῶν δύο φίλοι εἶναι: δεῖ δὲ ἡμᾶς τούτῳ ἀποταξαμένους ἐκείνῳ χρᾶσθαι
6:6.6οἰόμεθα. ὅτι βέλτιόν ἐστιν τὰ ἐνθάδε μισῆσαι, ὅτι μικρὰ καὶ ὀλιγοχρόνια καὶ φθαρτά, ἐκεῖνα δὲ ἀγαπῆσαι, τὰ ἀγαθὰ τὰ ἄφθαρτα.
6:6.7ποιοῦντες γὰρ τὸ θέλημα τοῦ Χριστοῦ εὑρήσομεν ἀνάπαυσιν: εἰ δὲ μήγε, οὐδὲν ἡμᾶς ῥύσεται ἐκ τῆς αἰωνίου κολάσεως, ἐὰν παρακούσωμεν τῶν ἐντολῶν αὐτοῦ.
6:6.8λέγει δὲ καὶ ἡ γραφὴ ἐν τῷ Ἰεζεκιήλ. ὅτι ἐὰν ἀναστῇ Νῶε καὶ Ἰὼβ καὶ Δανιήλ, οὐ ῥύσονται τὰ τέκνα αὐτῶν ἐν τῇ αἰχμαλωσίᾳ.
6:6.9εἰ δὲ καὶ οἱ τοιοῦτοι δίκαιοι οὐ δύνανται ταῖς ἑαυτῶν δικαιοσύναις ῥύσασθαι τὰ τέκνα αὐτῶν, ἡμεῖς, ἐὰν μὴ τηρήσωμεν τὸ βάπτισμα ἁγνὸν καὶ ἀμίαντον, ποίᾳ πεποιθήσει εἰσελευσόμεθα εἰς τὸ βασίλειον τοῦ θεοῦ; ἣ τίς ἡμῶν παράκλητος ἔσται, ἐὰν μὴ εὑρεθῶμεν ἔργα ἔχοντες ὅσια καὶ δίκαια;
7:7.1Ὥστε οὖν, ἀδελφοι μου, ἀγωνισώμεθα εἰδότες, ὅτι ἐν χερσὶν ὁ ἀγὼν καὶ ὅτι εἰς τοὺς φθαρτοὺς ἀγῶνας καταπλέουσα: πολλοί, ἀλλ’ οὐ πάντες στεφανοῦνται, εἰ μὴ οἱ πολλὰ κοπιάσαντες καὶ καλῶς ἀγωνισάμενοι.
7:7.2ἡμεῖς οὖν ἀγωνισώμεθα, ἵνα πάντες στεφανωθῶμεν.
7:7.3ὥστε θέωμεν τὴν ὁδὸν τὴν εὐθείαν, ἀγῶνα τὸν ἄφθαρτον, καὶ πολλοὶ εἰς αὐτὸν καταπλεύσωμεν καὶ ἀγωνισώμεθα, ἵνα καὶ στεφανωθῶμεν: καὶ εἰ μὴ δυνάμεθα πάντες στεφανωθῆναι, κἂν ἐγγὺς τοῦ στεφάνου γενώμεθα.
7:7.4εἰδέναι ἡμᾶς δεῖ, ὅτι ὁ τὸν φθαρτὸν ἀγῶνα ἀγωνιζόμενος, ἐὰν εὑρεθῇ φθείρων, μαστιγωθεὶς αἴρεται καὶ ἔξω βάλλεται τοῦ σταδίου.
7:7.5τί δοκεῖτε; ὁ τὸν τῆς ἀφθαρσίας ἀγῶνα φθείρας τί παθεῖται;
7:7.6τῶν γὰρ μὴ τηρησάντων, φησίν, τὴν σφραγῖδα ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί.
8:8.1Ὡς οὖν ἐσμὲν ἐπὶ γῆς, μετανοήσωμεν.
8:8.2πηλὸς γάρ ἐσμεν εἰς τὴν χεῖρα τοῦ τεχνίτου: ὃν τρόπον γὰρ ὁ κεραμεύς, ἐὰν ποιῇ σκεῦος καὶ ἐν ταῖς χερσὶν αὐτοῦ διαστραφῇ ἣ συντριβῇ, πάλιν αὐτὸ ἀναπλάσσει, ἐὰν δὲ προφθάσῃ εἰς τὴν κάμινον τοῦ πυρὸς αὐτὸ βαλεῖν, οὐκέτι βοηθήσει αὐτῷ: οὕτως καὶ ἡμεῖς, ἕως ἐσμὲν ἐν τούτῳ τῷ κόσμῳ, ἐν τῇ σαρκὶ ἃ ἐπράξαμεν πονηρὰ μετανοήσωμεν ἐξ ὅλης τῆς καρδίας, ἵνα σωθῶμεν ὑπὸ τοῦ κυρίου, ἕως ἔχομεν καιρὸν μετανοίας.
8:8.3μετὰ γὰρ τὸ ἐξελθεῖν ἡμᾶς ἐκ τοῦ κόσμον οὐκέτι δυνάμεθα ἐκεῖ ἐξομολογήσασθαι ἢ μετανοεῖν ἔτι.
8:8.4ὥστε, ἀδελφοί, ποιήσαντες τὸ θέλημα τοῦ πατρὸς καὶ τὴν σάρκα ἁγνὴν τηρήσαντες καὶ τὰς ἐντολὰς τοῦ κυρίου φυλάξαντες ληψόμεθα ζωὴν αἰώνιον.
8:8.5λέγει γὰρ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ: Εἰ τὸ μικρὸν οὐκ ἐτηρήσατε, τὸ μέγα τίς ὑμῖν δώσει; λέγω γὰρ ὑμῖν, ὅτι ὁ πιστὸς ἐν ἐλαχίστῳ καὶ ἐν πολλῷ πιστός ἐστιν.
8:8.6ἆρα οὖν τοῦτο λέγει: τηρήσατε τὴν σάρκα ἁγνὴν καὶ τὴν σφραγῖδα ἄσπιλον, ἵνα τὴν αἰώνιον ζωὴν ἀπολάβωμεν.
9:9.1Καὶ μὴ λεγέτω τις ὑμῶν, ὅτι αὕτη ἡ σὰρξ οὐ κρίνεται οὐδὲ ἀνίσταται.
