Skip to content

First Epistle of Clement to the Corinthians (Greek, ed. K. Lake) · Chapter 17

Text display

Font size: 19px

Go to a reference
Same place in another edition

Anchor: 1Clem.17.1

Side by side

Tap a number or a passage to select it.

Μιμηταὶ γενώμεθα κἀκείνων, οἵτινες ἐν δέρμασιν αἰγείοις καὶ μηλωταῖς περιεπάτησαν κηρύσσοντες τὴν ἔλευσιν τοῦ Χριστοῦ: λέγομεν δὲ Ἠλίαν καὶ Ἑλισαιέ, ἔτι δὲ καὶ Ἰεζεκιήλ, τοὺς προφήτας: πρὸς τούτοις καὶ τοὺς μεμαρτυρημένους.
ἐμαρτυρήθη μεγάλως Ἀβραὰμ καὶ φίλος προσηγορεύθη τοῦ θεοῦ, καὶ λέγει ἀτενίζων εἰς τὴν δόξαν τοῦ θεοῦ ταπεινοφρονῶν: Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός.
ἔτι δὲ καὶ περὶ Ἰὼβ οὕτως γέγραπται: Ἰὼβ δὲ ἦν δίκαιος καὶ ἄμεμπτος, ἀληθινός, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ.
ἀλλ’ αὐτὸς ἑαυτοῦ κατηγορεῖ λέγων: Οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὐδ’ ἂν μιᾶς ἡμέρας ἡ ζωὴ αὐτοῦ.
Μωυσῆς πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ἐκλήθη, καὶ διὰ τῆς ὑπηρεσίας αὐτοῦ ἔκρινεν ὁ θεὸς Λἴγυπτον διὰ τῶν μαστίγων καὶ τῶν αἰκισμάτων αὐτῶν: ἀλλὰ κἀκεῖνος δοξασθεὶς μεγάλως οὐκ ἐμεγαλορημόνησεν, ἀλλ’ εἶπεν ἐκ τῆς βάτου χρηματισμοῦ αὐτῷ διδομένου: Τίς εἰμι ἐγώ, ὅτι με πέμπεις; Ἐγὼ δέ εἰμι ἰσχνόφωνος καὶ βραδύγλωσσος.
καὶ πάλιν λέγει: Ἐγὼ δέ εἰμι ἀτμὶς ἀπὸ κύθρας.

Source and terms: First Epistle of Clement to the Corinthians (Greek, ed. K. Lake) · CC BY-SA 4.0 · The Apostolic Fathers, ed. and tr. Kirsopp Lake (Loeb Classical Library; London: Heinemann, 1912-1913), vol. I (1912), Greek text. TEI encoding: First1KGreek, Open Greek and Latin / University of Leipzig and Tufts (OpenGreekAndLatin/First1KGreek), commit 03776b3, file data/tlg1271/tlg001/tlg1271.tlg001.1st1K-grc1.xml; licensed CC BY-SA 4.0. · terms

Bookmarks, notes and the reading position are stored only in this browser.