9:9.2γνῶτε: ἐν τίνι ἐσώθητε, ἐν τίνι ἀνεβλέψατε, εἰ μὴ ἐν τῇ σαρκὶ ταύτῃ ὄντες;
9:9.3δεῖ οὖν ἡμᾶς ὡς ναὸν θεοῦ φυλάσσειν τὴν σάρκα:
9:9.4ὃν τρόπον γὰρ ἐν τῇ σαρκὶ ἐκλήθητε, καὶ ἐν τῇ σαρκὶ ἐλεύσεσθε.
9:9.5εἰ Χριστός, ὁ κύριος ὁ σώσας ἡμᾶς, ὢν μὲν τὸ πρῶτον πνεῦμα, ἐγένετο σὰρξ καὶ οὕτως ἡμᾶς ἐκάλεσεν: οὕτως καὶ ἡμεῖς ἐν ταύτῃ τῇ σαρκὶ ἀποληψόμεθα τὸν μισθόν.
9:9.6ἀγαπῶμεν οὖν ἀλλήλους, ὅπως ἔλθωμεν πάντες εἰς τὴν βασιλείαν τοῦ θεοῦ.
9:9.7ὡς ἔχομεν καιρὸν τοῦ ἰαθῆναι, ἐπιδῶμεν ἑαυτοὺς τῷ θεραπεύοντι θεῷ, ἀντιμισθίαν αὐτῷ διδόντες.
9:9.8ποίαν; τὸ μετανοῆσαι ἐξ εἰλικρινοῦς καρδίας.
9:9.9προγνώστης γάρ ἐστιν τῶν πάντων καὶ εἰδὼς ἡμῶν τὰ ἐν καρδίᾳ.
9:9.10δῶμεν οὖν αὐτῷ αἶνον, μὴ ἀπὸ στόματος μόνον, ἀλλὰ καὶ ἀπὸ καρδίας, ἵνα ἡμᾶς προσδέξηται ὡς υἱούς.
9:9.11καὶ γὰρ εἶπεν ὁ κύριος: Ἀδελφοί μου οὗτοί εἰσιν οἱ ποιοῦντες τὸ θέλημα τοῦ πατρός μου.
10:10.1Ὥστε, ἀδελφοί μου, ποιήσωμεν τὸ θέλημα τοῦ πατρὸς τοῦ καλέσαντος ἡμᾶς, ἵνα ζήσωμεν, καὶ διώξωμεν μᾶλλον τὴν ἀρετήν, τὴν δὲ κακίαν καταλείψωμεν ὡς προοδοιπόρον τῶν ἁμαρτιῶν ἡμῶν, καὶ φύγωμεν τὴν ἀσέβειαν, μὴ ἡμᾶς καταλάβῃ κακά.
10:10.2ἐὰν γὰρ σπουδάσωμεν ἀγαθοποιεῖν, διώξεται ἡμᾶς εἰρήνη.
10:10.3διὰ ταύτην γὰρ τὴν αἰτίαν οὐκ ἔστιν εὑρεῖν ἄνθρωπον, οἵτινες παράγουσι φόβους ἀνθρωπίνους, προῃρημένοι μᾶλλον τὴν ἐνθάδε ἀπόλαυσιν ἡ τὴν μέλλουσαν ἐπαγγελίαν.
10:10.4ἀγνοοῦσιν γὰρ ἡλίκην ἔχει βάσανον ἡ ἐνθάδε ἀπόλαυσις, καὶ οἵαν τρυφὴν ἔχει ἡ μέλλουσα ἐπαγγελία.
10:10.5καὶ εἰ μὲν αὐτοὶ μόνοι ταῦτα ἔπρασσον, ἀνεκτὸν ἦν: νῦν δὲ ἐπιμένουσιν κακοδιδασκαλοῦντες τὰς ἀναιτίους ψυχάς, οὐκ εἰδότες, ὅτι δισσὴν ἕξουσιν τὴν κρίσιν, αὐτοί τε καὶ οἱ ἀκούοντες αὐτῶν.
11:11.1Ἡμεῖς οὖν ἐν καθαρᾷ καρδίᾳ δουλεύσωμεν τῷ θεῷ, καὶ ἐσόμεθα δίκαιοι: ἐὰν δὲ μὴ δουλεύσωμεν διὰ τὸ μὴ πιστεύειν ἡμᾶς τῇ ἐπαγγελίᾳ τοῦ θεοῦ, ταλαίπωροι ἐσόμεθα.
11:11.2λέγει γὰρ καὶ ὁ προφητικὸς λόγος: Ταλαίπωροί εἰσιν οἱ δίψυχοι, οἱ διστάζοντες τῇ καρδίᾳ, οἱ λέγοντες: Ταῦτα πάλαι ἠκούσαμεν καὶ ἐπὶ τῶν πατέρων ἡμῶν, ἡμεῖς δὲ ἡμέραν ἐξ ἡμέρας προσδεχόμενοι οὐδὲν τούτων ἑωράκαμεν.
11:11.3ἀνόητοι, συμβάλετε ἑαυτοὺς ξύλῳ: λάβετε ἄμπελον: πρῶτον μὲν φυλλοροεῖ, εἶτα βλαστὸς γίνεται, μετὰ ταῦτα ὄμφαξ, εἶτα σταφυλὴ παρεστηκυῖα.
11:11.4οὕτως καὶ ὁ λαός μου ἀκαταστασίας καὶ θλίψεις ἔσχεν: ἔπειτα ἀπολήψεται τὰ ἀγαθά.
11:11.5ὥστε, ἀδελφοί μου, μὴ διψυχῶμεν, ἀλλὰ ἐλπίσαντες ὑπομείνωμεν, ἵνα καὶ τὸν μισθὸν κομισώμεθα.
11:11.6πιστὸς γάρ ἐστιν ὁ ἐπαγγειλάμενος τὰς ἀντιμισθίας ἀποδιδόναι ἐκάστῳ τῶν ἔργων αὐτοῦ.
11:11.7ἐὰν οὖν ποιήσωμεν τὴν δικαιοσύνην ἐναντίον τοῦ θεοῦ, εἰσήξομεν εἰς τὴν βασιλείαν αὐτοῦ καὶ ληψόμεθα τὰς ἐπαγγελίας, ἅς οὖς οὐκ ἤκουσεν οὐδὲ ὀφθαλμὸς εἶδεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη.
12:12.1Ἐκδεχώμεθα οὖν καθ̓ ῶραν τὴν βασιλείαν τοῦ θεοῦ ἐν ἀγάπῃ καὶ δικαιοσύνῃ, ἐπειδὴ οὐκ οἴδαμεν τὴν ἡμέραν τῆς ἐπιφανείας τοῦ θεοῦ.
12:12.2ἐπερωτηθεὶς γὰρ αὐτὸς ὁ κύριος ὑπό τινος, πότε ἥξει αὐτοῦ ἡ βασιλεία, εἶπεν: Ὅταν ἔσται τὰ δύο ἕν, καὶ τὸ ἔξω ὡς τὸ ἔσω, καὶ τὸ ἄρσεν μετὰ τῆς θηλείας οὔτε ἅρσεν οὔτε θῆλυ.
12:12.3τὰ δύο δὲ ἕν ἐστιν, ὅταν λαλῶμεν ἑαυτοῖς ἀλήθειαν καὶ ἐν δυσὶ σώμασιν ἀνυποκρίτως εἴη μία ψυχή.
12:12.4καὶ τὸ ἔξω ὡς τὸ ἔσω, τοῦτο λέγει: τὴν ψυχὴν λέγει τὸ ἕσω, τὸ δὲ ἔξω τὸ σῶμα λέγει. ὃν τρόπον οὖν σου τὸ σῶμα φαίνεται, οὕτως καὶ ἡ ψυχή σου δῆλος ἔστω ἐν τοῖς καλοῖς ἔργοις.
12:12.5καὶ τὸ ἄρσεν μετὰ τῆς θηλείας, οὔτε ἄρσεν οὔτε θῆλυ, τοῦτο λέγει: ἵνα ἀδελφὸς ἰδὼν ἀδελφὴν οὐδὲν φρονῇ περὶ αὐτῆς θηλυκόν, μηδὲ φρονῇ τι περὶ αὐτοῦ ἀρσενικόν.
12:12.6ταῦτα ὑμῶν ποιούντων, φησίν, ἐλεύσεται ἡ βασιλεία τοῦ πατρός μου.
13:13.1Ἀδελφοὶ οὖν, ἤδη ποτὲ μετανοήσωμεν, νήψωμεν ἐπὶ τὸ ἀγαθόν: μεστοὶ γάρ ἐσμεν πολλῆς ἀνοίας καὶ πονηρίας. ἐξαλείψωμεν ἀφ̓ ἡμῶν τὰ πρότερα ἁμαρτήματα καὶ μετανοήσαντες ἐκ ψυχῆς σωθῶμεν, καὶ μὴ γινώμεθα ἀνθρωπάρεσκοι μηδὲ θέλωμεν μόνον ἑαυτοῖς ἀρέσκειν, ἀλλὰ καὶ τοῖς ἔξω ἀνθρώποις ἐπὶ τῇ δικαιοσύνῃ, ἵνα τὸ ὄνομα δἰ ἡμᾶς μὴ βλασφημῆται.
13:13.2λέγει γὰρ ὁ κύριος: Διὰ παντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν πᾶσιν τοῖς ἔθνεσιν, καὶ πάλιν: Οὐαὶ δἰ ὃν βλασφημεῖται τὸ ὄνομά μου. ἐν τίνι βλασφημεῖται; ἐν τῷ μὴ ποιεῖν ὑμᾶς ἃ βούλομαι.
13:13.3τὰ ἔθνη γὰρ ἀκούοντα ἐκ τοῦ στόματος ἡμῶν τὰ λόγια τοῦ θεοῦ ὡς καλὰ καὶ μεγάλα θαυμάζει: ἔπειτα καταμαθόντα τὰ ἔργα ἡμῶν ὅτι οὐκ ἔστιν ἄξια τῶν ῥημάτων ὧν λέγομεν, ἔνθεν εἰς βλασφημίαν τρέπονται, λέγοντες εἶναι μῦθόν τινα καὶ πλάνην.
13:13.4ὅταν γὰρ ἀκούσωσιν παῤ ἡμῶν, ὅτι λέγει ὁ θεός: Οὐ χάρις ὑμῖν, εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ἀλλὰ χάρις ὑμῖν, εἰ ἀγαπᾶτε τοὺς ἐχθροὺς καὶ τοὺς μισοῦντας ὑμᾶς: ταῦτα ὅταν ἀκούσωσιν, θαυμάζουσιν τὴν ὑπερβολὴν τῆς ἀγαθότητος: ὅταν δὲ ἴδωσιν, ὅτι οὐ μόνον τοὺς μισοῦντας οὐκ ἀγαπῶμεν, ἀλλ’ ὅτι οὐδὲ τοὺς ἀγαπῶντας, καταγελῶσιν ἡμῶν, καὶ βλασφημεῖται τὸ ὄνομα.
14:14.1Ὥστε, ἀδελφοί, ποιοῦντες τὸ θέλημα τοῦ πατρὸς ἡμῶν θεοῦ ἐσόμεθα ἐκ τῆς ἐκκλησίας τῆς πρώτης, τῆς πνευματικῆς, τῆς πρὸ ἡλίου καὶ σελήνης ἐκτισμένης. ἐὰν δὲ μὴ ποιήσωμεν τὸ θέλημα κυρίου, ἐσόμεθα ἐκ τῆς γραφῆς τῆς λεγούσης: Ἐγενήθη ὁ οἶκός μου σπήλαιον λῃστῶν. ὥστε οὖν αἱρετισώμεθα ἀπὸ τῆς ἐκκλησίας τῆς ζωῆς εἶναι, ἵνα σωθῶμεν.
14:14.2οὐκ οἴομαι δὲ ὑμᾶς ἀγνοεῖν, ὅτι ἐκκλησία ζῶσα σῶμά ἐστιν Χριστοῦ: λέγει γὰρ ἡ γραφή: Ἐποίησεν ὁ θεὸς τὸν ἅνθρωπον ἅρσεν καὶ θῆλυ: τὸ ἄρσεν ἐστὶν ὁ Χριστός, τὸ θῆλυ ἡ ἐκκλησία: καὶ ἔτι τὰ βιβλία καὶ οἱ ἀπόστολοι τὴν ἐκκλησίαν οὐ νῦν εἶναι λέγουσιν ἀλλὰ ἄνωθεν. ἦν γὰρ πνευματική, ὡς καὶ ὁ Ἰησοῦς ἡμῶν, ἐφανερώθη δὲ ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, ἵνα ἡμᾶς σώσῃ.
14:14.3ἡ ἐκκλησία δὲ πνευματικὴ οὖσα ἐφανερώθη ἐν τῇ σαρκὶ Χριστοῦ, δηλοῦσα ἡμῖν, ὅτι ἐάν τις ἡμῶν τηρήσῃ αὐτὴν ἐν τῇ σαρκὶ καὶ μὴ φθείρῃ, ἀπολήψεται αὐτὴν ἐν τῷ πνεύματι τῷ ἁγίῳ: ἡ γὰρ σὰρξ αὕτη ἀντίτυπός ἐστιν τοῦ πνεύματος: οὐδεὶς οὖν τὸ ἀντίτυπον φθείρας τὸ αὐθεντικὸν μεταλήψεται. ἄρα οὖν τοῦτο λέγει, ἀδελφοί: τηρήσατε τὴν σάρκα, ἵνα τοῦ πνεύματος μεταλάβητε.
14:14.4εἰ δὲ λέγομεν εἶναι τὴν σάρκα τὴν ἐκκλησίαν καὶ τὸ πνεῦμα Χριστόν. ἄρα οὖν ὁ ὑβρίσας τὴν σάρκα ὕβρισεν τὴν ἐκκλησίαν. ὁ τοιοῦτος οὖν οὐ μεταλήψεται τοῦ πνεύματος, ὅ ἐστιν ὁ Χριστός.
14:14.5τοσαύτην δύναται ἡ σὰρξ αὕτη μεταλαβεῖν ζωὴν καὶ ἀφθαρσίαν κολληθέντος αὐτῇ τοῦ πνεύματος τοῦ ἁγίου, οὔτε ἐξειπεῖν τις δύναται οὔτε λαλῆσαι ἃ ἡτοίμασεν ὁ κύριος τοῖς ἐκλεκτοῖς αὐτοῦ.
15:15.1Οὐκ οἴομαι δέ, ὅτι μικρὰν συμβουλίαν ἐποιησάμην περὶ ἐγκρατείας, ἣν ποιήσας τις οὐ μετανοήσει, ἀλλὰ καὶ ἑαυτὸν σώσει κἀμὲ τὸν συμβουλεύσαντα. μισθὸς γὰρ οὔκ ἐστιν μικρὸς πλανωμένην ψυχὴν καὶ ἀπολλυμένην ἀποστρέψαι εἰς τὸ σωθῆναι.
15:15.2ταύτην γὰρ ἔχομεν τὴν ἀντιμισθίαν ἀποδοῦναι τῷ θεῷ τῷ κτίσαντι ἡμᾶς, ἐὰν ὁ λέγων καὶ ἀκούων μετὰ πίστεως καὶ ἀγάπης καὶ λέγῃ καὶ ἀκούῃ.
15:15.3ἐμμείνωμεν οὖν ἐφ̓ οἷς ἐπιστεύσαμεν δίκαιοι καὶ ὅσιοι, ἵνα μετὰ παρρησίας αἰτῶμεν τὸν θεὸν τὸν λέγοντα: Ἔτι λαλοῦντός σου ἐρῶ: ἰδοὺ πάρειμι.
15:15.4τοῦτο γὰρ τὸ ῥῆμα μεγάλης ἐστιν ἐπαγγελίας σημεῖον: ἑτοιμότερον γὰρ ἑαυτὸν λέγει ὁ κύριος εἰς τὸ διδόναι τοῦ αἰτοῦντος.
15:15.5τοσαύτης οὖν χρηστότητος μεταλαμβάνοντες μὴ φθονήσωμεν ἑαυτοῖς τυχεῖν τοσούτων ἀγαθῶν. ὅσην γὰρ ἡδονὴν ἔχει τὰ ῥήματα ταῦτα τοῖς ποιήσασιν αὐτά, τοσαύτην κατάκρισιν ἔχει τοῖς παρακούσασιν.
16:16.1Ὥστε, ἀδελφοί, ἀφορμὴν λαβόντες οὐ μικρὰν εἰς τὸ μετανοῆσαι, καιρὸν ἔχοντες ἐπιστρέψωμεν ἐπὶ τὸν καλέσαντα ἡμᾶς θεόν, ἕως ἔτι ἔχομεν τὸν παραδεχόμενον ἡμᾶς.
16:16.2ἐὰν γὰρ ταῖς ἡδυπαθείαις ταύταις ἀποταξώμεθα καὶ τὴν ψυχὴν ἡμῶν νικήσωμεν ἐν τῷ μὴ ποιεῖν τὰς ἐπιθυμίας αὐτῆς τὰς πονηράς, μεταληψόμεθα τοῦ ἐλέους Ἰησοῦ.
16:16.3γινώσκετε δέ, ὅτι ἔρχεται ἤδη ἡ ἡμέρα τῆς κρίσεως ὡς κλίβανος καιόμενος, καὶ τακήσονταί τινες τῶν οὐρανῶν καὶ πᾶσα ἡ γῆ ὡς μόλιβος ἐπὶ πυρὶ τηκόμενος: καὶ τότε φανήσεται τὰ κρύφια καὶ φανερὰ ἔργα τῶν ἀνθρώπων.
16:16.4καλὸν οὖν ἐλεημοσύνη ὡς μετάνοια ἁμαρτίας: κρείσσων νηστεία προσευχῆς, ἐλεημοσύνη δὲ ἀμφοτέρων: ἀγάπη δὲ καλύπτει πλῆθος ἁμαρτιῶν, προσευχὴ δὲ ἐκ καλῆς συνειδήσεως ἐκ θανάτου ῥύεται. μακάριος πᾶς ὁ εὑρεθεὶς ἐν τούτοις πλήρης: ἐλεημοσύνη γὰρ κούφισμα ἁμαρτίας γίνεται.
17:17.1Μετανοήσωμεν οὖν ἐξ ὅλης καρδίας, ἵνα μή τις ἡμῶν παραπόληται. εἰ γὰρ ἐντολὰς ἔχομεν ἵνα καὶ τοῦτο πράσσωμεν, ἀπὸ τῶν εἰδώλων ἀποσπᾶν καὶ κατηχεῖν, πόσῳ μᾶλλον ψυχὴν ἤδη γινώσκουσαν τὸν θεὸν οὐ δεῖ ἀπόλλυσθαι;
17:17.2συλλάβωμεν οὖν ἑαυτοῖς καὶ τοὺς ἀσθενοῦντας ἀνάγειν περὶ τὸ ἀγαθόν, ὅπως σωθῶμεν ἅπαντες καὶ ἐπιστρέψωμεν ἀλλήλους καὶ νουθετήσωμεν.
17:17.3καὶ μὴ μόνον ἄρτι δοκῶμεν πιστεύειν καὶ προσέχειν ἐν τῷ νουθετεῖσθαι ἡμᾶς ὑπὸ τῶν πρεσβυτέρων, ἀλλὰ καὶ ὅταν εἰς οἶκον ἀπαλλαγῶμεν, μνημονεύωμεν τῶν τοῦ κυρίου ἐνταλμάτων καὶ μὴ ἀντιπαρελκώμεθα ἀπὸ τῶν κοσμικῶν ἐπιθυμιῶν, ἀλλὰ πυκνότερον προσερχόμενοι πειρώμεθα προκόπτειν ἐν ταῖς ἐντολαῖς τοῦ κυρίον. ἵνα πάντες τὸ αὐτὸ φρονοῦντες συνηγμένοι ὦμεν ἐπὶ τὴν ζωήν:
17:17.4εἶπεν γὰρ ὁ κύριος: Ἔρχομαι συναγαγεῖν πάντα τὰ ἔθνη, φυλὰς καὶ γλώσσας: τοῦτο δὲ λέγει τὴν ἡμέραν τῆς ἐπιφανείας αὐτοῦ, ὅτε ἐλθὼν λυτρώσεται ἡμᾶς, ἕκαστον κατὰ τὰ ἔργα αὐτοῦ.
17:17.5καὶ ὄψονται τὴν δόξαν αὐτοῦ καὶ τὸ κράτος οἱ ἄπιστοι, καὶ ξενισθήσονται ἰδόντες τὸ βασίλειον τοῦ κόσμου ἐν τῷ Ἰησοῦ, λέγοντες: Οὐαὶ ἡμῖν, ὅτι σὺ ἦς, καὶ οὐκ ᾔδειμεν καὶ οὐκ ἐπιστεύομεν καὶ οὐκ ἐπειθόμεθα τοῖς πρεσβυτέροις τοῖς ἀναγγέλλουσιν ἡμῖν περὶ τῆς σωτηρίας ἡμῶν. καὶ ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί,
17:17.6τὴν ἡμέραν ἐκείνην λέγει τῆς κρίσεως, ὅταν ὄψονται τοὺς ἐν ἡμῖν ἀσεβήσαντας καὶ παραλογισαμένους τὰς ἐντολὰς Ἰησοῦ Χριστοῦ.
17:17.7οἱ δὲ δίκαιοι εὐπραγήσαντες καὶ ὑπομείναντες τὰς βασάνους καὶ μισήσαντες τὰς ἡδυπαθείας τῆς ψυχῆς, ὅταν θεάσωνται τοὺς ἀστοχήσαντας καὶ ἀρνησαμένους διὰ τῶν λόγων ἢ διὰ τῶν ἔργων τὸν Ἰησοῦν, ὅπως κολάζονται δειναῖς βασάνοις πυρὶ ἀσβέστῳ, ἔσονται δόξαν διδόντες τῷ θεῷ αὐτῶν λέγοντες, ὅτι ἔσται ἐλπὶς τῷ δεδουλευκότι θεῷ ἐξ ὅλης καρδίας.
18:18.1Καὶ ἡμεῖς οὖν γενώμεθα ἐκ τῶν εὐχαριστούντων, δεδουλευκότων τῷ θεῷ, καὶ μὴ ἐκ τῶν κρινομένων ἀσεβῶν.
18:18.2καὶ γὰρ αὐτὸς πανθαμαρτωλὸς ὢν καὶ μήπω φυγὼν τὸν πειρασμόν, ἀλλ’ ἔτι ὢν ἐν μέσοις τοῖς ὀργάνοις τοῦ διαβόλου σπουδάζω τὴν δικαιοσύνην διώκειν, ὅπως ἰσχύσω κἂν ἐγγὺς αὐτῆς γενέσθαι, φοβούμενος τὴν κρίσιν τὴν μέλλουσαν.
19:19.1Ὥστε, ἀδελφοὶ καὶ ἀδελφαί, μετὰ τὸν θεὸν τῆς ἀληθείας ἀναγινώσκω ὑμῖν ἔντευξιν εἰς τὸ προσέχειν τοῖς γεγραμμένοις, ἵνα καὶ ἑαυτοὺς σώσητε καὶ τὸν ἀναγινώσκοντα ἐν ὑμῖν. μισθὸν γὰρ αἰτῶ ὑμᾶς τὸ μετανοῆσαι ἐξ ὅλης καρδίας, σωτηρίαν ἑαυτοῖς καὶ ζωὴν διδόντας. τοῦτο γὰρ ποιήσαντες σκοπὸν πᾶσιν τοῖς νέοις θήσομεν, τοῖς βουλομένοις περὶ τὴν εὐσέβειαν καὶ τὴν χρηστότητα τοῦ θεοῦ φιλοπονεῖν.
19:19.2καὶ μὴ ἀηδῶς ἔχωμεν καὶ ἀγανακτῶμεν οἱ ἄσοφοι, ὅταν τις ἡμᾶς νουθετῇ καὶ ἐπιστρέφῃ ἀπὸ τῆς ἀδικίας εἰς τὴν δικαιοσύνην. ἐνίοτε γὰρ πονηρὰ πράσσοντες οὐ γινώσκομεν διὰ τὴν διψυχίαν καὶ ἀπιστίαν τὴν ἐνοῦσαν ἐν τοῖς στήθεσιν ἡμῶν, καὶ ἐσκοτίσμεθα τὴν διάνοιαν ὑπὸ τῶν ἐπιθυμιῶν τῶν ματαίων.
19:19.3πράξωμεν οὖν τὴν δικαιοσύνην, ἵνα εἰς τέλος σωθῶμεν. μακάριοι οἱ τούτοις ὑπακούοντες τοῖς προστάγμασιν: κἂν ὀλίγον χρόνον κακοπαθήσωσιν ἐν τῷ κόσμῳ τούτῳ, τὸν ἀθάνατον τῆς ἀναστάσεως καρπὸν τρυγήσουσιν.
19:19.4μὴ οὖν λυπείσθω ὁ εὐσεβής. ἐὰν ἐπὶ τοῖς νῦν χρόνοις ταλαιπωρῇ: μακάριος αὐτὸν ἀναμένει χρόνος: ἐκεῖνος ἄνω μετὰ τῶν πατέρων ἀναβιώσας εὐφρανθήσεται εἰς τὸν ἀλύπητον αἰῶνα.
20:20.1Ἀλλὰ μηδὲ ἐκεῖνο τὴν διάνοιαν ὑμῶν ταρασσέτω, ὅτι βλέπομεν τοὺς ἀδίκους πλουτοῦντας καὶ στενοχωρουμένους τοὺς τοῦ θεοῦ δούλους.
20:20.2πιστεύωμεν οὖν, ἀδελφοὶ καὶ ἀδελφαί: θεοῦ ζῶντος πεῖραν ἀθλοῦμεν καὶ γυμναζόμεθα τῷ νῦν βίῳ, ἵνα τῷ μέλλοντι στεφανωθῶμεν.
20:20.3οὐδεὶς τῶν δικαίων ταχὺν καρπὸν ἔλαβεν, ἀλλ’ ἐκδέχεται αὐτόν.
20:20.4εἰ γὰρ τὸν μισθὸν τῶν δικαίων ὁ θεὸς συντόμως ἀπεδίδου, εὐθέως ἐμπορίαν ἠσκοῦμεν καὶ οὐ θεοσέβειαν: ἐδοκοῦμεν γὰρ εἶναι δίκαιοι, οὐ τὸ εὐσεβές, ἀλλὰ τὸ κερδαλέον διώκοντες. καὶ διὰ τοῦτο θεία κρίσις ἔβλαψεν πνεῦμα μὴ ὃν δίκαιον, καὶ ἐβάρυνεν δεσμοῖς.
20:20.5Τῷ μόνῳ θεῷ ἀοράτῳ, πατρὶ τῆς ἀληθείας, τῷ ἐξαποστείλαντι ἡμῖν τὸν σωτῆρα καὶ ἀρχηγὸν τῆς ἀφθαρσίας, δἰ οὗ καὶ ἐφανέρωσεν ἡμῖν τὴν ἀλήθειαν καὶ τὴν ἐπουράνιον ζωήν, αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. Κλήμεντος πρὸς Κορινθίους ἐπιστολὴ β.
Второе послание Климентаанглийский
Открыть в читалке1.1Brethren, we must think of Jesus Christ as of God, as of the Judge of the living and the dead and we must not think little of our salvation,
1.2for if we think little of him we also hope to obtain but little. And those who listen as though it were a little matter are sinning, and we also are sinning, if we do not know whence and by whom, and to what place we were called, and how great sufferings Jesus Christ endured for our sake.
1.3What return, then, shall we make to him, or what fruit shall we offer worthy of that which he has given us? And how great a debt of holiness do we owe him?
1.4For he gave us the light, he called us son, as a Father, he saved us when we were perishing.
1.5What praise, then, or what reward shall we give him in return for what we received?
1.6We were maimed in our understanding, worshipping stone, and wood, and gold, and silver, and copper, the works of men, and our whole life was nothing else than death. We were covered with darkness, and our eyes were full of mist; but we have received our sight, and by his will we have cast off the cloud which covered us.
1.7For he had pity on us, and saved us in his mercy, and regarded the great error and destruction which was in us, and our hopelessness of salvation save from him;
1.8for he called us when we were not, and it was his will that out of nothing we should come to being.
2:2.1Rejoice thou barren that barest not; break forth and cry thou that travailest not; for the children of the deserted are many more than hers that hath a husband. In saying, Rejoice thou barren that barest not, he meant us, for our church was barren before children were given her.
2:2.2And in saying, Cry thou that travailest not, he means this,—that we should offer our prayers in sincerity to God, and not grow wreary as women that give birth.
2:2.3And in saying, For the children of the deserted are many more than hers that hath a husband, he meant that our people seemed to be deserted by God, but that now we who have believed have become many more than those who seemed to have God.
2:2.4And another Scripture also says, I came not to call righteous, but sinners;
2:2.5He means that those who are perishing must be saved,
2:2.6for it is great and wonderful to give strength, not to the things which are standing, but to those which are falling.
2:2.7So Christ also willed to save the perishing, and he saved many, coming and calling us who were already perishing.
3:3.1Seeing, then, that he has shewn such mercy towards us, first that we who are living do not sacrifice to the dead gods, and do not worship them, but through him know the father of truth, what is the true knowledge concerning him except that we should not deny him through whom we knew him?
3:3.2And he himself also says, Whosoever confessed me before men, I will confess him before my Father;
3:3.3this then is our reward, if we confess him through whom we were saved.
3:3.4But how do we confess him? By doing what he says, and not disregarding his commandments, arid honouring him not only with our lips, but with all our heart and all our mind.
3:3.5And he says also in Isaiah, This people honoureth me with their lips, but their heart is far from me.
4:4.1Let us, then, not merely call him Lord, for this will not save us.
4:4.2For he says, Not everyone that saith to me Lord, Lord, shall be saved, but he that doeth righteousness.
4:4.3So then, brethren, let us confess him in our deeds, by loving one another, by not committing adultery, nor speaking one against another, nor being jealous, but by being self-controlled, merciful, good; and we ought to sympathise with each other, and not to be lovers of money. By these deeds we confess him, and not by the opposite kind.
4:4.4And we must not fear men rather than God.
4:4.5For this reason, if you do these things, the Lord said, If ye be gathered together with me in my bosom, and do not my commandments, I will cast you out, and will say to you, Depart from me, I know not whence ye are, ye workers of iniquity.
5:5.1Whehefore, brethren, let us forsake our sojourning in this world, and do the will of him who called us, and let us not fear to go forth from this world,
5:5.2for the Lord said, Ye shall be as lambs in the midst of wolves,
5:5.3and Peter answered and said to him, If then the wolves tear the lambs?
5:5.4Jesus said to Peter, Let the lambs have no fear of the wolves after their death; and do ye have no fear of those that slay you, and can do nothing more to you, but fear him who after your death hath power over body and soul, to cast them into the flames of hell.
5:5.5And be well assured, brethren, that our sojourning in this world in the flesh is a little thing and lasts a short time, but the promise of Christ is great and wonderful, and brings us rest, in the kingdom which is to come and in everlasting life.
5:5.6What then shall we do to attain these things save lead a holy and righteous life, and regard the things of this world as not our own, and not desire them?
5:5.7For by desiring to obtain these things we fall from the way of righteousness.
6:6.1And the Lord says:— No servant can serve two masters. If we desire to serve both God and Mammon it is unprofitable to us,
6:6.2For what is the advantage if a man gain the whole world but lose his soul?
6:6.3Now the world that is, and the world to come are two enemies.
6:6.4This world speaks of adultery, and corruption, and love of money, and deceit, but that world bids these things farewell.
6:6.5We cannot then be the friends of both; but we must bid farewell to this world, to consort with that which is to come.
6:6.6We reckon that it is better to hate the things which are here, for they are little, and short-lived, and corruptible, but to love the things which are there, the good things which are incorruptible.
6:6.7For if we do the will of Christ we shall gain rest; but if not, nothing shall rescue us from eternal punishment, if we neglect his commandments.
6:6.8And the Scripture also says in Ezekiel that, if Noah and Job and Daniel arise, they shall not rescue their children in the captivity.
6:6.9But if even such righteous men as these cannot save their children by their own righteousness, with what confidence shall we enter into the palace of God, if we keep not our baptism pure and undefiled? Or who shall be our advocate if we be not found to have pious and righteous works?
7:7.1So then, my brethren, let us contend, knowing that the contest is close at hand, and that many make voyages for corruptible prizes, but not all are crowned, save those who have toiled much, and contended well.
7:7.2Let us then contend that we may all be crowned.
7:7.3Let us run the straight course, the immortal contest, and let many of us sail to it, and contend, that we may also receive the crown, and if we cannot all receive the crown, let us at least come near to it.
7:7.4We must remember that if he who takes part in the contest for a corruptible prize be detected in unfairness, he is flogged, taken up, and thrown off the course.
7:7.5What do you think? What shall he suffer who cheats in the contest for that which is incorruptible?
7:7.6For of those who have not kept the seal of baptism he says:— Their worm shall not die, and their fire shall not be quenched, and they shall lie a spectacle for all flesh.
8:8.1Let us repent then while we are on the earth.
8:8.2For we are clay in the hand of the workman; for just as the potter, if he make a vessel, and it be bent or broken in his hand, models it afresh, but if he has come so far as to put it into the fiery oven, he can do nothing to mend it any more; so also let us, so long as we are in this world, repent with all our heart of the wicked deeds which we have done in the flesh, that we may be saved by the Lord, while we have a time for repentance.
8:8.3For after we have departed from this world, we can no longer make confession, or repent any more in that place.
8:8.4So then, brethren, if we do the will of the Father, if we keep the flesh pure, and if we observe the commandments of the Lord, we shall obtain eternal life.
8:8.5For the Lord says in the Gospel, If ye did not guard that which is small, who shall give you that which is great? For I tell you that he who is faithful in that which is least, is faithful also in that which is much.
8:8.6He means, then, this:— Keep the flesh pure, and the seal of baptism undefiled, that we may obtain eternal life.
9:9.1And let none of you say that this flesh is not judged and does not rise again.
9:9.2Understand: in what state did you receive salvation, in what state did you receive your sight, except in this flesh?
9:9.3We must therefore guard the flesh as a temple of God,
9:9.4for as you were called in the flesh, you shall also come in the flesh.
9:9.5If Christ, the Lord who saved us, though he was originally spirit, became flesh and so called us, so also we shall receive our reward in this flesh.
9:9.6Let us then love one another, that we may all attain to the kingdom of God.
9:9.7While we have opportunity to be healed let us give ourselves to God, who heals us, giving him his recompense.
9:9.8What recompense? Repentance from a sincere heart.
9:9.9For he has knowledge of all things beforehand, and knows the things in our hearts.
9:9.10Let us then give him praise, not only with our mouth, but also from our heart, that he may receive us as sons.
9:9.11For the Lord said My brethren are these who do the will of my Father.
10:10.1Wherefore, my brethren, let us do the will of the father who called us, that we may live, and let us rather follow after virtue, but give up vice as the forerunner of our sins, and let us flee from ungodliness lest evil overtake us.
10:10.2For, if we are zealous to do good, peace will follow after us.
10:10.3For this cause it is not possible for a man to find it, when they bring in human fears, and prefer the pleasures of the present to the promises of the future.
10:10.4For they do not know how great torment the pleasures of the present entail, and what is the joy of the promised future.
10:10.5And if they did these things by themselves it could be endured, but, as it is, they are continuing in teaching evil to innocent souls, and do not know that they will incur a double judgment, both themselves and their hearers.
11:11.1Let us then serve God with a pure heart, and we shall be righteous, but if we do not serve him, because we do not believe the promise of God, we shall be miserable.
11:11.2For the prophetic word also says:— Miserable are the double-minded that doubt in their heart, who say. These things we heard long ago and in the time of our fathers, but we have waited from day to day, and have seen none of them.
11:11.3O foolish men! compare yourselves to a tree; take a vine; first it sheds its leaves, then there comes a bud, after this the unripe grape, then the full bunch.
11:11.4So also my people has had tumults and afflictions; afterwards it shall receive the good things.
11:11.5Therefore, my brethren, let us not be double-minded, but let us be patient in hope, that we may also receive the reward.
11:11.6For he is faithful who promised to pay to each mall the recompense of his deeds.
11:11.7If then we do righteousness before God we shall enter into his kingdom, and shall receive the promises which ear hath not heard, nor hath eye seen, neither hath it entered into the heart of man.
12:12.1Let us then wait for the kingdom of God, from hour to hour, in love and righteousness, seeing that we know not the day of the appearing of God.
12:12.2For when the Lord himself was asked by someone when his kingdom would come, he said: When the two shall be one, and the outside as the inside, and the male with the female neither male nor female.
12:12.3Now the two are one when we speak with one another in truth, and there is but one soul in two bodies without dissimulation.
12:12.4And by the outside as the inside he means this, that the inside is the soul, and the outside is the body. Therefore, just as your body is visible, so let your soul be apparent in your good works.
12:12.5And by the male with the female neither male nor female he means this, that when a brother sees a sister he should have no thought of her as female, nor she of him as male.
12:12.6When you do this, he says, the kingdom of my Father will come.
13:13.1Therefore, brethren, let us at last repent forthwith, and be sober for our good, for we are full of much folly and wickedness; let us wipe off from ourselves our former sins, and let us gain salvation by repenting with all our souls. Let us not be men-pleasers, and let us wish to please by our righteousness not ourselves alone, but also those who are without, that the name be not blasphemed on our account.
13:13.2For the Lord says, Every way is my name blasphemed among all the heathen, and again, Woe unto him on whose account my name is blasphemed. Wherein is it blasphemed?
13:13.3In that you do not do what I desire. For when the heathen hear from our mouth the oracles of God, they wonder at their beauty and greatness; afterwards, when they find out that our deeds are unworthy of the words which we speak, they turn from their wonder to blasphemy, saying that it is a myth and delusion.
13:13.4For when they hear from us that God says: It is no credit to you, if ye love them that love you, but it is a credit to you, if ye love your enemies, and those that hate you;— when they hear this they wonder at this extraordinary goodness; but when they see that we not only do not love those that hate us, but not even those who love us, they laugh us to scorn, and the name is blasphemed.
14:14.1Thus, brethren, if we do the will of our Father, God, we shall belong to the first Church, the spiritual one which was created before the sun and moon; but if we do not the will of the Lord, we shall fall under the scripture, which says, My house became a den of brigands. Therefore let us choose to belong to the Church of life, that we may win salvation.
14:14.2Now I imagine that you are not ignorant that the living Church is the body of Christ. For the scripture says, God made man male and female; the male is Christ, the female is the Church. And moreover the books and the Apostles declare that the Church belongs not to the present, but has existed from the beginning; for she was spiritual, as was also our Jesus, but he was made manifest in the last days that he might save us;
14:14.3and the Church, which is spiritual, was made manifest in the flesh of Christ, showing us that if any of us guard her in the flesh without corruption, he shall receive her back again in the Holy Spirit. For this flesh is an anti-type of the Spirit; no one therefore who has corrupted the anti-type shall receive the reality. So, then, he means this, brethren: Guard the flesh, that you may receive the Spirit.
14:14.4Now if we say that the flesh is the Church, and the Spirit is Christ, of course he who has abused the flesh, has abused the Church. Such a one therefore will not receive the Spirit, which is Christ.
14:14.5So great a gift of life and immortality has this flesh the power to receive, if the Holy Spirit be joined to it, nor can any man express or speak of the things which the Lord hath prepared for his elect.
15:15.1Now I think that I have given no mean advice concerning self-control, and if any man follow it, he shall have no regret, but shall save both himself and me his counsellor; for it is no small reward to turn to salvation a soul that is wandering and perishing.
15:15.2For this is the recompense which we can pay to God, who created us, if he who speaks and hears both speak and hear with faith and love.
15:15.3Let us then remain righteous and holy in our faith, that we may pray with confidence to God, who says, While thou art speaking I will say. Behold here am I.
15:15.4For this saying is the sign of a great promise; for the Lord says that he is more ready to give than we to ask.
15:15.5Let us then accept such great goodness, and not grudge ourselves the gaining of such benefits, for as great joy as these words offer to those who do them so severe a condemnation do they threaten to the disobedient.
16:16.1Seeing therefore, brethren, that we have received no small opportunity for repentance; let us, now that we have time, turn to the God who calls us, while we still have one who awaits us.
16:16.2For if we bid farewell to these enjoyments, and conquer our soul, by giving up its wicked lusts, we shall share in the mercy of Jesus.
16:16.3But you know that the day of judgment is already approaching as a burning oven, and some of the heavens shall melt, and the whole earth shall be as lead melting in the fire, and then shall be made manifest the secret and open deeds of men.
16:16.4Almsgiving is therefore good even as penitence for sin; fasting is better than prayer, but the giving of alms is better than both; and love covers a multitude of sins, but prayer from a good conscience rescues from death. Blessed is every man who is found full of these things; for almsgiving lightens sin.
17:17.1Let us then repent with our whole heart, that none of us perish by the way. For if we have commandments to do this also, to tear men away from idols and to instruct them, how much more is it our duty to save from perishing a soul that already knows God?
17:17.2Let us then help one another, and bring back those that are weak in goodness, that we may all be saved, and convert and exhort one another.
17:17.3And let us not merely seem to believe and pay attention now, while we are being exhorted by the Elders, but also when we have gone home let us remember the commandments of the Lord, and let us not be dragged aside by worldly lusts, but let us try to come here more frequently, and to make progress in the commands of the Lord; that wre may all have the same mind and be gathered together unto life.
17:17.4For the Lord said: I come to gather together all the nations, tribes, and languages. Now by this he means the day of his appearing. when he will come and ransom each of us according to his works.
17:17.5And the unbelievers shall see his glory and might, and they shall be amazed when they see the sovereignty of the world given to Jesus and shall say: Woe unto us, that it was thou, and we knew it not, and did not believe, and were not obedient to the Elders, when they told us of our salvation. And their worm shall not die and their fire shall not be quenched, and they shall be a spectacle to all flesh.
17:17.6He means that day of judgment, when they shall see those who were ungodly among us and perverted the commandments of Jesus Christ.
17:17.7But the righteous who have done good, and have endured torture, and have hated the indulgences of the soul, when they see how those who have done amiss, and denied Jesus by word or deed, are punished with terrible torture in unquenchable fire, shall give glory to their God, saying, There shall be hope for him who has served God with all his heart.
18:18.1Let us then also belong to them who give thanks, who have served God, and not to the ungodly who are judged.
18:18.2For I myself too am altogether sinful, and I have not yet escaped temptation, but I am still in the midst of the devices of the devil, yet I am striving to follow after righteousness, that I may have the strength at least to draw near to it, in fear of the judgment to come.
19:19.1Therefore, brothers and sisters, following the God of truth, I am reading you an exhortation to pay attention to that which is written, that you may both save yourselves and him who is the reader among you. For as a reward I beg of you that you repent with all your heart, and give to yourselves salvation and life. For if we do this we shall set a mark for all the younger, who wish to work in the cause of piety and the goodness of God.
19:19.2And let us not be displeased or be vexed in our foolishness when any one admonishes us, and turns us from unrighteousness to righteousness. For sometimes when we do evil we do not know it because of the double-mindedness and unbelief which is in our breasts, and we are darkened in our understanding by vain desires.
19:19.3Let us then do righteousness, that we may be saved at the end. Blessed are they who obey these instructions: though they suffer for a short time in this world, they shall gather the immortal fruit of the resurrection.
19:19.4Let not, then, the pious grieve if he endure sorrow at this present time; a time of blessedness awaits him; he shall live again with the fathers above, and rejoice to an eternity wherein is no sorrow.
20:20.1But neither let it grieve your mind that we see the unrighteous enjoying wealth, and the servants of God oppressed.
20:20.2Let us then have faith, brothers and sisters: we are contending in the contest of the living God, and we are being trained by the life which now is, that we may gain the crown in that which is to come.
20:20.3None of the righteous has attained a reward quickly, but waits for it;
20:20.4for if God should pay the recompense of the righteous speedily, we should immediately be training ourselves in commerce and not in godliness; for we should seem to be righteous when we were pursuing not piety but gain. For this reason divine judgment punishes a spirit which is not righteous and loads it with chains.
20:20.5To the only invisible God, the father of truth. who sent forth to us the Saviour and prince of immortality, through whom he also made manifest to to us truth and the life of heaven, to him be the glory for ever and ever. Amen. The Second Epistle of Clement to the Corinthians.